ΣΩ. ἦ οὖν ἄλλο τι χρῆται αὐτῷ ἢ ψυχή; ΑΛ. οὐκ ἄλλο. ΣΩ. οὐκοῦν ἄρχουσα; ΑΛ. ναί. ΣΩ. καὶ μὴν τόδε γʼ οἶμαι οὐδένα ἂν ἄλλως οἰηθῆναι. ΑΛ. τὸ ποῖον; ΣΩ. μὴ οὐ τριῶν ἕν γέ τι εἶναι τὸν ἄνθρωπον. ΑΛ. τίνων; ΣΩ. ψυχὴν ἢ σῶμα ἢ συναμφότερον, τὸ ὅλον τοῦτο. ΑΛ. τί μήν; ΣΩ. ἀλλὰ μὴν αὐτό γε τὸ τοῦ σώματος ἄρχον ὡμολογήσαμεν ἄνθρωπον εἶναι; ΑΛ. ὡμολογήσαμεν. ΣΩ. ἆρʼ οὖν σῶμα αὐτὸ αὑτοῦ ἄρχει; ΑΛ. οὐδαμῶς. ΣΩ. ἄρχεσθαι γὰρ αὐτὸ εἴπομεν. ΑΛ. ναί. ΣΩ. οὐκ ἂν δὴ τοῦτό γε εἴη ὃ ζητοῦμεν. ΑΛ. οὐκ ἔοικεν. ΣΩ. ἀλλʼ ἄρα τὸ συναμφότερον τοῦ σώματος ἄρχει, καὶ ἔστι δὴ τοῦτο ἄνθρωπος; ΑΛ. ἴσως δῆτα. ΣΩ. πάντων γε ἥκιστα· μὴ γὰρ συνάρχοντος τοῦ ἑτέρου οὐδεμία που μηχανὴ τὸ συναμφότερον ἄρχειν. ΑΛ. ὀρθῶς. ΣΩ. ἐπειδὴ δʼ οὔτε σῶμα οὔτε τὸ συναμφότερόν ἐστιν ἄνθρωπος, λείπεται οἶμαι ἢ μηδὲν αὔτʼ εἶναι, ἢ εἴπερ τί ἐστι, μηδὲν ἄλλο τὸν ἄνθρωπον συμβαίνειν ἢ ψυχήν. ΑΛ. κομιδῇ μὲν οὖν. ΣΩ. ἔτι οὖν τι σαφέστερον δεῖ ἀποδειχθῆναί σοι ὅτι ἡ ψυχή ἐστιν ἄνθρωπος; ΑΛ. μὰ Δία, ἀλλʼ ἱκανῶς μοι δοκεῖ ἔχειν. ΣΩ. εἰ δέ γε μὴ ἀκριβῶς ἀλλὰ καὶ μετρίως, ἐξαρκεῖ ἡμῖν· ἀκριβῶς μὲν γὰρ τότε εἰσόμεθα, ὅταν εὕρωμεν ὃ νυνδὴ παρήλθομεν διὰ τὸ πολλῆς εἶναι σκέψεως. ΑΛ. τί τοῦτο; ΣΩ. ὃ ἄρτι οὕτω πως ἐρρήθη, ὅτι πρῶτον σκεπτέον εἴη αὐτὸ τὸ αὐτό· νῦν δὲ ἀντὶ τοῦ αὐτοῦ αὐτὸ ἕκαστον ἐσκέμμεθα ὅτι ἐστί. καὶ ἴσως ἐξαρκέσει· οὐ γάρ που κυριώτερόν γε οὐδὲν ἂν ἡμῶν αὐτῶν φήσαιμεν ἢ τὴν ψυχήν. ΑΛ. οὐ δῆτα. ΣΩ. οὐκοῦν καλῶς ἔχει οὕτω νομίζειν, ἐμὲ καὶ σὲ προσομιλεῖν ἀλλήλοις τοῖς λόγοις χρωμένους τῇ ψυχῇ πρὸς τὴν ψυχήν; ΑΛ. πάνυ μὲν οὖν. ΣΩ. τοῦτʼ ἄρα ἦν ὃ καὶ ὀλίγῳ ἔμπροσθεν εἴπομεν, ὅτι Σωκράτης Ἀλκιβιάδῃ διαλέγεται λόγῳ χρώμενος, οὐ πρὸς τὸ σὸν πρόσωπον, ὡς ἔοικεν, ἀλλὰ πρὸς τὸν Ἀλκιβιάδην ποιούμενος τοὺς λόγους· τοῦτο δέ ἐστιν ἡ ψυχή. ΑΛ. ἔμοιγε δοκεῖ. ΣΩ. ψυχὴν ἄρα ἡμᾶς κελεύει γνωρίσαι ὁ ἐπιτάττων γνῶναι ἑαυτόν. ΑΛ. ἔοικεν. ΣΩ. ὅστις ἄρα τῶν τοῦ σώματός τι γιγνώσκει, τὰ αὑτοῦ ἀλλʼ οὐχ αὑτὸν ἔγνωκεν. ΑΛ. οὕτως. ΣΩ. οὐδεὶς ἄρα τῶν ἰατρῶν ἑαυτὸν γιγνώσκει, καθʼ ὅσον ἰατρός, οὐδὲ τῶν παιδοτριβῶν, καθʼ ὅσον παιδοτρίβης. ΑΛ. οὐκ ἔοικεν. ΣΩ. πολλοῦ ἄρα δέουσιν οἱ γεωργοὶ καὶ οἱ ἄλλοι δημιουργοὶ γιγνώσκειν ἑαυτούς. οὐδὲ γὰρ τὰ ἑαυτῶν οὗτοί γε, ὡς ἔοικεν, ἀλλʼ ἔτι πορρωτέρω τῶν ἑαυτῶν κατά γε τὰς τέχνας ἃς ἔχουσιν· τὰ γὰρ τοῦ σώματος γιγνώσκουσιν, οἷς τοῦτο θεραπεύεται. ΑΛ. ἀληθῆ λέγεις. ΣΩ. εἰ ἄρα σωφροσύνη ἐστὶ τὸ ἑαυτὸν γιγνώσκειν, οὐδεὶς τούτων σώφρων κατὰ τὴν τέχνην. ΑΛ. οὔ μοι δοκεῖ. ΣΩ. διὰ ταῦτα δὴ καὶ βάναυσοι αὗται αἱ τέχναι δοκοῦσιν εἶναι καὶ οὐκ ἀνδρὸς ἀγαθοῦ μαθήματα. ΑΛ. πάνυ μὲν οὖν. ΣΩ. οὐκοῦν πάλιν ὅστις αὖ σῶμα θεραπεύει, τὰ ἑαυτοῦ ἀλλʼ οὐχ αὑτὸν θεραπεύει; ΑΛ. κινδυνεύει. ΣΩ. ὅστις δέ γε τὰ χρήματα, οὔθʼ ἑαυτὸν οὔτε τὰ ἑαυτοῦ, ἀλλʼ ἔτι πορρωτέρω τῶν ἑαυτοῦ; ΑΛ. ἔμοιγε δοκεῖ. ΣΩ. οὐ τὰ αὑτοῦ ἄρα ἔτι πράττει ὁ χρηματιστής. ΑΛ. ὀρθῶς. ΣΩ. εἰ ἄρα τις γέγονεν ἐραστὴς τοῦ Ἀλκιβιάδου σώματος, οὐκ Ἀλκιβιάδου ἄρα ἠράσθη ἀλλά τινος τῶν Ἀλκιβιάδου. ΑΛ. ἀληθῆ λέγεις. ΣΩ. ὅστις δέ σου τῆς ψυχῆς ἐρᾷ; ΑΛ. ἀνάγκη φαίνεται ἐκ τοῦ λόγου. ΣΩ. οὐκοῦν ὁ μὲν τοῦ σώματός σου ἐρῶν, ἐπειδὴ λήγει ἀνθοῦν, ἀπιὼν οἴχεται; ΑΛ. φαίνεται. ΣΩ. ὁ δέ γε τῆς ψυχῆς ἐρῶν οὐκ ἄπεισιν, ἕως ἂν ἐπὶ τὸ βέλτιον ἴῃ; ΑΛ. εἰκός γε. ΣΩ. οὐκοῦν ἐγώ εἰμι ὁ οὐκ ἀπιὼν ἀλλὰ παραμένων λήγοντος τοῦ σώματος, τῶν ἄλλων ἀπεληλυθότων. ΑΛ. εὖ γε ποιῶν, ὦ Σώκρατες· καὶ μηδὲ ἀπέλθοις. ΣΩ. προθυμοῦ τοίνυν ὅτι κάλλιστος εἶναι. ΑΛ. ἀλλὰ προθυμήσομαι. ΣΩ. ὡς οὕτω γέ σοι ἔχει· οὔτʼ ἐγένεθʼ, ὡς ἔοικεν, Ἀλκιβιάδῃ τῷ Κλεινίου ἐραστὴς οὔτʼ ἔστιν ἀλλʼ ἢ εἷς μόνος, καὶ οὗτος ἀγαπητός, Σωκράτης ὁ Σωφρονίσκου καὶ Φαιναρέτης. ΑΛ. ἀληθῆ. ΣΩ. οὐκοῦν ἔφησθα σμικρὸν φθῆναί με προσελθόντα σοι, ἐπεὶ πρότερος ἄν μοι προσελθεῖν, βουλόμενος πυθέσθαι διʼ ὅτι μόνος οὐκ ἀπέρχομαι; ΑΛ. ἦν γὰρ οὕτω. ΣΩ. τοῦτο τοίνυν αἴτιον, ὅτι μόνος ἐραστὴς ἦν σός, οἱ δʼ ἄλλοι τῶν σῶν· τὰ δὲ σὰ λήγει ὥρας, σὺ δʼ ἄρχῃ ἀνθεῖν. καὶ νῦν γε ἂν μὴ διαφθαρῇς ὑπὸ τοῦ Ἀθηναίων δήμου καὶ αἰσχίων γένῃ, οὐ μή σε ἀπολίπω. τοῦτο γὰρ δὴ μάλιστα ἐγὼ φοβοῦμαι, μὴ δημεραστὴς ἡμῖν γενόμενος διαφθαρῇς· πολλοὶ γὰρ ἤδη καὶ ἀγαθοὶ αὐτὸ πεπόνθασιν Ἀθηναίων. εὐπρόσωπος γὰρ ὁ τοῦ μεγαλήτορος δῆμος Ἐρεχθέως· Hom. Il.. 2.547 ἀλλʼ ἀποδύντα χρὴ αὐτὸν θεάσασθαι. εὐλαβοῦ οὖν τὴν εὐλάβειαν ἣν ἐγὼ λέγω. ΑΛ. τίνα; ΣΩ. γύμνασαι πρῶτον, ὦ μακάριε, καὶ μάθε ἃ δεῖ μαθόντα ἰέναι ἐπὶ τὰ τῆς πόλεως, πρότερον δὲ μή, ἵνʼ ἀλεξιφάρμακα ἔχων ἴῃς καὶ μηδὲν πάθῃς δεινόν. ΑΛ. εὖ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες· ἀλλὰ πειρῶ ἐξηγεῖσθαι ὅντινʼ ἂν τρόπον ἐπιμεληθεῖμεν ἡμῶν αὐτῶν. ΣΩ. οὐκοῦν τοσοῦτον μὲν ἡμῖν εἰς τὸ πρόσθεν πεπέρανται —ὃ γὰρ ἐσμέν, ἐπιεικῶς ὡμολόγηται—ἐφοβούμεθα δὲ μὴ τούτου σφαλέντες λάθωμεν ἑτέρου τινὸς ἐπιμελόμενοι ἀλλʼ οὐχ ἡμῶν. ΑΛ. ἔστι ταῦτα. ΣΩ. καὶ μετὰ τοῦτο δὴ ὅτι ψυχῆς ἐπιμελητέον καὶ εἰς τοῦτο βλεπτέον. ΑΛ. δῆλον. ΣΩ. σωμάτων δὲ καὶ χρημάτων τὴν ἐπιμέλειαν ἑτέροις παραδοτέον. ΑΛ. τί μήν; ΣΩ. τίνʼ οὖν ἂν τρόπον γνοῖμεν αὐτὸ ἐναργέστατα; ἐπειδὴ τοῦτο γνόντες, ὡς ἔοικεν, καὶ ἡμᾶς αὐτοὺς γνωσόμεθα. ἆρα πρὸς θεῶν εὖ λέγοντος οὗ νυνδὴ ἐμνήσθημεν τοῦ Δελφικοῦ γράμματος οὐ συνίεμεν; ΑΛ. τὸ ποῖόν τι διανοούμενος λέγεις, ὦ Σώκρατες; ΣΩ. ἐγώ σοι φράσω, ὅ γε ὑποπτεύω λέγειν καὶ συμβουλεύειν ἡμῖν τοῦτο τὸ γράμμα. κινδυνεύει γὰρ οὐδὲ πολλαχοῦ εἶναι παράδειγμα αὐτοῦ, ἀλλὰ κατὰ τὴν ὄψιν μόνον. ΑΛ. πῶς τοῦτο λέγεις; ΣΩ. σκόπει καὶ σύ. εἰ ἡμῶν τῷ ὄμματι ὥσπερ ἀνθρώπῳ συμβουλεῦον εἶπεν ἰδὲ σαυτόν, πῶς ἂν ὑπελάβομεν τί παραινεῖν; ἆρα οὐχὶ εἰς τοῦτο βλέπειν, εἰς ὃ βλέπων ὁ ὀφθαλμὸς ἔμελλεν αὑτὸν ἰδεῖν; ΑΛ. δῆλον. ΣΩ. ἐννοῶμεν δὴ εἰς τί βλέποντες τῶν ὄντων ἐκεῖνό τε ὁρῷμεν ἅμα ἂν καὶ ἡμᾶς αὐτούς; ΑΛ. δῆλον δή, ὦ Σώκρατες, ὅτι εἰς κάτοπτρά τε καὶ τὰ τοιαῦτα. ΣΩ. ὀρθῶς λέγεις. οὐκοῦν καὶ τῷ ὀφθαλμῷ ᾧ ὁρῶμεν ἔνεστί τι τῶν τοιούτων; ΑΛ. πάνυ γε.