<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="130"><p><said who="#Σωκράτης"><milestone n="130" unit="page"/><milestone unit="section" resp="Stephanus" n="130a"/><label>ΣΩ.</label> ἦ οὖν ἄλλο τι χρῆται αὐτῷ ἢ ψυχή;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκ ἄλλο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἄρχουσα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν τόδε γʼ οἶμαι οὐδένα ἂν ἄλλως οἰηθῆναι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὴ οὐ τριῶν ἕν γέ τι εἶναι τὸν ἄνθρωπον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τίνων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ψυχὴν ἢ σῶμα ἢ συναμφότερον, τὸ ὅλον τοῦτο.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν αὐτό γε τὸ τοῦ σώματος ἄρχον ὡμολογήσαμεν ἄνθρωπον εἶναι;
                                </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="130b"/><label>ΑΛ.</label> ὡμολογήσαμεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν σῶμα αὐτὸ αὑτοῦ ἄρχει;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐδαμῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄρχεσθαι γὰρ αὐτὸ εἴπομεν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἂν δὴ τοῦτό γε εἴη ὃ ζητοῦμεν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκ ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἄρα τὸ συναμφότερον τοῦ σώματος ἄρχει, καὶ ἔστι δὴ τοῦτο
                            ἄνθρωπος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἴσως δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάντων γε ἥκιστα· μὴ γὰρ συνάρχοντος τοῦ ἑτέρου οὐδεμία που μηχανὴ τὸ
                            συναμφότερον ἄρχειν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὀρθῶς. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="130c"/><label>ΣΩ.</label> ἐπειδὴ δʼ οὔτε σῶμα οὔτε τὸ συναμφότερόν ἐστιν ἄνθρωπος, λείπεται οἶμαι ἢ
                            μηδὲν αὔτʼ εἶναι, ἢ εἴπερ τί ἐστι, μηδὲν ἄλλο τὸν ἄνθρωπον συμβαίνειν ἢ
                            ψυχήν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔτι οὖν τι σαφέστερον δεῖ ἀποδειχθῆναί σοι ὅτι ἡ ψυχή ἐστιν ἄνθρωπος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> μὰ Δία, ἀλλʼ ἱκανῶς μοι δοκεῖ ἔχειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δέ γε μὴ ἀκριβῶς ἀλλὰ καὶ μετρίως, ἐξαρκεῖ ἡμῖν· ἀκριβῶς μὲν γὰρ τότε
        εἰσόμεθα, ὅταν εὕρωμεν ὃ νυνδὴ
         
<milestone unit="section" resp="Stephanus" n="130d"/>
             παρήλθομεν διὰ τὸ πολλῆς εἶναι σκέψεως.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί τοῦτο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὃ ἄρτι οὕτω πως ἐρρήθη, ὅτι πρῶτον σκεπτέον εἴη αὐτὸ τὸ αὐτό· νῦν δὲ ἀντὶ
                            τοῦ αὐτοῦ αὐτὸ ἕκαστον ἐσκέμμεθα ὅτι ἐστί. καὶ ἴσως ἐξαρκέσει· οὐ γάρ
                            που κυριώτερόν γε οὐδὲν ἂν ἡμῶν αὐτῶν φήσαιμεν ἢ τὴν ψυχήν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καλῶς ἔχει οὕτω νομίζειν, ἐμὲ καὶ σὲ προσομιλεῖν ἀλλήλοις τοῖς
                            λόγοις χρωμένους τῇ ψυχῇ πρὸς τὴν ψυχήν; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="130e"/><label>ΑΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτʼ ἄρα ἦν ὃ καὶ ὀλίγῳ ἔμπροσθεν εἴπομεν, ὅτι Σωκράτης Ἀλκιβιάδῃ
                            διαλέγεται λόγῳ χρώμενος, οὐ πρὸς τὸ σὸν πρόσωπον, ὡς ἔοικεν, ἀλλὰ πρὸς
                            τὸν Ἀλκιβιάδην ποιούμενος τοὺς λόγους· τοῦτο δέ ἐστιν ἡ ψυχή.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ψυχὴν ἄρα ἡμᾶς κελεύει γνωρίσαι ὁ ἐπιτάττων γνῶναι ἑαυτόν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="131"><p><said who="#Ἀλκιβιάδης"><milestone n="131" unit="page"/><milestone unit="section" resp="Stephanus" n="131a"/><label>ΑΛ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅστις ἄρα τῶν τοῦ σώματός τι γιγνώσκει, τὰ αὑτοῦ ἀλλʼ οὐχ αὑτὸν
                            ἔγνωκεν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδεὶς ἄρα τῶν ἰατρῶν ἑαυτὸν γιγνώσκει, καθʼ ὅσον ἰατρός, οὐδὲ τῶν
                            παιδοτριβῶν, καθʼ ὅσον παιδοτρίβης.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκ ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολλοῦ ἄρα δέουσιν οἱ γεωργοὶ καὶ οἱ ἄλλοι δημιουργοὶ γιγνώσκειν ἑαυτούς.
