<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="123"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ὥστε εὖ χρὴ εἰδέναι ὅτι
                            καὶ χρυσῷ καὶ ἀργύρῳ οἱ ἐκεῖ πλουσιώτατοί εἰσιν τῶν Ἑλλήνων, καὶ αὐτῶν
                            ἐκείνων ὁ βασιλεύς· ἔκ τε γὰρ τῶν τοιούτων μέγισται λήψεις καὶ πλεῖσταί
                            εἰσι τοῖς βασιλεῦσιν, ἔτι δὲ καὶ ὁ βασιλικὸς φόρος οὐκ ὀλίγος γίγνεται,
                            ὃν τελοῦσιν οἱ Λακεδαιμόνιοι 
<milestone unit="section" resp="Stephanus" n="123b"/> τοῖς
                            βασιλεῦσιν. καὶ τὰ μὲν Λακεδαιμονίων ὡς πρὸς Ἑλληνικοὺς μὲν πλούτους
                            μεγάλα, ὡς δὲ πρὸς τοὺς Περσικοὺς καὶ τοῦ ἐκείνων βασιλέως οὐδέν. ἐπεί
                            ποτʼ ἐγὼ ἤκουσα ἀνδρὸς ἀξιοπίστου τῶν ἀναβεβηκότων παρὰ βασιλέα, ὃς ἔφη
                            παρελθεῖν χώραν πάνυ πολλὴν καὶ ἀγαθήν, ἐγγὺς ἡμερησίαν ὁδόν, ἣν καλεῖν
                            τοὺς ἐπιχωρίους ζώνην τῆς βασιλέως γυναικός· εἶναι δὲ καὶ ἄλλην ἣν αὖ
                            καλεῖσθαι 
<milestone unit="section" resp="Stephanus" n="123c"/> καλύπτραν, καὶ ἄλλους
                            πολλοὺς τόπους καλοὺς καὶ ἀγαθοὺς εἰς τὸν κόσμον ἐξῃρημένους τὸν τῆς
                            γυναικός, καὶ ὀνόματα ἔχειν ἑκάστους τῶν τόπων ἀπὸ ἑκάστου τῶν κόσμων.
                            ὥστʼ οἶμαι ἐγώ, εἴ τις εἴποι τῇ βασιλέως μητρί, Ξέρξου δὲ γυναικί,
                            Ἀμήστριδι, ὅτι ἐν νῷ ἔχει σοῦ τῷ ὑεῖ ἀντιτάττεσθαι ὁ Δεινομάχης ὑός, ᾗ
                            ἔστι κόσμος ἴσως ἄξιος μνῶν πεντήκοντα εἰ πάνυ πολλοῦ, τῷ δʼ ὑεῖ αὐτῆς
                            γῆς πλέθρα Ἐρχίασιν οὐδὲ τριακόσια, θαυμάσαι ἂν ὅτῳ ποτὲ πιστεύων
<milestone unit="section" resp="Stephanus" n="123d"/> ἐν νῷ ἔχει οὗτος ὁ Ἀλκιβιάδης τῷ
                            Ἀρτοξέρξῃ διαγωνίζεσθαι, καὶ οἶμαι ἂν αὐτὴν εἰπεῖν ὅτι οὐκ ἔσθʼ ὅτῳ ἄλλῳ
                            πιστεύων οὗτος ἀνὴρ ἐπιχειρεῖ πλὴν ἐπιμελείᾳ τε καὶ σοφίᾳ· ταῦτα γὰρ
                            μόνα ἄξια λόγου ἐν Ἕλλησιν. ἐπεὶ εἴ γε πύθοιτο ὅτι Ἀλκιβιάδης οὗτος νῦν
                            ἐπιχειρεῖ πρῶτον μὲν ἔτη οὐδέπω γεγονὼς σφόδρα εἴκοσιν, ἔπειτα
                            παντάπασιν ἀπαίδευτος, πρὸς δὲ τούτοις, τοῦ ἐραστοῦ αὐτῷ λέγοντος ὅτι
                            χρὴ πρῶτον μαθόντα καὶ ἐπιμεληθέντα αὑτοῦ 
<milestone unit="section" resp="Stephanus" n="123e"/> καὶ ἀσκήσαντα οὕτως ἰέναι διαγωνιούμενον βασιλεῖ, οὐκ
                            ἐθέλει, ἀλλά φησιν ἐξαρκεῖν καὶ ὡς ἔχει, οἶμαι ἂν αὐτὴν θαυμάσαι τε καὶ
                            ἐρέσθαι· <q>τί οὖν ποτʼ ἔστιν ὅτῳ πιστεύει τὸ μειράκιον;</q> εἰ
                            οὖν λέγοιμεν ὅτι κάλλει τε καὶ μεγέθει καὶ γένει καὶ πλούτῳ καὶ φύσει
                            τῆς ψυχῆς, ἡγήσαιτʼ ἂν ἡμᾶς, ὦ Ἀλκιβιάδη, μαίνεσθαι πρὸς τὰ παρὰ σφίσιν
                            ἀποβλέψασα πάντα τὰ τοιαῦτα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="124"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> οἶμαι δὲ κἂν Λαμπιδώ, τὴν 
         
