<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="118"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ δʼ οὔθʼ οἱ εἰδότες οὔθʼ οἱ τῶν μὴ εἰδότων 
               <milestone n="118" unit="page"/><milestone unit="section" resp="Stephanus" n="118a"/>
                     εἰδότες ὅτι οὐκ ἴσασιν, ἦ ἄλλοι λείπονται ἢ οἱ μὴ εἰδότες, οἰόμενοι δʼ εἰδέναι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔκ, ἀλλʼ οὗτοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> αὕτη ἄρα ἡ ἄγνοια τῶν κακῶν αἰτία καὶ ἡ ἐπονείδιστος ἀμαθία;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὅταν ᾖ περὶ τὰ μέγιστα, τότε κακουργοτάτη καὶ αἰσχίστη;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πολύ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ἔχεις μείζω εἰπεῖν δικαίων τε καὶ καλῶν καὶ ἀγαθῶν καὶ
                            συμφερόντων;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν περὶ ταῦτα σὺ φῂς πλανᾶσθαι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δὲ πλανᾷ, ἆρʼ οὐ δῆλον ἐκ τῶν ἔμπροσθεν ὅτι  
               <milestone unit="section" resp="Stephanus" n="118b"/>
                     οὐ μόνον ἀγνοεῖς τὰ μέγιστα, ἀλλὰ καὶ οὐκ εἰδὼς οἴει αὐτὰ
                            εἰδέναι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> κινδυνεύω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βαβαῖ ἄρα, ὦ Ἀλκιβιάδη, οἷον πάθος πέπονθας· ὃ ἐγὼ ὀνομάζειν μὲν ὀκνῶ,
                            ὅμως δέ, ἐπειδὴ μόνω ἐσμέν, ῥητέον. ἀμαθίᾳ γὰρ συνοικεῖς, ὦ βέλτιστε, τῇ
                            ἐσχάτῃ, ὡς ὁ λόγος σου κατηγορεῖ καὶ σὺ σαυτοῦ· διὸ καὶ ᾁττεις ἄρα πρὸς
                            τὰ πολιτικὰ πρὶν παιδευθῆναι. πέπονθας δὲ τοῦτο οὐ σὺ μόνος, ἀλλὰ καὶ οἱ
                            πολλοὶ τῶν πραττόντων τὰ τῆσδε 
                 <milestone unit="section" resp="Stephanus" n="118c"/>
                    τῆς πόλεως, πλὴν ὀλίγων γε καὶ ἴσως τοῦ σοῦ ἐπιτρόπου Περικλέους.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> λέγεταί γέ τοι, ὦ Σώκρατες, οὐκ ἀπὸ τοῦ αὐτομάτου σοφὸς γεγονέναι, ἀλλὰ
                            πολλοῖς καὶ σοφοῖς συγγεγονέναι, καὶ Πυθοκλείδῃ καὶ Ἀναξαγόρᾳ· καὶ νῦν
                            ἔτι τηλικοῦτος ὢν Δάμωνι σύνεστιν αὐτοῦ τούτου ἕνεκα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ἤδη τινʼ εἶδες σοφὸν ὁτιοῦν ἀδυνατοῦντα ποιῆσαι ἄλλον σοφὸν ἅπερ
                            αὐτός; ὥσπερ ὅς σε ἐδίδαξεν γράμματα, αὐτός τʼ ἦν σοφὸς καὶ σὲ ἐποίησε
                            τῶν τε ἄλλων ὅντινʼ ἐβούλετο· ἦ γάρ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="118d"/><label>ΣΩ.</label> οὐκοῦν καὶ σὺ ὁ παρʼ ἐκείνου μαθὼν ἄλλον οἷός τε ἔσῃ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ὁ κιθαριστὴς δὲ καὶ ὁ παιδοτρίβης ὡσαύτως;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλὸν γὰρ δήπου τεκμήριον τοῦτο τῶν ἐπισταμένων ὁτιοῦν ὅτι ἐπίστανται,
                            ἐπειδὰν καὶ ἄλλον οἷοί τʼ ὦσιν ἀποδεῖξαι ἐπιστάμενον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ἔχεις εἰπεῖν Περικλῆς τίνα ἐποίησεν σοφόν, ἀπὸ τῶν ὑέων
                            ἀρξάμενος; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="118e"/><label>ΑΛ.</label> τί δʼ εἰ τὼ Περικλέους ὑεῖ ἠλιθίω ἐγενέσθην, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ Κλεινίαν τὸν σὸν ἀδελφόν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί δʼ ἂν αὖ Κλεινίαν λέγοις, μαινόμενον ἄνθρωπον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ τοίνυν Κλεινίας μὲν μαίνεται, τὼ δὲ Περικλέους ὑεῖ ἠλιθίω
                            ἐγενέσθην, σοὶ τίνα αἰτίαν ἀναθῶμεν, διʼ ὅτι σε οὕτως ἔχοντα
                            περιορᾷ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἐγὼ οἶμαι αἴτιος οὐ προσέχων τὸν νοῦν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="119"><p><said who="#Σωκράτης"><milestone n="119" unit="page"/><milestone unit="section" resp="Stephanus" n="119a"/><label>ΣΩ.</label> ἀλλὰ τῶν ἄλλων Ἀθηναίων ἢ τῶν ξένων δοῦλον ἢ ἐλεύθερον εἰπὲ ὅστις αἰτίαν
                            ἔχει διὰ τὴν Περικλέους συνουσίαν σοφώτερος γεγονέναι, ὥσπερ ἐγὼ ἔχω σοι
                            εἰπεῖν διὰ τὴν Ζήνωνος Πυθόδωρον τὸν Ἰσολόχου καὶ Καλλίαν τὸν Καλλιάδου,
                            ὧν ἑκάτερος Ζήνωνι ἑκατὸν μνᾶς τελέσας σοφός τε καὶ ἐλλόγιμος
                            γέγονεν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ μὰ Δίʼ οὐκ ἔχω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν· τί οὖν διανοῇ περὶ σαυτοῦ; πότερον ἐᾶν ὡς νῦν ἔχεις, ἢ ἐπιμέλειάν
                            τινα ποιεῖσθαι; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="119b"/><label>ΑΛ.</label> κοινὴ βουλή, ὦ Σώκρατες. καίτοι ἐννοῶ σου εἰπόντος καὶ συγχωρῶ· δοκοῦσι
                            γάρ μοι οἱ τὰ τῆς πόλεως πράττοντες ἐκτὸς ὀλίγων ἀπαίδευτοι εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶτα τί δὴ τοῦτο;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἰ μέν που ἦσαν πεπαιδευμένοι, ἔδει ἂν τὸν ἐπιχειροῦντα αὐτοῖς
                            ἀνταγωνίζεσθαι μαθόντα καὶ ἀσκήσαντα ἰέναι ὡς ἐπʼ ἀθλητάς· νῦν δʼ ἐπειδὴ
                            καὶ οὗτοι ἰδιωτικῶς ἔχοντες ἐληλύθασιν ἐπὶ τὰ τῆς πόλεως, τί δεῖ ἀσκεῖν
                            καὶ μανθάνοντα πράγματα ἔχειν; ἐγὼ γὰρ εὖ οἶδʼ ὅτι τούτων 
                            
<milestone unit="section" resp="Stephanus" n="119c"/>
                  τῇ γε φύσει πάνυ πολὺ περιέσομαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βαβαῖ, οἷον, ὦ ἄριστε, τοῦτʼ εἴρηκας· ὡς ἀνάξιον τῆς ἰδέας καὶ τῶν ἄλλων
                            τῶν σοι ὑπαρχόντων.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί μάλιστα καὶ πρὸς τί τοῦτο λέγεις, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀγανακτῶ ὑπέρ τε σοῦ καὶ τοῦ ἐμαυτοῦ ἔρωτος.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ ἠξίωσας τὸν ἀγῶνά σοι εἶναι πρὸς τοὺς ἐνθάδε ἀνθρώπους.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ πρὸς τίνας μήν; </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="119d"/><label>ΣΩ.</label> ἄξιον τοῦτό γε καὶ ἐρέσθαι ἄνδρα οἰόμενον μεγαλόφρονα εἶναι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς λέγεις; οὐ πρὸς τούτους μοι ὁ ἀγών;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ κἂν εἰ τριήρη διενοοῦ κυβερνᾶν μέλλουσαν ναυμαχεῖν, ἤρκει ἄν σοι τῶν
                            συνναυτῶν βελτίστῳ εἶναι τὰ κυβερνητικά, ἢ ταῦτα μὲν ᾤου ἂν δεῖν
                            ὑπάρχειν, ἀπέβλεπες δʼ ἂν εἰς τοὺς ὡς ἀληθῶς ἀνταγωνιστάς, ἀλλʼ οὐχ ὡς
                            νῦν εἰς τοὺς συναγωνιστάς; ὧν δήπου περιγενέσθαι σε δεῖ τοσοῦτον
                            
<milestone unit="section" resp="Stephanus" n="119e"/>
                       ὥστε μὴ ἀξιοῦν ἀνταγωνίζεσθαι,
                            ἀλλὰ καταφρονηθέντας συναγωνίζεσθαί σοι πρὸς τοὺς πολεμίους, εἰ δὴ τῷ
                            ὄντι γε καλόν τι ἔργον ἀποδείξασθαι διανοῇ καὶ ἄξιον σαυτοῦ τε καὶ τῆς
                            πόλεως.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ μὲν δὴ διανοοῦμαί γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάνυ σοι ἄρα ἄξιον ἀγαπᾶν εἰ τῶν στρατιωτῶν βελτίων εἶ, ἀλλʼ οὐ πρὸς τοὺς
                            τῶν ἀντιπάλων ἡγεμόνας ἀποβλέπειν εἴ ποτε ἐκείνων βελτίων γέγονας,
                            σκοποῦντα καὶ ἀσκοῦντα πρὸς ἐκείνους. </said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="120"><p><said who="#Ἀλκιβιάδης"><milestone n="120" unit="page"/><milestone unit="section" resp="Stephanus" n="120a"/><label>ΑΛ.</label> λέγεις δὲ τίνας τούτους, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ οἶσθα ἡμῶν τὴν πόλιν Λακεδαιμονίοις τε καὶ τῷ μεγάλῳ βασιλεῖ
                            πολεμοῦσαν ἑκάστοτε;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἴπερ ἐν νῷ ἔχεις ἡγεμὼν εἶναι τῆσδε τῆς πόλεως, πρὸς τοὺς
                            Λακεδαιμονίων βασιλέας καὶ τοὺς Περσῶν τὸν ἀγῶνα ἡγούμενός σοι εἶναι
                            ὀρθῶς ἂν ἡγοῖο;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> κινδυνεύεις ἀληθῆ λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔκ, ὠγαθέ, ἀλλὰ πρὸς Μειδίαν σε δεῖ τὸν ὀρτυγοκόπον 
           <milestone unit="section" resp="Stephanus" n="120b"/>
            ἀποβλέπειν καὶ ἄλλους τοιούτους—οἳ τὰ
                            τῆς πόλεως πράττειν ἐπιχειροῦσιν, ἔτι τὴν ἀνδραποδώδη, φαῖεν ἂν αἱ
                            γυναῖκες, τρίχα ἔχοντες ἐν τῇ ψυχῇ ὑπʼ ἀμουσίας καὶ οὔπω ἀποβεβληκότες,
                            ἔτι δὲ βαρβαρίζοντες ἐληλύθασι κολακεύσοντες τὴν πόλιν ἀλλʼ οὐκ
                            ἄρξοντες—πρὸς τούτους σε δεῖ, οὕσπερ λέγω, βλέποντα σαυτοῦ δὴ
                            ἀμελεῖν, καὶ μήτε μανθάνειν ὅσα μαθήσεως ἔχεται, μέλλοντα τοσοῦτον ἀγῶνα
                            ἀγωνίζεσθαι, μήτε ἀσκεῖν ὅσα δεῖται ἀσκήσεως,