                            οὐδὲ γὰρ τὰ ἑαυτῶν οὗτοί γε, ὡς ἔοικεν, ἀλλʼ ἔτι πορρωτέρω τῶν ἑαυτῶν
                            κατά γε τὰς 
      
         
<milestone unit="section" resp="Stephanus" n="131b"/> τέχνας ἃς ἔχουσιν· τὰ
                            γὰρ τοῦ σώματος γιγνώσκουσιν, οἷς τοῦτο θεραπεύεται.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ ἄρα σωφροσύνη ἐστὶ τὸ ἑαυτὸν γιγνώσκειν, οὐδεὶς τούτων σώφρων κατὰ τὴν
                            τέχνην.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔ μοι δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διὰ ταῦτα δὴ καὶ βάναυσοι αὗται αἱ τέχναι δοκοῦσιν εἶναι καὶ οὐκ ἀνδρὸς
                            ἀγαθοῦ μαθήματα.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν πάλιν ὅστις αὖ σῶμα θεραπεύει, τὰ ἑαυτοῦ ἀλλʼ οὐχ αὑτὸν
                            θεραπεύει;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> κινδυνεύει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅστις δέ γε τὰ χρήματα, οὔθʼ ἑαυτὸν οὔτε τὰ 
<milestone unit="section" resp="Stephanus" n="131c"/> ἑαυτοῦ, ἀλλʼ ἔτι πορρωτέρω τῶν ἑαυτοῦ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ τὰ αὑτοῦ ἄρα ἔτι πράττει ὁ χρηματιστής.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὀρθῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ ἄρα τις γέγονεν ἐραστὴς τοῦ Ἀλκιβιάδου σώματος, οὐκ Ἀλκιβιάδου ἄρα
                            ἠράσθη ἀλλά τινος τῶν Ἀλκιβιάδου.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅστις δέ σου τῆς ψυχῆς ἐρᾷ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀνάγκη φαίνεται ἐκ τοῦ λόγου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁ μὲν τοῦ σώματός σου ἐρῶν, ἐπειδὴ λήγει ἀνθοῦν, ἀπιὼν
                            οἴχεται;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνεται. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="131d"/><label>ΣΩ.</label> ὁ δέ γε τῆς ψυχῆς ἐρῶν οὐκ ἄπεισιν, ἕως ἂν ἐπὶ τὸ βέλτιον ἴῃ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐγώ εἰμι ὁ οὐκ ἀπιὼν ἀλλὰ παραμένων λήγοντος τοῦ σώματος, τῶν
                            ἄλλων ἀπεληλυθότων.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εὖ γε ποιῶν, ὦ Σώκρατες· καὶ μηδὲ ἀπέλθοις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> προθυμοῦ τοίνυν ὅτι κάλλιστος εἶναι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ προθυμήσομαι. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="131e"/><label>ΣΩ.</label> ὡς οὕτω γέ σοι ἔχει· οὔτʼ ἐγένεθʼ, ὡς ἔοικεν, Ἀλκιβιάδῃ τῷ Κλεινίου
                            ἐραστὴς οὔτʼ ἔστιν ἀλλʼ ἢ εἷς μόνος, καὶ οὗτος ἀγαπητός, Σωκράτης ὁ
                            Σωφρονίσκου καὶ Φαιναρέτης.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀληθῆ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἔφησθα σμικρὸν φθῆναί με προσελθόντα σοι, ἐπεὶ πρότερος ἄν μοι
                            προσελθεῖν, βουλόμενος πυθέσθαι διʼ ὅτι μόνος οὐκ ἀπέρχομαι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἦν γὰρ οὕτω.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="132"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο τοίνυν αἴτιον, ὅτι μόνος ἐραστὴς ἦν σός, οἱ δʼ ἄλλοι τῶν σῶν· τὰ δὲ
                            σὰ λήγει ὥρας, σὺ δʼ ἄρχῃ ἀνθεῖν. 
