ΣΩ. ἐννενόηκας οὖν ὅτι τοῦ ἐμβλέποντος εἰς τὸν ὀφθαλμὸν τὸ πρόσωπον ἐμφαίνεται ἐν τῇ τοῦ καταντικρὺ ὄψει ὥσπερ ἐν κατόπτρῳ, ὃ δὴ καὶ κόρην καλοῦμεν, εἴδωλον ὄν τι τοῦ ἐμβλέποντος; ΑΛ. ἀληθῆ λέγεις. ΣΩ. ὀφθαλμὸς ἄρα ὀφθαλμὸν θεώμενος, καὶ ἐμβλέπων εἰς τοῦτο ὅπερ βέλτιστον αὐτοῦ καὶ ᾧ ὁρᾷ, οὕτως ἂν αὑτὸν ἴδοι. ΑΛ. φαίνεται. ΣΩ. εἰ δέ γʼ εἰς ἄλλο τῶν τοῦ ἀνθρώπου βλέποι ἤ τι τῶν ὄντων, πλὴν εἰς ἐκεῖνο ᾧ τοῦτο τυγχάνει ὅμοιον, οὐκ ὄψεται ἑαυτόν. ΑΛ. ἀληθῆ λέγεις. ΣΩ. ὀφθαλμὸς ἄρʼ εἰ μέλλει ἰδεῖν αὑτόν, εἰς ὀφθαλμὸν αὐτῷ βλεπτέον, καὶ τοῦ ὄμματος εἰς ἐκεῖνον τὸν τόπον ἐν ᾧ τυγχάνει ἡ ὀφθαλμοῦ ἀρετὴ ἐγγιγνομένη· ἔστι δὲ τοῦτό που ὄψις; ΑΛ. οὕτως. ΣΩ. ἆρʼ οὖν, ὦ φίλε Ἀλκιβιάδη, καὶ ψυχὴ εἰ μέλλει γνώσεσθαι αὑτήν, εἰς ψυχὴν αὐτῇ βλεπτέον, καὶ μάλιστʼ εἰς τοῦτον αὐτῆς τὸν τόπον ἐν ᾧ ἐγγίγνεται ἡ ψυχῆς ἀρετή, σοφία, καὶ εἰς ἄλλο ᾧ τοῦτο τυγχάνει ὅμοιον ὄν; ΑΛ. ἔμοιγε δοκεῖ, ὦ Σώκρατες. ΣΩ. ἔχομεν οὖν εἰπεῖν ὅτι ἐστὶ τῆς ψυχῆς θειότερον ἢ τοῦτο, περὶ ὃ τὸ εἰδέναι τε καὶ φρονεῖν ἐστιν; ΑΛ. οὐκ ἔχομεν. ΣΩ. τῷ θεῷ ἄρα τοῦτʼ ἔοικεν αὐτῆς, καί τις εἰς τοῦτο βλέπων καὶ πᾶν τὸ θεῖον γνούς, θεόν τε καὶ φρόνησιν, οὕτω καὶ ἑαυτὸν ἂν γνοίη μάλιστα. ΑΛ. φαίνεται. ΣΩ. ἆρʼ οὖν, ὅθʼ ὥσπερ κάτοπτρά ἐστι σαφέστερα τοῦ ἐν τῷ ὀφθαλμῷ ἐνόπτρου καὶ καθαρώτερα καὶ λαμπρότερα, οὕτω καὶ ὁ θεὸς τοῦ ἐν τῇ ἡμετέρᾳ ψυχῇ βελτίστου καθαρώτερόν τε καὶ λαμπρότερον τυγχάνει ὄν; ΑΛ. ἔοικέ γε, ὦ Σώκρατες. ΣΩ. εἰς τὸν θεὸν ἄρα βλέποντες ἐκείνῳ καλλίστῳ ἐνόπτρῳ χρῴμεθʼ ἂν καὶ τῶν ἀνθρωπίνων εἰς τὴν ψυχῆς ἀρετήν, καὶ οὕτως ἂν μάλιστα ὁρῷμεν καὶ γιγνώσκοιμεν ἡμᾶς αὐτούς. ΑΛ. ναί. ΣΩ. τὸ δὲ γιγνώσκειν αὑτὸν