ΣΩ. τί δέ; γυνὴ ἀνδρὶ περὶ ὁπλιτικῆς δύναιτʼ ἂν ὁμονοεῖν μὴ μαθοῦσα; ΑΛ. οὐ δῆτα. ΣΩ. ἀνδρεῖον γὰρ τοῦτό γε ἴσως αὖ φαίης ἂν εἶναι. ΑΛ. ἔγωγε. ΣΩ. ἔστιν ἄρα τὰ μὲν γυναικεῖα, τὰ δὲ ἀνδρεῖα μαθήματα κατὰ τὸν σὸν λόγον. ΑΛ. πῶς δʼ οὔ; ΣΩ. οὐκ ἄρα ἔν γε τούτοις ἐστὶν ὁμόνοια γυναιξὶ πρὸς ἄνδρας. ΑΛ. οὔ. ΣΩ. οὐδʼ ἄρα φιλία, εἴπερ ἡ φιλία ὁμόνοια ἦν. ΑΛ. οὐ φαίνεται. ΣΩ. ἧι ἄρα αἱ γυναῖκες τὰ αὑτῶν πράττουσιν, οὐ φιλοῦνται ὑπὸ τῶν ἀνδρῶν. ΑΛ. οὐκ ἔοικεν. ΣΩ. οὐδʼ ἄρα οἱ ἄνδρες ὑπὸ τῶν γυναικῶν ᾗ τὰ αὑτῶν. ΑΛ. οὔ. ΣΩ. οὐδʼ εὖ ἄρα ταύτῃ οἰκοῦνται αἱ πόλεις, ὅταν τὰ αὑτῶν ἕκαστοι πράττωσιν; ΑΛ. οἶμαι ἔγωγε, ὦ Σώκρατες. ΣΩ. πῶς λέγεις, φιλίας μὴ παρούσης, ἧς ἔφαμεν ἐγγιγνομένης εὖ οἰκεῖσθαι τὰς πόλεις, ἄλλως δʼ οὔ; ΑΛ. ἀλλά μοι δοκεῖ καὶ κατὰ τοῦτʼ αὐτοῖς φιλία ἐγγίγνεσθαι, ὅτι τὰ αὑτῶν ἑκάτεροι πράττουσιν. ΣΩ. οὐκ ἄρτι γε· νῦν δὲ πῶς αὖ λέγεις; ὁμονοίας μὴ ἐγγιγνομένης φιλία ἐγγίγνεται; ἢ οἷόν θʼ ὁμόνοιαν ἐγγίγνεσθαι περὶ τούτων ὧν οἱ μὲν ἴσασι περὶ τούτων, οἱ δʼ οὔ; ΑΛ. ἀδύνατον. ΣΩ. δίκαια δὲ πράττουσιν ἢ ἄδικα, ὅταν τὰ αὑτῶν ἕκαστοι πράττωσιν; ΑΛ. δίκαια· πῶς γὰρ οὔ; ΣΩ. τὰ δίκαια οὖν πραττόντων ἐν τῇ πόλει τῶν πολιτῶν φιλία οὐκ ἐγγίγνεται πρὸς ἀλλήλους; ΑΛ. ἀνάγκη αὖ μοι δοκεῖ εἶναι, ὦ Σώκρατες. ΣΩ. τίνα οὖν ποτε λέγεις τὴν φιλίαν ἢ ὁμόνοιαν περὶ ἧς δεῖ ἡμᾶς σοφούς τε εἶναι καὶ εὐβούλους, ἵνα ἀγαθοὶ ἄνδρες ὦμεν; οὐ γὰρ δύναμαι μαθεῖν οὔθʼ ἥτις οὔτʼ ἐν οἷστισιν· τοτὲ μὲν γὰρ ἐν τοῖς αὐτοῖς φαίνεται ἐνοῦσα, τοτὲ δʼ οὔ, ὡς ἐκ τοῦ σοῦ λόγου. ΑΛ. ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐδʼ αὐτὸς οἶδʼ ὅτι λέγω, κινδυνεύω δὲ καὶ πάλαι λεληθέναι ἐμαυτὸν αἴσχιστα ἔχων. ΣΩ. ἀλλὰ χρὴ θαρρεῖν. εἰ μὲν γὰρ αὐτὸ ᾔσθου πεπονθὼς πεντηκονταετής, χαλεπὸν ἂν ἦν σοι ἐπιμεληθῆναι σαυτοῦ· νῦν δʼ ἣν ἔχεις ἡλικίαν, αὕτη ἐστὶν ἐν ᾗ δεῖ αὐτὸ αἰσθέσθαι. ΑΛ. τί οὖν τὸν αἰσθανόμενον χρὴ ποιεῖν, ὦ Σώκρατες; ΣΩ. ἀποκρίνεσθαι τὰ ἐρωτώμενα, ὦ Ἀλκιβιάδη· καὶ ἐὰν τοῦτο ποιῇς, ἂν θεὸς θέλῃ, εἴ τι δεῖ καὶ τῇ ἐμῇ μαντείᾳ πιστεύειν, σύ τε κἀγὼ βέλτιον σχήσομεν. ΑΛ. ἔσται ταῦτα ἕνεκά γε τοῦ ἐμὲ ἀποκρίνεσθαι. ΣΩ. φέρε δή, τί ἐστιν τὸ ἑαυτοῦ ἐπιμελεῖσθαι—μὴ πολλάκις λάθωμεν οὐχ ἡμῶν αὐτῶν ἐπιμελούμενοι, οἰόμενοι δέ —καὶ πότʼ ἄρα αὐτὸ ποιεῖ ἅνθρωπος; ἆρʼ ὅταν τῶν αὑτοῦ ἐπιμελῆται, τότε καὶ αὑτοῦ; ΑΛ. ἐμοὶ γοῦν δοκεῖ. ΣΩ. τί δέ; ποδῶν ἅνθρωπος ποτε ἐπιμελεῖται; ἆρʼ ὅταν ἐκείνων ἐπιμελῆται ἅ ἐστι τῶν ποδῶν; ΑΛ. οὐ μανθάνω. ΣΩ. καλεῖς δέ τι χειρός; οἷον δακτύλιον ἔστιν ὅτου ἂν ἄλλου τῶν τοῦ ἀνθρώπου φαίης ἢ δακτύλου; ΑΛ. οὐ δῆτα. ΣΩ. οὐκοῦν καὶ ποδὸς ὑπόδημα τὸν αὐτὸν τρόπον; ΑΛ. ναί. ΣΩ. καὶ ἱμάτια καὶ στρώματα τοῦ ἄλλου σώματος ὁμοίως; ΑΛ. ναί. ΣΩ. ἆρʼ οὖν ὅταν ὑποδημάτων ἐπιμελώμεθα, τότε ποδῶν ἐπιμελούμεθα; ΑΛ. οὐ πάνυ μανθάνω, ὦ Σώκρατες. ΣΩ. τί δέ, ὦ Ἀλκιβιάδη; ὀρθῶς ἐπιμελεῖσθαι καλεῖς τι ὁτουοῦν πράγματος; ΑΛ. ἔγωγε. ΣΩ. ἆρʼ οὖν ὅταν τίς τι βέλτιον ποιῇ, τότε ὀρθὴν λέγεις ἐπιμέλειαν; ΑΛ. ναί. ΣΩ. τίς οὖν τέχνη ὑποδήματα βελτίω ποιεῖ; ΑΛ. σκυτική. ΣΩ. σκυτικῇ ἄρα ὑποδημάτων ἐπιμελούμεθα; ΑΛ. ναί. ΣΩ. ἦ καὶ ποδὸς σκυτικῇ; ἢ ἐκείνῃ ᾗ πόδας βελτίους ποιοῦμεν; ΑΛ. ἐκείνῃ. ΣΩ. βελτίους