ΣΩ. οἶμαι δὲ κἂν Λαμπιδώ, τὴν Λεωτυχίδου μὲν θυγατέρα, Ἀρχιδάμου δὲ γυναῖκα, Ἄγιδος δὲ μητέρα, οἳ πάντες βασιλῆς γεγόνασιν, θαυμάσαι ἂν καὶ ταύτην εἰς τὰ παρὰ σφίσιν ὑπάρχοντα ἀποβλέψασαν, εἰ σὺ ἐν νῷ ἔχεις τῷ ὑεῖ αὐτῆς διαγωνίζεσθαι οὕτω κακῶς ἠγμένος. καίτοι οὐκ αἰσχρὸν δοκεῖ εἶναι, εἰ αἱ τῶν πολεμίων γυναῖκες βέλτιον περὶ ἡμῶν διανοοῦνται, οἵους χρὴ ὄντας σφίσιν ἐπιχειρεῖν, ἢ ἡμεῖς περὶ ἡμῶν αὐτῶν; ἀλλʼ, ὦ μακάριε, πειθόμενος ἐμοί τε καὶ τῷ ἐν Δελφοῖς γράμματι, γνῶθι σαυτόν, ὅτι οὗτοι ἡμῖν εἰσιν ἀντίπαλοι, ἀλλʼ οὐχ οὓς σὺ οἴει· ὧν ἄλλῳ μὲν οὐδʼ ἂν ἑνὶ περιγενοίμεθα, εἰ μή περ ἐπιμελείᾳ γε ἂν καὶ τέχνῃ. ὧν σὺ εἰ ἀπολειφθήσῃ, καὶ τοῦ ὀνομαστὸς γενέσθαι ἀπολειφθήσῃ ἐν Ἕλλησί τε καὶ βαρβάροις, οὗ μοι δοκεῖς ἐρᾶν ὡς οὐδεὶς ἄλλος ἄλλου. ΑΛ. τίνα οὖν χρὴ τὴν ἐπιμέλειαν, ὦ Σώκρατες, ποιεῖσθαι; ἔχεις ἐξηγήσασθαι; παντὸς γὰρ μᾶλλον ἔοικας ἀληθῆ εἰρηκότι. ΣΩ. ναί· ἀλλὰ γὰρ κοινὴ βουλὴ ᾧτινι τρόπῳ ἂν ὅτι βέλτιστοι γενοίμεθα. ἐγὼ γάρ τοι οὐ περὶ μὲν σοῦ λέγω ὡς χρὴ παιδευθῆναι, περὶ ἐμοῦ δὲ οὔ· οὐ γὰρ ἔσθʼ ὅτῳ σου διαφέρω πλήν γʼ ἑνί. ΑΛ. τίνι; ΣΩ. ὁ ἐπίτροπος ὁ ἐμὸς βελτίων ἐστὶ καὶ σοφώτερος ἢ Περικλῆς ὁ σός. ΑΛ. τίς οὗτος, ὦ Σώκρατες; ΣΩ. θεός, ὦ Ἀλκιβιάδη, ὅσπερ σοί με οὐκ εἴα πρὸ τῆσδε τῆς ἡμέρας διαλεχθῆναι· ᾧ καὶ πιστεύων λέγω ὅτι ἡ ἐπιφάνεια διʼ οὐδενὸς ἄλλου σοι ἔσται ἢ διʼ ἐμοῦ. ΑΛ. παίζεις, ὦ Σώκρατες. ΣΩ. ἴσως· λέγω μέντοι ἀληθῆ, ὅτι ἐπιμελείας δεόμεθα, μᾶλλον μὲν πάντες ἄνθρωποι, ἀτὰρ νώ γε καὶ μάλα σφόδρα. ΑΛ. ὅτι μὲν ἐγώ, οὐ ψεύδῃ. ΣΩ. οὐδὲ μὴν ὅτι γε ἐγώ. ΑΛ. τί οὖν ἂν ποιοῖμεν; ΣΩ. οὐκ ἀπορρητέον οὐδὲ μαλθακιστέον, ὦ ἑταῖρε. ΑΛ. οὔτοι δὴ πρέπει γʼ, ὦ Σώκρατες. ΣΩ. οὐ γάρ, ἀλλὰ σκεπτέον κοινῇ. καί μοι λέγε· φαμὲν γὰρ δὴ ὡς ἄριστοι βούλεσθαι γενέσθαι. ἦ γάρ; ΑΛ. ναί. ΣΩ. τίνα ἀρετήν; ΑΛ. δῆλον ὅτι ἥνπερ οἱ ἄνδρες οἱ ἀγαθοί. ΣΩ. οἱ τί ἀγαθοί; ΑΛ. δῆλον ὅτι οἱ πράττειν τὰ πράγματα. ΣΩ. ποῖα; ἆρα τὰ ἱππικά; ΑΛ. οὐ δῆτα. ΣΩ. παρὰ τοὺς ἱππικοὺς γὰρ ἂν ᾖμεν; ΑΛ. ναί. ΣΩ. ἀλλὰ τὰ ναυτικὰ λέγεις; ΑΛ. οὔ. ΣΩ. παρὰ τοὺς ναυτικοὺς γὰρ ἂν ᾖμεν; ΑΛ. ναί. ΣΩ. ἀλλὰ ποῖα; ἃ τίνες πράττουσιν; ΑΛ. ἅπερ Ἀθηναίων οἱ καλοὶ κἀγαθοί. ΣΩ. καλοὺς δὲ κἀγαθοὺς λέγεις τοὺς φρονίμους ἢ τοὺς ἄφρονας; ΑΛ. τοὺς φρονίμους. ΣΩ. οὐκοῦν ὃ ἕκαστος φρόνιμος, τοῦτʼ ἀγαθός; ΑΛ. ναί. ΣΩ. ὃ δὲ ἄφρων, πονηρός; ΑΛ. πῶς γὰρ οὔ; ΣΩ. ἆρʼ οὖν ὁ σκυτοτόμος φρόνιμος εἰς ὑποδημάτων ἐργασίαν; ΑΛ. πάνυ γε. ΣΩ. ἀγαθὸς ἄρʼ εἰς αὐτά; ΑΛ. ἀγαθός. ΣΩ. τί δʼ; εἰς ἱματίων ἐργασίαν οὐκ ἄφρων ὁ σκυτοτόμος; ΑΛ. ναί. ΣΩ. κακὸς ἄρα εἰς τοῦτο; ΑΛ. ναί. ΣΩ. ὁ αὐτὸς ἄρα τούτῳ γε τῷ λόγῳ κακός τε καὶ ἀγαθός. ΑΛ. φαίνεται. ΣΩ. ἦ οὖν λέγεις τοὺς ἀγαθοὺς ἄνδρας εἶναι καὶ κακούς; ΑΛ. οὐ δῆτα. ΣΩ. ἀλλὰ τίνας ποτὲ τοὺς ἀγαθοὺς λέγεις; ΑΛ. τοὺς δυναμένους ἔγωγε ἄρχειν ἐν τῇ πόλει. ΣΩ. οὐ δήπου ἵππων γε; ΑΛ. οὐ δῆτα. ΣΩ. ἀλλʼ ἀνθρώπων; ΑΛ. ναί. ΣΩ. ἆρα καμνόντων; ΑΛ. οὔ. ΣΩ. ἀλλὰ πλεόντων; ΑΛ. οὔ φημι. ΣΩ. ἀλλὰ θεριζόντων; ΑΛ. οὔ. ΣΩ. ἀλλʼ οὐδὲν ποιούντων ἤ τι ποιούντων; ΑΛ. ποιούντων λέγω. ΣΩ. τί; πειρῶ καὶ ἐμοὶ δηλῶσαι. ΑΛ. οὐκοῦν τῶν καὶ συμβαλλόντων ἑαυτοῖς καὶ χρωμένων ἀλλήλοις, ὥσπερ ἡμεῖς ζῶμεν ἐν ταῖς πόλεσιν. ΣΩ. οὐκοῦν ἀνθρώπων λέγεις ἄρχειν ἀνθρώποις χρωμένων; ΑΛ. ναί. ΣΩ. ἆρα κελευστῶν χρωμένων ἐρέταις; ΑΛ. οὐ δῆτα. ΣΩ. κυβερνητικὴ γὰρ αὕτη γε ἀρετή; ΑΛ. ναί. ΣΩ. ἀλλʼ ἀνθρώπων λέγεις ἄρχειν αὐλητῶν, ἀνθρώποις ἡγουμένων ᾠδῆς καὶ χρωμένων χορευταῖς; ΑΛ. οὐ δῆτα. ΣΩ. χοροδιδασκαλικὴ γὰρ αὕτη γʼ αὖ; ΑΛ. πάνυ γε. ΣΩ. ἀλλὰ τί ποτε λέγεις χρωμένων ἀνθρώπων ἀνθρώποις οἷόν τʼ εἶναι ἄρχειν; ΑΛ. κοινωνούντων ἔγωγε λέγω πολιτείας καὶ συμβαλλόντων πρὸς ἀλλήλους, τούτων ἄρχειν τῶν ἐν τῇ πόλει. ΣΩ. τίς οὖν αὕτη ἡ τέχνη; ὥσπερ ἂν εἴ σε ἐροίμην πάλιν τὰ νυνδή, κοινωνούντων ναυτιλίας ἐπίστασθαι ἄρχειν τίς ποιεῖ τέχνη; ΑΛ. κυβερνητική. ΣΩ. κοινωνούντων δʼ ᾠδῆς, ὡς νυνδὴ ἐλέγετο, τις ἐπιστήμη ποιεῖ ἄρχειν; ΑΛ. ἥνπερ σὺ ἄρτι ἔλεγες, ἡ χοροδιδασκαλία. ΣΩ. τί δέ; πολιτείας κοινωνούντων τίνα καλεῖς ἐπιστήμην; ΑΛ. εὐβουλίαν ἔγωγε, ὦ Σώκρατες. ΣΩ. τί δέ; μῶν ἀβουλία δοκεῖ εἶναι ἡ τῶν κυβερνητῶν; ΑΛ. οὐ δῆτα. ΣΩ. ἀλλʼ εὐβουλία; ΑΛ. ἔμοιγε δοκεῖ, εἴς γε τὸ σῴζεσθαι πλέοντας. ΣΩ. καλῶς