                            
     <milestone n="132" unit="page"/>
<milestone unit="section" resp="Stephanus" n="132a"/> καὶ νῦν γε ἂν μὴ διαφθαρῇς ὑπὸ
                            τοῦ Ἀθηναίων δήμου καὶ αἰσχίων γένῃ, οὐ μή σε ἀπολίπω. τοῦτο γὰρ δὴ
                            μάλιστα ἐγὼ φοβοῦμαι, μὴ δημεραστὴς ἡμῖν γενόμενος διαφθαρῇς· πολλοὶ γὰρ
                            ἤδη καὶ ἀγαθοὶ αὐτὸ πεπόνθασιν Ἀθηναίων. εὐπρόσωπος γὰρ 
                 <quote>ὁ τοῦ μεγαλήτορος δῆμος
                                Ἐρεχθέως·</quote>
               <bibl n="Hom. Il. 2.547">Hom. Il.. 2.547</bibl> ἀλλʼ
                            ἀποδύντα χρὴ αὐτὸν θεάσασθαι. εὐλαβοῦ οὖν τὴν εὐλάβειαν ἣν ἐγὼ λέγω.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τίνα; </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="132b"/><label>ΣΩ.</label> γύμνασαι πρῶτον, ὦ μακάριε, καὶ μάθε ἃ δεῖ μαθόντα ἰέναι ἐπὶ τὰ τῆς
                            πόλεως, πρότερον δὲ μή, ἵνʼ ἀλεξιφάρμακα ἔχων ἴῃς καὶ μηδὲν πάθῃς
                            δεινόν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εὖ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες· ἀλλὰ πειρῶ ἐξηγεῖσθαι ὅντινʼ ἂν τρόπον
                            ἐπιμεληθεῖμεν ἡμῶν αὐτῶν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοσοῦτον μὲν ἡμῖν εἰς τὸ πρόσθεν πεπέρανται —ὃ γὰρ ἐσμέν,
                            ἐπιεικῶς ὡμολόγηται—ἐφοβούμεθα δὲ μὴ τούτου σφαλέντες λάθωμεν
                            ἑτέρου τινὸς ἐπιμελόμενοι ἀλλʼ οὐχ ἡμῶν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔστι ταῦτα. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="132c"/><label>ΣΩ.</label> καὶ μετὰ τοῦτο δὴ ὅτι ψυχῆς ἐπιμελητέον καὶ εἰς τοῦτο βλεπτέον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> δῆλον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σωμάτων δὲ καὶ χρημάτων τὴν ἐπιμέλειαν ἑτέροις παραδοτέον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίνʼ οὖν ἂν τρόπον γνοῖμεν αὐτὸ ἐναργέστατα; ἐπειδὴ τοῦτο γνόντες, ὡς
                            ἔοικεν, καὶ ἡμᾶς αὐτοὺς γνωσόμεθα. ἆρα πρὸς θεῶν εὖ λέγοντος οὗ νυνδὴ
                            ἐμνήσθημεν τοῦ Δελφικοῦ γράμματος οὐ συνίεμεν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τὸ ποῖόν τι διανοούμενος λέγεις, ὦ Σώκρατες; </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="132d"/><label>ΣΩ.</label> ἐγώ σοι φράσω, ὅ γε ὑποπτεύω λέγειν καὶ συμβουλεύειν ἡμῖν τοῦτο τὸ
                            γράμμα. κινδυνεύει γὰρ οὐδὲ πολλαχοῦ εἶναι παράδειγμα αὐτοῦ, ἀλλὰ κατὰ
                            τὴν ὄψιν μόνον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς τοῦτο λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκόπει καὶ σύ. εἰ ἡμῶν τῷ ὄμματι ὥσπερ ἀνθρώπῳ συμβουλεῦον εἶπεν
                            <q>ἰδὲ σαυτόν,</q> πῶς ἂν ὑπελάβομεν τί παραινεῖν; ἆρα οὐχὶ εἰς
                            τοῦτο βλέπειν, εἰς ὃ βλέπων ὁ ὀφθαλμὸς ἔμελλεν αὑτὸν ἰδεῖν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> δῆλον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐννοῶμεν δὴ εἰς τί βλέποντες τῶν ὄντων ἐκεῖνό        
<milestone unit="section" resp="Stephanus" n="132e"/> τε ὁρῷμεν ἅμα ἂν καὶ ἡμᾶς αὐτούς;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> δῆλον δή, ὦ Σώκρατες, ὅτι εἰς κάτοπτρά τε καὶ τὰ τοιαῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς λέγεις. οὐκοῦν καὶ τῷ ὀφθαλμῷ ᾧ ὁρῶμεν ἔνεστί <add>τι</add> τῶν
                            τοιούτων;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p></div></div></body></text></TEI>