δὲ πόδας οὐχ ᾗπερ καὶ τὸ ἄλλο σῶμα; ΑΛ. ἔμοιγε δοκεῖ. ΣΩ. αὕτη δʼ οὐ γυμναστική; ΑΛ. μάλιστα. ΣΩ. γυμναστικῇ μὲν ἄρα ποδὸς ἐπιμελούμεθα, σκυτικῇ δὲ τῶν τοῦ ποδός; ΑΛ. πάνυ γε. ΣΩ. καὶ γυμναστικῇ μὲν χειρῶν, δακτυλιογλυφίᾳ δὲ τῶν τῆς χειρός; ΑΛ. ναί. ΣΩ. καὶ γυμναστικῇ μὲν σώματος, ὑφαντικῇ δὲ καὶ ταῖς ἄλλαις τῶν τοῦ σώματος; ΑΛ. παντάπασι μὲν οὖν. ΣΩ. ἄλλῃ μὲν ἄρα τέχνῃ αὐτοῦ ἑκάστου ἐπιμελούμεθα, ἄλλῃ δὲ τῶν αὐτοῦ. ΑΛ. φαίνεται. ΣΩ. οὐκ ἄρα ὅταν τῶν σαυτοῦ ἐπιμελῇ, σαυτοῦ ἐπιμελῇ. ΑΛ. οὐδαμῶς. ΣΩ. οὐ γὰρ ἡ αὐτὴ τέχνη, ὡς ἔοικεν, ᾗ τις ἂν αὑτοῦ τε ἐπιμελοῖτο καὶ τῶν αὑτοῦ. ΑΛ. οὐ φαίνεται. ΣΩ. φέρε δή, ποίᾳ ποτʼ ἂν ἡμῶν αὐτῶν ἐπιμεληθείημεν; ΑΛ. οὐκ ἔχω λέγειν. ΣΩ. ἀλλὰ τοσόνδε γε ὡμολόγηται, ὅτι οὐχ ᾗ ἂν τῶν ἡμετέρων καὶ ὁτιοῦν βέλτιον ποιοῖμεν, ἀλλʼ ᾗ ἡμᾶς αὐτούς; ΑΛ. ἀληθῆ λέγεις. ΣΩ. ἦ οὖν ἔγνωμεν ἄν ποτε τίς τέχνη ὑπόδημα βέλτιον ποιεῖ, μὴ εἰδότες ὑπόδημα; ΑΛ. ἀδύνατον. ΣΩ. οὐδέ γε τίς τέχνη δακτυλίους βελτίους ποιεῖ, ἀγνοοῦντες δακτύλιον. ΑΛ. ἀληθῆ. ΣΩ. τί δέ; τίς τέχνη βελτίω ποιεῖ αὐτόν, ἆρʼ ἄν ποτε γνοῖμεν ἀγνοοῦντες τί ποτʼ ἐσμὲν αὐτοί; ΑΛ. ἀδύνατον. ΣΩ. πότερον οὖν δὴ ῥᾴδιον τυγχάνει τὸ γνῶναι ἑαυτόν, καί τις ἦν φαῦλος ὁ τοῦτο ἀναθεὶς εἰς τὸν ἐν Πυθοῖ νεών, ἢ χαλεπόν τι καὶ οὐχὶ παντός; ΑΛ. ἐμοὶ μέν, ὦ Σώκρατες, πολλάκις μὲν ἔδοξε παντὸς εἶναι, πολλάκις δὲ παγχάλεπον. ΣΩ. ἀλλʼ, ὦ Ἀλκιβιάδη, εἴτε ῥᾴδιον εἴτε μή ἐστιν, ὅμως γε ἡμῖν ὧδʼ ἔχει· γνόντες μὲν αὐτὸ τάχʼ ἂν γνοῖμεν τὴν ἐπιμέλειαν ἡμῶν αὐτῶν, ἀγνοοῦντες δὲ οὐκ ἄν ποτε. ΑΛ. ἔστι ταῦτα. ΣΩ. φέρε