        <milestone n="124" unit="page"/><milestone unit="section" resp="Stephanus" n="124a"/>
                        Λεωτυχίδου μὲν θυγατέρα, Ἀρχιδάμου δὲ γυναῖκα, Ἄγιδος δὲ μητέρα, οἳ πάντες βασιλῆς
                            γεγόνασιν, θαυμάσαι ἂν καὶ ταύτην εἰς τὰ παρὰ σφίσιν ὑπάρχοντα
                            ἀποβλέψασαν, εἰ σὺ ἐν νῷ ἔχεις τῷ ὑεῖ αὐτῆς διαγωνίζεσθαι οὕτω κακῶς
                            ἠγμένος. καίτοι οὐκ αἰσχρὸν δοκεῖ εἶναι, εἰ αἱ τῶν πολεμίων γυναῖκες
                            βέλτιον περὶ ἡμῶν διανοοῦνται, οἵους χρὴ ὄντας σφίσιν ἐπιχειρεῖν, ἢ
                            ἡμεῖς περὶ ἡμῶν αὐτῶν; ἀλλʼ, ὦ μακάριε, πειθόμενος ἐμοί τε καὶ τῷ ἐν
                            Δελφοῖς γράμματι, γνῶθι 
<milestone unit="section" resp="Stephanus" n="124b"/> σαυτόν, ὅτι
                            οὗτοι ἡμῖν εἰσιν ἀντίπαλοι, ἀλλʼ οὐχ οὓς σὺ οἴει· ὧν ἄλλῳ μὲν οὐδʼ ἂν
                            ἑνὶ περιγενοίμεθα, εἰ μή περ ἐπιμελείᾳ γε ἂν καὶ τέχνῃ. ὧν σὺ εἰ
                            ἀπολειφθήσῃ, καὶ τοῦ ὀνομαστὸς γενέσθαι ἀπολειφθήσῃ ἐν Ἕλλησί τε καὶ
                            βαρβάροις, οὗ μοι δοκεῖς ἐρᾶν ὡς οὐδεὶς ἄλλος ἄλλου.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τίνα οὖν χρὴ τὴν ἐπιμέλειαν, ὦ Σώκρατες, ποιεῖσθαι; ἔχεις ἐξηγήσασθαι;
                            παντὸς γὰρ μᾶλλον ἔοικας ἀληθῆ εἰρηκότι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ναί· ἀλλὰ γὰρ κοινὴ βουλὴ ᾧτινι τρόπῳ ἂν ὅτι 
<milestone unit="section" resp="Stephanus" n="124c"/> βέλτιστοι γενοίμεθα. ἐγὼ γάρ τοι οὐ περὶ μὲν σοῦ λέγω ὡς
                            χρὴ παιδευθῆναι, περὶ ἐμοῦ δὲ οὔ· οὐ γὰρ ἔσθʼ ὅτῳ σου διαφέρω πλήν γʼ
                            ἑνί.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τίνι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ ἐπίτροπος ὁ ἐμὸς βελτίων ἐστὶ καὶ σοφώτερος ἢ Περικλῆς ὁ σός.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τίς οὗτος, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θεός, ὦ Ἀλκιβιάδη, ὅσπερ σοί με οὐκ εἴα πρὸ τῆσδε τῆς ἡμέρας διαλεχθῆναι·  ᾧ καὶ πιστεύων λέγω ὅτι ἡ ἐπιφάνεια διʼ οὐδενὸς ἄλλου σοι ἔσται ἢ διʼ
                            ἐμοῦ. </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="124d"/><label>ΑΛ.</label> παίζεις, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴσως· λέγω μέντοι ἀληθῆ, ὅτι ἐπιμελείας δεόμεθα, μᾶλλον μὲν πάντες
                            ἄνθρωποι, ἀτὰρ νώ γε καὶ μάλα σφόδρα.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὅτι μὲν ἐγώ, οὐ ψεύδῃ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ μὴν ὅτι γε ἐγώ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί οὖν ἂν ποιοῖμεν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἀπορρητέον οὐδὲ μαλθακιστέον, ὦ ἑταῖρε.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔτοι δὴ πρέπει γʼ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γάρ, ἀλλὰ σκεπτέον κοινῇ. καί μοι λέγε· 
<milestone unit="section" resp="Stephanus" n="124e"/>