ὡμολογοῦμεν σωφροσύνην εἶναι; ΑΛ. πάνυ γε. ΣΩ. ἆρʼ οὖν μὴ γιγνώσκοντες ἡμᾶς αὐτοὺς μηδὲ σώφρονες ὄντες δυναίμεθʼ ἂν εἰδέναι τὰ ἡμέτερα αὐτῶν κακά τε καὶ ἀγαθά; ΑΛ. καὶ πῶς ἂν τοῦτο γένοιτο, ὦ Σώκρατες; ΣΩ. ἀδύνατον γὰρ ἴσως σοι φαίνεται μὴ γιγνώσκοντα Ἀλκιβιάδην τὰ Ἀλκιβιάδου γιγνώσκειν ὅτι Ἀλκιβιάδου ἐστίν. ΑΛ. ἀδύνατον μέντοι νὴ Δία. ΣΩ. οὐδʼ ἄρα τὰ ἡμέτερα ὅτι ἡμέτερα, εἰ μηδʼ ἡμᾶς αὐτούς; ΑΛ. πῶς γάρ; ΣΩ. εἰ δʼ ἄρα μηδὲ τὰ ἡμέτερα, οὐδὲ τὰ τῶν ἡμετέρων; ΑΛ. οὐ φαίνεται. ΣΩ. οὐκ ἄρα πάνυ τι ὀρθῶς ὡμολογοῦμεν ὁμολογοῦντες ἄρτι εἶναί τινας οἳ ἑαυτοὺς μὲν οὐ γιγνώσκουσιν, τὰ δʼ αὑτῶν, ἄλλους δὲ τὰ τῶν ἑαυτῶν. ἔοικε γὰρ πάντα ταῦτα εἶναι κατιδεῖν ἑνός τε καὶ μιᾶς τέχνης, αὑτόν, τὰ αὑτοῦ, τὰ τῶν ἑαυτοῦ. ΑΛ. κινδυνεύει. ΣΩ. ὅστις δὲ τὰ αὑτοῦ ἀγνοεῖ, καὶ τὰ τῶν ἄλλων που ἂν ἀγνοοῖ κατὰ ταὐτά. ΑΛ. τί μήν; ΣΩ. οὐκοῦν εἰ τὰ τῶν ἄλλων, καὶ τὰ τῶν πόλεων ἀγνοήσει. ΑΛ. ἀνάγκη. ΣΩ. οὐκ ἄρʼ ἂν γένοιτο ὁ τοιοῦτος ἀνὴρ πολιτικός. ΑΛ. οὐ δῆτα. ΣΩ. οὐ μὴν οὐδʼ οἰκονομικός γε. ΑΛ. οὐ δῆτα. ΣΩ. οὐδέ γε εἴσεται ὅτι πράττει. ΑΛ. οὐ γὰρ οὖν. ΣΩ. ὁ δὲ μὴ εἰδὼς οὐχ ἁμαρτήσεται; ΑΛ. πάνυ γε. ΣΩ. ἐξαμαρτάνων δὲ οὐ κακῶς πράξει ἰδίᾳ τε καὶ δημοσίᾳ; ΑΛ. πῶς δʼ οὔ; ΣΩ. κακῶς δὲ πράττων οὐκ ἄθλιος; ΑΛ. σφόδρα γε. ΣΩ. τί δʼ οἷς οὗτος πράττει; ΑΛ. καὶ οὗτοι. ΣΩ. οὐκ ἄρα οἷόν τε, ἐὰν μή τις σώφρων καὶ ἀγαθὸς ᾖ, εὐδαίμονα εἶναι. ΑΛ. οὐχ οἷόν τε. ΣΩ. οἱ ἄρα κακοὶ τῶν ἀνθρώπων ἄθλιοι. ΑΛ. σφόδρα γε. ΣΩ. οὐκ ἄρα οὐδʼ ὁ πλουτήσας ἀθλιότητος ἀπαλλάττεται, ἀλλʼ ὁ σωφρονήσας. ΑΛ. φαίνεται. ΣΩ. οὐκ ἄρα τειχῶν οὐδὲ τριήρων οὐδὲ νεωρίων δέονται αἱ πόλεις, ὦ Ἀλκιβιάδη, εἰ μέλλουσιν εὐδαιμονήσειν, οὐδὲ πλήθους