δή, τίνʼ ἂν τρόπον εὑρεθείη αὐτὸ ταὐτό; οὕτω μὲν γὰρ ἂν τάχʼ εὕροιμεν τί ποτʼ ἐσμὲν αὐτοί, τούτου δʼ ἔτι ὄντες ἐν ἀγνοίᾳ ἀδύνατοί που. ΑΛ. ὀρθῶς λέγεις. ΣΩ. ἔχε οὖν πρὸς Διός. τῷ διαλέγῃ σὺ νῦν; ἄλλο τι ἢ ἐμοί; ΑΛ. ναί. ΣΩ. οὐκοῦν καὶ ἐγὼ σοί; ΑΛ. ναί. ΣΩ. Σωκράτης ἄρʼ ἐστὶν ὁ διαλεγόμενος; ΑΛ. πάνυ γε. ΣΩ. Ἀλκιβιάδης δʼ ὁ ἀκούων; ΑΛ. ναί. ΣΩ. οὐκοῦν λόγῳ διαλέγεται ὁ Σωκράτης; ΑΛ. τί μήν; ΣΩ. τὸ δὲ διαλέγεσθαι καὶ τὸ λόγῳ χρῆσθαι ταὐτόν που καλεῖς. ΑΛ. πάνυ γε. ΣΩ. ὁ δὲ χρώμενος καὶ ᾧ χρῆται οὐκ ἄλλο; ΑΛ. πῶς λέγεις; ΣΩ. ὥσπερ σκυτοτόμος τέμνει που τομεῖ καὶ σμίλῃ καὶ ἄλλοις ὀργάνοις. ΑΛ. ναί. ΣΩ. οὐκοῦν ἄλλο μὲν ὁ τέμνων καὶ χρώμενος, ἄλλο δὲ οἷς τέμνων χρῆται; ΑΛ. πῶς γὰρ οὔ; ΣΩ. ἆρʼ οὖν οὕτως καὶ οἷς ὁ κιθαριστὴς κιθαρίζει καὶ αὐτὸς ὁ κιθαριστὴς ἄλλο ἂν εἴη; ΑΛ. ναί. ΣΩ. τοῦτο τοίνυν ἀρτίως ἠρώτων, εἰ ὁ χρώμενος καὶ ᾧ χρῆται ἀεὶ δοκεῖ ἕτερον εἶναι. ΑΛ. δοκεῖ. ΣΩ. τί οὖν φῶμεν τὸν σκυτοτόμον; τέμνειν ὀργάνοις μόνον ἢ καὶ χερσίν; ΑΛ. καὶ χερσίν. ΣΩ. χρῆται ἄρα καὶ ταύταις; ΑΛ. ναί. ΣΩ. ἦ καὶ τοῖς ὀφθαλμοῖς χρώμενος σκυτοτομεῖ; ΑΛ. ναί. ΣΩ. τὸν δὲ χρώμενον καὶ οἷς χρῆται ἕτερα ὁμολογοῦμεν; ΑΛ. ναί. ΣΩ. ἕτερον ἄρα σκυτοτόμος καὶ κιθαριστὴς χειρῶν καὶ ὀφθαλμῶν οἷς ἐργάζονται; ΑΛ. φαίνεται. ΣΩ. οὐκοῦν καὶ παντὶ τῷ σώματι χρῆται ἅνθρωπος; ΑΛ. πάνυ γε. ΣΩ. ἕτερον δʼ ἦν τό τε χρώμενον καὶ ᾧ χρῆται; ΑΛ. ναί. ΣΩ. ἕτερον ἄρα ἅνθρωπός ἐστι τοῦ σώματος τοῦ ἑαυτοῦ; ΑΛ. ἔοικεν. ΣΩ. τί ποτʼ οὖν ὁ ἄνθρωπος; ΑΛ. οὐκ ἔχω λέγειν. ΣΩ. ἔχεις μὲν οὖν, ὅτι γε τὸ τῷ σώματι χρώμενον. ΑΛ. ναί.