         <milestone unit="section" resp="Stephanus" n="120c"/>
            καὶ πᾶσαν παρασκευὴν παρεσκευασμένον οὕτως ἰέναι ἐπὶ τὰ
                            τῆς πόλεως.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλʼ, ὦ Σώκρατες, δοκεῖς μέν μοι ἀληθῆ λέγειν, οἶμαι μέντοι τούς τε
                            Λακεδαιμονίων στρατηγοὺς καὶ τὸν Περσῶν βασιλέα οὐδὲν διαφέρειν τῶν
                            ἄλλων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ, ὦ ἄριστε, τὴν οἴησιν ταύτην σκόπει οἵαν ἔχεις.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τοῦ πέρι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρῶτον μὲν ποτέρως ἂν οἴει σαυτοῦ μᾶλλον ἐπιμεληθῆναι, 
                <milestone unit="section" resp="Stephanus" n="120d"/> φοβούμενός τε καὶ οἰόμενος δεινοὺς αὐτοὺς
                            εἶναι, ἢ μή;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> δῆλον ὅτι εἰ δεινοὺς οἰοίμην.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μῶν οὖν οἴει τι βλαβήσεσθαι ἐπιμεληθεὶς σαυτοῦ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐδαμῶς, ἀλλὰ καὶ μεγάλα ὀνήσεσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἓν μὲν τοῦτο τοσοῦτον κακὸν ἔχει ἡ οἴησις αὕτη.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δεύτερον τοίνυν, ὅτι καὶ ψευδής ἐστιν, ἐκ τῶν εἰκότων σκέψαι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον εἰκὸς ἀμείνους γίγνεσθαι φύσεις ἐν γενναίοις 
               <milestone unit="section" resp="Stephanus" n="120e"/> γένεσιν ἢ μή;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> δῆλον ὅτι ἐν τοῖς γενναίοις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοὺς εὖ φύντας, ἐὰν καὶ εὖ τραφῶσιν, οὕτω τελέους γίγνεσθαι πρὸς
                            ἀρετήν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκεψώμεθα δή, τοῖς ἐκείνων τὰ ἡμέτερα ἀντιτιθέντες, πρῶτον μὲν εἰ δοκοῦσι
                            φαυλοτέρων γενῶν εἶναι οἱ Λακεδαιμονίων καὶ Περσῶν βασιλῆς. ἢ οὐκ ἴσμεν
                            ὡς οἱ μὲν Ἡρακλέους, οἱ δὲ Ἀχαιμένους ἔκγονοι, τὸ δʼ Ἡρακλέους τε γένος
                            καὶ τὸ Ἀχαιμένους εἰς Περσέα τὸν Διὸς ἀναφέρεται;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="121"><p><said who="#Ἀλκιβιάδης"><milestone n="121" unit="page"/><milestone unit="section" resp="Stephanus" n="121a"/><label>ΑΛ.</label> καὶ γὰρ τὸ ἡμέτερον, ὦ Σώκρατες, εἰς Εὐρυσάκη, τὸ δʼ Εὐρυσάκους εἰς
                            Δία.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γὰρ τὸ ἡμέτερον, ὦ γενναῖε Ἀλκιβιάδη, εἰς Δαίδαλον, ὁ δὲ Δαίδαλος εἰς
                            Ἥφαιστον τὸν Διός. ἀλλὰ τὰ μὲν τούτων ἀπʼ αὐτῶν ἀρξάμενα βασιλῆς εἰσιν
                            ἐκ βασιλέων μέχρι Διός, οἱ μὲν Ἄργους τε καὶ Λακεδαίμονος, οἱ δὲ τῆς
                            Περσίδος τὸ ἀεί, πολλάκις δὲ καὶ τῆς Ἀσίας, ὥσπερ καὶ νῦν· ἡμεῖς δὲ
                            αὐτοί τε ἰδιῶται καὶ οἱ πατέρες. 