                   φαμὲν γὰρ δὴ ὡς ἄριστοι βούλεσθαι γενέσθαι. ἦ γάρ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίνα ἀρετήν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> δῆλον ὅτι ἥνπερ οἱ ἄνδρες οἱ ἀγαθοί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἱ τί ἀγαθοί;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> δῆλον ὅτι οἱ πράττειν τὰ πράγματα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ποῖα; ἆρα τὰ ἱππικά;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> παρὰ τοὺς ἱππικοὺς γὰρ ἂν ᾖμεν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τὰ ναυτικὰ λέγεις;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> παρὰ τοὺς ναυτικοὺς γὰρ ἂν ᾖμεν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ ποῖα; ἃ τίνες πράττουσιν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἅπερ Ἀθηναίων οἱ καλοὶ κἀγαθοί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="125"><p><said who="#Σωκράτης"><milestone n="125" unit="page"/><milestone unit="section" resp="Stephanus" n="125a"/><label>ΣΩ.</label> καλοὺς δὲ κἀγαθοὺς λέγεις τοὺς φρονίμους ἢ τοὺς ἄφρονας;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τοὺς φρονίμους.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὃ ἕκαστος φρόνιμος, τοῦτʼ ἀγαθός;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὃ δὲ ἄφρων, πονηρός;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ὁ σκυτοτόμος φρόνιμος εἰς ὑποδημάτων ἐργασίαν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀγαθὸς ἄρʼ εἰς αὐτά;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀγαθός.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ; εἰς ἱματίων ἐργασίαν οὐκ ἄφρων ὁ σκυτοτόμος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="125b"/><label>ΣΩ.</label> κακὸς ἄρα εἰς τοῦτο;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ αὐτὸς ἄρα τούτῳ γε τῷ λόγῳ κακός τε καὶ ἀγαθός.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ οὖν λέγεις τοὺς ἀγαθοὺς ἄνδρας εἶναι καὶ κακούς;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τίνας ποτὲ τοὺς ἀγαθοὺς λέγεις;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τοὺς δυναμένους ἔγωγε ἄρχειν ἐν τῇ πόλει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ δήπου ἵππων γε;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἀνθρώπων;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα καμνόντων;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ πλεόντων;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔ φημι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ θεριζόντων;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔ. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="125c"/><label>ΣΩ.</label> ἀλλʼ οὐδὲν ποιούντων ἤ τι ποιούντων;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ποιούντων λέγω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί; πειρῶ καὶ ἐμοὶ δηλῶσαι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκοῦν τῶν καὶ συμβαλλόντων ἑαυτοῖς καὶ χρωμένων ἀλλήλοις, ὥσπερ ἡμεῖς