οὐδὲ μεγέθους ἄνευ ἀρετῆς. ΑΛ. οὐ μέντοι. ΣΩ. εἰ δὴ μέλλεις τὰ τῆς πόλεως πράξειν ὀρθῶς καὶ καλῶς, ἀρετῆς σοι μεταδοτέον τοῖς πολίταις. ΑΛ. πῶς γὰρ οὔ; ΣΩ. δύναιτο δʼ ἄν τις μεταδιδόναι ὃ μὴ ἔχοι; ΑΛ. καὶ πῶς; ΣΩ. αὐτῷ ἄρα σοὶ πρῶτον κτητέον ἀρετήν, καὶ ἄλλῳ ὃς μέλλει μὴ ἰδίᾳ μόνον αὑτοῦ τε καὶ τῶν αὑτοῦ ἄρξειν καὶ ἐπιμελήσεσθαι, ἀλλὰ πόλεως καὶ τῶν τῆς πόλεως. ΑΛ. ἀληθῆ λέγεις. ΣΩ. οὐκ ἄρα ἐξουσίαν σοι οὐδʼ ἀρχὴν παρασκευαστέον σαυτῷ ποιεῖν ὅτι ἂν βούλῃ, οὐδὲ τῇ πόλει, ἀλλὰ δικαιοσύνην καὶ σωφροσύνην. ΑΛ. φαίνεται. ΣΩ. δικαίως μὲν γὰρ πράττοντες καὶ σωφρόνως σύ τε καὶ ἡ πόλις θεοφιλῶς πράξετε. ΑΛ. εἰκός γε. ΣΩ. καὶ ὅπερ γε ἐν τοῖς πρόσθεν ἐλέγομεν, εἰς τὸ θεῖον καὶ λαμπρὸν ὁρῶντες πράξετε. ΑΛ. φαίνεται. ΣΩ. ἀλλὰ μὴν ἐνταῦθά γε βλέποντες ὑμᾶς τε αὐτοὺς καὶ τὰ ὑμέτερα ἀγαθὰ κατόψεσθε καὶ γνώσεσθε. ΑΛ. ναί. ΣΩ. οὐκοῦν ὀρθῶς τε καὶ εὖ πράξετε; ΑΛ. ναί. ΣΩ. ἀλλὰ μὴν οὕτω γε πράττοντας ὑμᾶς ἐθέλω ἐγγυήσασθαι ἦ μὴν εὐδαιμονήσειν. ΑΛ. ἀσφαλὴς γὰρ εἶ ἐγγυητής. ΣΩ. ἀδίκως δέ γε πράττοντες, εἰς τὸ ἄθεον καὶ σκοτεινὸν βλέποντες, ὡς τὰ εἰκότα, ὅμοια τούτοις πράξετε ἀγνοοῦντες ὑμᾶς αὐτούς. ΑΛ. ἔοικεν. ΣΩ. ὧι γὰρ ἄν , ὦ φίλε Ἀλκιβιάδη, ἐξουσία μὲν ᾖ ποιεῖν ὃ βούλεται, νοῦν δὲ μὴ ἔχῃ, τί τὸ εἰκὸς συμβαίνειν, ἰδιώτῃ ἢ καὶ πόλει; οἷον νοσοῦντι ἐξουσίας οὔσης δρᾶν ὃ βούλεται, νοῦν ἰατρικὸν μὴ ἔχοντι, τυραννοῦντι δὲ ὡς μηδὲν ἐπιπλήττοι τις αὐτῷ, τί τὸ συμβησόμενον; ἆρʼ οὐχ, ὡς τὸ εἰκός, διαφθαρῆναι τὸ σῶμα; ΑΛ. ἀληθῆ λέγεις. ΣΩ. τί δʼ ἐν νηί, εἴ τῳ ἐξουσία εἴη ποιεῖν ὃ δοκεῖ, νοῦ τε καὶ ἀρετῆς κυβερνητικῆς ἐστερημένῳ, καθορᾷς ἃ ἂν συμβαίη αὐτῷ τε καὶ τοῖς συνναύταις; ΑΛ. ἔγωγε, ὅτι