<milestone unit="section" resp="Stephanus" n="121b"/> εἰ
                            δὲ καὶ τοὺς προγόνους σε δέοι καὶ τὴν πατρίδα Εὐρυσάκους ἐπιδεῖξαι
                            Σαλαμῖνα ἢ τὴν Αἰακοῦ τοῦ ἔτι προτέρου Αἴγιναν Ἀρτοξέρξῃ τῷ Ξέρξου,
                            πόσον ἂν οἴει γέλωτα ὀφλεῖν; ἀλλʼ ὅρα μὴ τοῦ τε γένους ὄγκῳ ἐλαττώμεθα
                            τῶν ἀνδρῶν καὶ τῇ ἄλλῃ τροφῇ. ἢ οὐκ ᾔσθησαι τοῖς τε Λακεδαιμονίων
                            βασιλεῦσιν ὡς μεγάλα τὰ ὑπάρχοντα, ὧν αἱ γυναῖκες δημοσίᾳ φυλάττονται
                            ὑπὸ τῶν ἐφόρων, ὅπως εἰς δύναμιν μὴ λάθῃ ἐξ ἄλλου γενόμενος ὁ βασιλεὺς ἢ
                            ἐξ 
<milestone unit="section" resp="Stephanus" n="121c"/> Ἡρακλειδῶν; ὁ δὲ Περσῶν τοσοῦτον
                            ὑπερβάλλει, ὥστʼ οὐδεὶς ὑποψίαν ἔχει ὡς ἐξ ἄλλου ἂν βασιλεὺς γένοιτο ἢ
                            ἐξ αὐτοῦ· διὸ οὐ φρουρεῖται ἡ βασιλέως γυνὴ ἀλλʼ ἢ ὑπὸ φόβου. ἐπειδὰν δὲ
                            γένηται ὁ παῖς ὁ πρεσβύτατος, οὗπερ ἡ ἀρχή, πρῶτον μὲν ἑορτάζουσι πάντες
                            οἱ ἐν τῇ βασιλέως, ὧν ἂν ἄρχῃ, εἶτα εἰς τὸν ἄλλον χρόνον ταύτῃ τῇ ἡμέρᾳ
                            βασιλέως γενέθλια πᾶσα θύει καὶ ἑορτάζει ἡ Ἀσία· ἡμῶν 
<milestone unit="section" resp="Stephanus" n="121d"/> δὲ γενομένων, τὸ τοῦ κωμῳδοποιοῦ, οὐδʼ οἱ
                            γείτονες σφόδρα τι αἰσθάνονται, ὦ Ἀλκιβιάδη. μετὰ τοῦτο τρέφεται ὁ παῖς,
                            οὐχ ὑπὸ γυναικὸς τροφοῦ ὀλίγου ἀξίας, ἀλλʼ ὑπʼ εὐνούχων οἳ ἂν δοκῶσιν
                            τῶν περὶ βασιλέα ἄριστοι εἶναι· οἷς τά τε ἄλλα προστέτακται ἐπιμέλεσθαι
                            τοῦ γενομένου, καὶ ὅπως ὅτι κάλλιστος ἔσται μηχανᾶσθαι, ἀναπλάττοντας τὰ
                            μέλη τοῦ παιδὸς καὶ κατορθοῦντας· καὶ ταῦτα δρῶντες 
<milestone unit="section" resp="Stephanus" n="121e"/> ἐν μεγάλῃ τιμῇ εἰσιν. ἐπειδὰν δὲ ἑπτέτεις
                            γένωνται οἱ παῖδες, ἐπὶ τοὺς ἵππους καὶ ἐπὶ τοὺς τούτων διδασκάλους
                            φοιτῶσιν, καὶ ἐπὶ τὰς θήρας ἄρχονται ἰέναι. δὶς ἑπτὰ δὲ γενόμενον ἐτῶν