                            ζῶμεν ἐν ταῖς πόλεσιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἀνθρώπων λέγεις ἄρχειν ἀνθρώποις χρωμένων;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα κελευστῶν χρωμένων ἐρέταις;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κυβερνητικὴ γὰρ αὕτη γε ἀρετή;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἀνθρώπων λέγεις ἄρχειν αὐλητῶν, ἀνθρώποις 
<milestone unit="section" resp="Stephanus" n="125d"/>
            ἡγουμένων ᾠδῆς καὶ χρωμένων χορευταῖς;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> χοροδιδασκαλικὴ γὰρ αὕτη γʼ αὖ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τί ποτε λέγεις χρωμένων ἀνθρώπων ἀνθρώποις οἷόν τʼ εἶναι ἄρχειν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> κοινωνούντων ἔγωγε λέγω πολιτείας καὶ συμβαλλόντων πρὸς ἀλλήλους, τούτων
                            ἄρχειν τῶν ἐν τῇ πόλει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς οὖν αὕτη ἡ τέχνη; ὥσπερ ἂν εἴ σε ἐροίμην πάλιν τὰ νυνδή, κοινωνούντων
                            ναυτιλίας ἐπίστασθαι ἄρχειν τίς ποιεῖ τέχνη;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> κυβερνητική. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="125e"/><label>ΣΩ.</label> κοινωνούντων δʼ ᾠδῆς, ὡς νυνδὴ ἐλέγετο, τις ἐπιστήμη ποιεῖ ἄρχειν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἥνπερ σὺ ἄρτι ἔλεγες, ἡ χοροδιδασκαλία.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; πολιτείας κοινωνούντων τίνα καλεῖς ἐπιστήμην;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εὐβουλίαν ἔγωγε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; μῶν ἀβουλία δοκεῖ εἶναι ἡ τῶν κυβερνητῶν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ εὐβουλία;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="126"><p><said who="#Ἀλκιβιάδης"><milestone n="126" unit="page"/><milestone unit="section" resp="Stephanus" n="126a"/><label>ΑΛ.</label> ἔμοιγε δοκεῖ, εἴς γε τὸ σῴζεσθαι πλέοντας.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς λέγεις. τί δέ; ἣν σὺ λέγεις εὐβουλίαν, εἰς τί ἐστιν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἰς τὸ ἄμεινον τὴν πόλιν διοικεῖν καὶ σῴζεσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄμεινον δὲ διοικεῖται καὶ σῴζεται τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου;
                            ὥσπερ ἂν εἰ σύ με ἔροιο· <q>ἄμεινον διοικεῖται σῶμα καὶ σῴζεται
                            τίνος παραγιγνομένου ἢ ἀπογιγνομένου;</q> εἴποιμʼ ἂν ὅτι ὑγιείας μὲν
                            παραγιγνομένης, νόσου δὲ ἀπογιγνομένης. οὐ καὶ σὺ οἴει οὕτως; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="126b"/><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ εἴ μʼ αὖ ἔροιο· <q>τίνος δὲ παραγιγνομένου ἄμεινον ὄμματα;</q>
                            ὡσαύτως εἴποιμʼ ἂν ὅτι ὄψεως μὲν παραγιγνομένης, τυφλότητος δὲ
                            ἀπογιγνομένης. καὶ ὦτα δὲ κωφότητος μὲν ἀπογιγνομένης, ἀκοῆς δὲ
                            ἐγγιγνομένης βελτίω τε γίγνεται καὶ ἄμεινον θεραπεύεται.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὀρθῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δή; πόλις τίνος παραγιγνομένου καὶ ἀπογιγνομένου βελτίων τε