γε ἀπόλοιντο πάντες ἄν. ΣΩ. οὐκοῦν ὡσαύτως ἐν πόλει τε καὶ πάσαις ἀρχαῖς καὶ ἐξουσίαις ἀπολειπομέναις ἀρετῆς ἕπεται τὸ κακῶς πράττειν; ΑΛ. ἀνάγκη. ΣΩ. οὐκ ἄρα τυραννίδα χρή, ὦ ἄριστε Ἀλκιβιάδη, παρασκευάζεσθαι οὔθʼ αὑτῷ οὔτε τῇ πόλει, εἰ μέλλετε εὐδαιμονεῖν, ἀλλʼ ἀρετήν. ΑΛ. ἀληθῆ λέγεις. ΣΩ. πρὶν δέ γε ἀρετὴν ἔχειν, τὸ ἄρχεσθαι ἄμεινον ὑπὸ τοῦ βελτίονος ἢ τὸ ἄρχειν ἀνδρί, οὐ μόνον παιδί. ΑΛ. φαίνεται. ΣΩ. οὐκοῦν τό γʼ ἄμεινον καὶ κάλλιον; ΑΛ. ναί. ΣΩ. τὸ δὲ κάλλιον πρεπωδέστερον; ΑΛ. πῶς δʼ οὔ; ΣΩ. πρέπει ἄρα τῷ κακῷ δουλεύειν· ἄμεινον γάρ. ΑΛ. ναί. ΣΩ. δουλοπρεπὲς ἄρʼ ἡ κακία. ΑΛ. φαίνεται. ΣΩ. ἐλευθεροπρεπὲς δὲ ἡ ἀρετή. ΑΛ. ναί. ΣΩ. οὐκοῦν φεύγειν χρή, ὦ ἑταῖρε, τὴν δουλοπρέπειαν; ΑΛ. μάλιστά γε, ὦ Σώκρατες. ΣΩ. αἰσθάνῃ δὲ νῦν πῶς ἔχεις; ἐλευθεροπρεπῶς ἢ οὔ; ΑΛ. δοκῶ μοι καὶ μάλα σφόδρα αἰσθάνεσθαι. ΣΩ. οἶσθʼ οὖν πῶς ἀποφεύξῃ τοῦτο τὸ περὶ σὲ νῦν; ἵνα μὴ ὀνομάζωμεν αὐτὸ ἐπὶ καλῷ ἀνδρί, ΑΛ. ἔγωγε. ΣΩ. πῶς; ΑΛ. ἐὰν βούλῃ σύ, ὦ Σώκρατες. ΣΩ. οὐ καλῶς λέγεις, ὦ Ἀλκιβιάδη. ΑΛ. ἀλλὰ πῶς χρὴ λέγειν; ΣΩ. ὅτι ἐὰν θεὸς ἐθέλῃ. ΑΛ. λέγω δή. καὶ πρὸς τούτοις μέντοι τόδε λέγω, ὅτι κινδυνεύσομεν μεταβαλεῖν τὸ σχῆμα, ὦ Σώκρατες, τὸ μὲν σὸν ἐγώ, σὺ δὲ τοὐμόν· οὐ γὰρ ἔστιν ὅπως οὐ παιδαγωγήσω σε ἀπὸ τῆσδε τῆς ἡμέρας, σὺ δʼ ὑπʼ ἐμοῦ παιδαγωγήσῃ. ΣΩ. ὦ γενναῖε, πελαργοῦ ἄρα ὁ ἐμὸς ἔρως οὐδὲν διοίσει, εἰ παρὰ σοὶ ἐννεοττεύσας ἔρωτα ὑπόπτερον ὑπὸ τούτου πάλιν θεραπεύσεται. ΑΛ. ἀλλὰ οὕτως ἔχει, καὶ ἄρξομαί γε ἐντεῦθεν τῆς δικαιοσύνης ἐπιμέλεσθαι. ΣΩ. βουλοίμην ἄν σε καὶ διατελέσαι· ὀρρωδῶ δέ, οὔ τι τῇ σῇ φύσει ἀπιστῶν, ἀλλὰ τὴν τῆς πόλεως ὁρῶν ῥώμην, μὴ ἐμοῦ τε καὶ σοῦ κρατήσῃ.