λέγεις. τί δέ; ἣν σὺ λέγεις εὐβουλίαν, εἰς τί ἐστιν; ΑΛ. εἰς τὸ ἄμεινον τὴν πόλιν διοικεῖν καὶ σῴζεσθαι. ΣΩ. ἄμεινον δὲ διοικεῖται καὶ σῴζεται τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου; ὥσπερ ἂν εἰ σύ με ἔροιο· ἄμεινον διοικεῖται σῶμα καὶ σῴζεται τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου; εἴποιμʼ ἂν ὅτι ὑγιείας μὲν παραγιγνομένης, νόσου δὲ ἀπογιγνομένης. οὐ καὶ σὺ οἴει οὕτως; ΑΛ. ναί. ΣΩ. καὶ εἴ μʼ αὖ ἔροιο· τίνος δὲ παραγιγνομένου ἄμεινον ὄμματα; ὡσαύτως εἴποιμʼ ἂν ὅτι ὄψεως μὲν παραγιγνομένης, τυφλότητος δὲ ἀπογιγνομένης. καὶ ὦτα δὲ κωφότητος μὲν ἀπογιγνομένης, ἀκοῆς δὲ ἐγγιγνομένης βελτίω τε γίγνεται καὶ ἄμεινον θεραπεύεται. ΑΛ. ὀρθῶς. ΣΩ. τί δὲ δή; πόλις τίνος παραγιγνομένου καὶ ἀπογιγνομένου βελτίων τε γίγνεται καὶ ἄμεινον θεραπεύεται καὶ διοικεῖται; ΑΛ. ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ὅταν φιλία μὲν αὐτοῖς γίγνηται πρὸς ἀλλήλους, τὸ μισεῖν δὲ καὶ στασιάζειν ἀπογίγνηται. ΣΩ. ἆρʼ οὖν φιλίαν λέγεις ὁμόνοιαν ἢ διχόνοιαν; ΑΛ. ὁμόνοιαν. ΣΩ. διὰ τίνʼ οὖν τέχνην ὁμονοοῦσιν αἱ πόλεις περὶ ἀριθμούς; ΑΛ. διὰ τὴν ἀριθμητικήν. ΣΩ. τί δὲ οἱ ἰδιῶται; οὐ διὰ τὴν αὐτήν; ΑΛ. ναί. ΣΩ. οὐκοῦν καὶ αὐτὸς αὑτῷ ἕκαστος; ΑΛ. ναί. ΣΩ. διὰ τίνα δὲ τέχνην ἕκαστος αὐτὸς αὑτῷ ὁμονοεῖ περὶ σπιθαμῆς καὶ πήχεος ὁπότερον μεῖζον; οὐ διὰ τὴν μετρητικήν; ΑΛ. τί μήν; ΣΩ. οὐκοῦν καὶ οἱ ἰδιῶται ἀλλήλοις καὶ αἱ πόλεις; ΑΛ. ναί. ΣΩ. τί δέ; περὶ σταθμοῦ οὐχ ὡσαύτως; ΑΛ. φημί. ΣΩ. ἣν δὲ δὴ σὺ λέγεις ὁμόνοιαν, τίς ἐστι καὶ περὶ τοῦ, καὶ τίς αὐτὴν τέχνη παρασκευάζει; καὶ ἆρα ἥπερ πόλει, αὑτὴ καὶ ἰδιώτῃ, αὐτῷ τε πρὸς αὑτὸν καὶ πρὸς ἄλλον; ΑΛ. εἰκός γέ τοι. ΣΩ. τίς οὖν ἔστι; μὴ κάμῃς ἀποκρινόμενος, ἀλλὰ προθυμοῦ εἰπεῖν. ΑΛ. ἐγὼ μὲν οἶμαι φιλίαν τε λέγειν καὶ ὁμόνοιαν, ἥνπερ πατήρ τε ὑὸν φιλῶν ὁμονοεῖ καὶ μήτηρ, καὶ ἀδελφὸς ἀδελφῷ καὶ γυνὴ ἀνδρί. ΣΩ. οἴει ἂν οὖν, ὦ Ἀλκιβιάδη, ἄνδρα γυναικὶ περὶ ταλασιουργίας δύνασθαι ὁμονοεῖν, τὸν μὴ ἐπιστάμενον τῇ ἐπισταμένῃ; ΑΛ. οὐ δῆτα. ΣΩ. οὐδέ γε δεῖ οὐδέν· γυναικεῖον γὰρ τοῦτό γε μάθημα. ΑΛ. ναί.