                            γίγνεται καὶ ἄμεινον θεραπεύεται καὶ διοικεῖται; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="126c"/><label>ΑΛ.</label> ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ὅταν φιλία μὲν αὐτοῖς γίγνηται πρὸς ἀλλήλους,
                            τὸ μισεῖν δὲ καὶ στασιάζειν ἀπογίγνηται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν φιλίαν λέγεις ὁμόνοιαν ἢ διχόνοιαν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὁμόνοιαν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διὰ τίνʼ οὖν τέχνην ὁμονοοῦσιν αἱ πόλεις περὶ ἀριθμούς;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> διὰ τὴν ἀριθμητικήν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ οἱ ἰδιῶται; οὐ διὰ τὴν αὐτήν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ αὐτὸς αὑτῷ ἕκαστος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διὰ τίνα δὲ τέχνην ἕκαστος αὐτὸς αὑτῷ ὁμονοεῖ 
<milestone unit="section" resp="Stephanus" n="126d"/>
             περὶ σπιθαμῆς καὶ πήχεος ὁπότερον μεῖζον; οὐ διὰ τὴν
                            μετρητικήν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ οἱ ἰδιῶται ἀλλήλοις καὶ αἱ πόλεις;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; περὶ σταθμοῦ οὐχ ὡσαύτως;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἣν δὲ δὴ σὺ λέγεις ὁμόνοιαν, τίς ἐστι καὶ περὶ τοῦ, καὶ τίς αὐτὴν τέχνη
                            παρασκευάζει; καὶ ἆρα ἥπερ πόλει, αὑτὴ καὶ ἰδιώτῃ, αὐτῷ τε πρὸς αὑτὸν
                            καὶ πρὸς ἄλλον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἰκός γέ τοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς οὖν ἔστι; μὴ κάμῃς ἀποκρινόμενος, ἀλλὰ 
<milestone unit="section" resp="Stephanus" n="126e"/> προθυμοῦ εἰπεῖν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἐγὼ μὲν οἶμαι φιλίαν τε λέγειν καὶ ὁμόνοιαν, ἥνπερ πατήρ τε ὑὸν φιλῶν
                            ὁμονοεῖ καὶ μήτηρ, καὶ ἀδελφὸς ἀδελφῷ καὶ γυνὴ ἀνδρί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἴει ἂν οὖν, ὦ Ἀλκιβιάδη, ἄνδρα γυναικὶ περὶ ταλασιουργίας δύνασθαι
                            ὁμονοεῖν, τὸν μὴ ἐπιστάμενον τῇ ἐπισταμένῃ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδέ γε δεῖ οὐδέν· γυναικεῖον γὰρ τοῦτό γε μάθημα.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="127"><p><said who="#Σωκράτης"><milestone n="127" unit="page"/><milestone unit="section" resp="Stephanus" n="127a"/><label>ΣΩ.</label> τί δέ; γυνὴ ἀνδρὶ περὶ ὁπλιτικῆς δύναιτʼ ἂν ὁμονοεῖν μὴ μαθοῦσα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀνδρεῖον γὰρ τοῦτό γε ἴσως αὖ φαίης ἂν εἶναι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστιν ἄρα τὰ μὲν γυναικεῖα, τὰ δὲ ἀνδρεῖα μαθήματα κατὰ τὸν σὸν
                            λόγον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα ἔν γε τούτοις ἐστὶν ὁμόνοια γυναιξὶ πρὸς ἄνδρας.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἄρα φιλία, εἴπερ ἡ φιλία ὁμόνοια ἦν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἧι ἄρα αἱ γυναῖκες τὰ αὑτῶν πράττουσιν, οὐ φιλοῦνται ὑπὸ τῶν ἀνδρῶν.</said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="127b"/><label>ΑΛ.</label> οὐκ ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἄρα οἱ ἄνδρες ὑπὸ τῶν γυναικῶν ᾗ τὰ αὑτῶν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ εὖ ἄρα ταύτῃ οἰκοῦνται αἱ πόλεις, ὅταν τὰ αὑτῶν ἕκαστοι
                            πράττωσιν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οἶμαι ἔγωγε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς λέγεις, φιλίας μὴ παρούσης, ἧς ἔφαμεν ἐγγιγνομένης εὖ οἰκεῖσθαι τὰς
                            πόλεις, ἄλλως δʼ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλά μοι δοκεῖ καὶ κατὰ τοῦτʼ αὐτοῖς φιλία ἐγγίγνεσθαι, ὅτι τὰ αὑτῶν
                            ἑκάτεροι πράττουσιν. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="127c"/><label>ΣΩ.</label> οὐκ ἄρτι γε· νῦν δὲ πῶς αὖ λέγεις; ὁμονοίας μὴ ἐγγιγνομένης φιλία
                            ἐγγίγνεται; ἢ οἷόν θʼ ὁμόνοιαν ἐγγίγνεσθαι <del>περὶ τούτων</del> ὧν οἱ
                            μὲν ἴσασι περὶ τούτων, οἱ δʼ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀδύνατον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δίκαια δὲ πράττουσιν ἢ ἄδικα, ὅταν τὰ αὑτῶν ἕκαστοι πράττωσιν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> δίκαια· πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ δίκαια οὖν πραττόντων ἐν τῇ πόλει τῶν πολιτῶν φιλία οὐκ ἐγγίγνεται
                            πρὸς ἀλλήλους;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀνάγκη αὖ μοι δοκεῖ εἶναι, ὦ Σώκρατες. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="127d"/><label>ΣΩ.</label> τίνα οὖν ποτε λέγεις τὴν φιλίαν ἢ ὁμόνοιαν περὶ ἧς δεῖ ἡμᾶς σοφούς τε
                            εἶναι καὶ εὐβούλους, ἵνα ἀγαθοὶ ἄνδρες ὦμεν; οὐ γὰρ δύναμαι μαθεῖν οὔθʼ
                            ἥτις οὔτʼ ἐν οἷστισιν· τοτὲ μὲν γὰρ ἐν τοῖς αὐτοῖς φαίνεται ἐνοῦσα, τοτὲ
                            δʼ οὔ, ὡς ἐκ τοῦ σοῦ λόγου.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐδʼ αὐτὸς οἶδʼ ὅτι λέγω, κινδυνεύω δὲ
                            καὶ πάλαι λεληθέναι ἐμαυτὸν αἴσχιστα ἔχων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ χρὴ θαρρεῖν. εἰ μὲν γὰρ αὐτὸ ᾔσθου πεπονθὼς 
<milestone unit="section" resp="Stephanus" n="127e"/>
             πεντηκονταετής, χαλεπὸν ἂν ἦν σοι
                            ἐπιμεληθῆναι σαυτοῦ· νῦν δʼ ἣν ἔχεις ἡλικίαν, αὕτη ἐστὶν ἐν ᾗ δεῖ αὐτὸ
                            αἰσθέσθαι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί οὖν τὸν αἰσθανόμενον χρὴ ποιεῖν, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀποκρίνεσθαι τὰ ἐρωτώμενα, ὦ Ἀλκιβιάδη· καὶ ἐὰν τοῦτο ποιῇς, ἂν θεὸς
                            θέλῃ, εἴ τι δεῖ καὶ τῇ ἐμῇ μαντείᾳ πιστεύειν, σύ τε κἀγὼ βέλτιον
                            σχήσομεν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔσται ταῦτα ἕνεκά γε τοῦ ἐμὲ ἀποκρίνεσθαι.</said></p></div></div></body></text></TEI>