                            τὸν παῖδα παραλαμβάνουσιν οὓς ἐκεῖνοι βασιλείους παιδαγωγοὺς
                            ὀνομάζουσιν· εἰσὶ δὲ ἐξειλεγμένοι Περσῶν οἱ ἄριστοι δόξαντες ἐν ἡλικίᾳ
                            τέτταρες, ὅ τε σοφώτατος καὶ ὁ δικαιότατος καὶ ὁ σωφρονέστατος καὶ ὁ
           
   <milestone n="122" unit="page"/><milestone unit="section" resp="Stephanus" n="122a"/>
             ἀνδρειότατος.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="122"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ὧν ὁ μὲν μαγείαν τε διδάσκει τὴν Ζωροάστρου τοῦ
                            Ὡρομάζου—ἔστι δὲ τοῦτο θεῶν θεραπεία— διδάσκει δὲ καὶ τὰ
                            βασιλικά, ὁ δὲ δικαιότατος ἀληθεύειν διὰ παντὸς τοῦ βίου, ὁ δὲ
                            σωφρονέστατος μηδʼ ὑπὸ μιᾶς ἄρχεσθαι τῶν ἡδονῶν, ἵνα ἐλεύθερος εἶναι
                            ἐθίζηται καὶ ὄντως βασιλεύς, ἄρχων πρῶτον τῶν ἐν αὑτῷ ἀλλὰ μὴ δουλεύων,
                            ὁ δὲ ἀνδρειότατος ἄφοβον καὶ ἀδεᾶ παρασκευάζων, ὡς ὅταν δείσῃ δοῦλον
                            ὄντα· σοὶ δʼ, ὦ Ἀλκιβιάδη, 
<milestone unit="section" resp="Stephanus" n="122b"/>
            Περικλῆς ἐπέστησε παιδαγωγὸν τῶν οἰκετῶν τὸν ἀχρειότατον ὑπὸ γήρως, Ζώπυρον τὸν
                            Θρᾷκα. διῆλθον δὲ καὶ τὴν ἄλλην ἄν σοι τῶν ἀνταγωνιστῶν τροφήν τε καὶ
                            παιδείαν, εἰ μὴ πολὺ ἔργον ἦν καὶ ἅμα ταῦθʼ ἱκανὰ δηλῶσαι καὶ τἆλλα ὅσα
                            τούτοις ἀκόλουθα· τῆς δὲ σῆς γενέσεως, ὦ Ἀλκιβιάδη, καὶ τροφῆς καὶ
                            παιδείας, ἢ ἄλλου ὁτουοῦν Ἀθηναίων, ὡς ἔπος εἰπεῖν οὐδενὶ μέλει, εἰ μὴ
                            εἴ τις ἐραστής σου τυγχάνει ὤν. εἰ δʼ αὖ ἐθέλεις εἰς πλούτους 
<milestone unit="section" resp="Stephanus" n="122c"/> ἀποβλέψαι καὶ τρυφὰς καὶ ἐσθῆτας ἱματίων θʼ
                            ἕλξεις καὶ μύρων ἀλοιφὰς καὶ θεραπόντων πλήθους ἀκολουθίας τήν τε ἄλλην
                            ἁβρότητα τὴν Περσῶν, αἰσχυνθείης ἂν ἐπὶ σεαυτῷ, αἰσθόμενος ὅσον αὐτῶν
                            ἐλλείπεις. εἰ δʼ αὖ ἐθελήσεις εἰς σωφροσύνην τε καὶ κοσμιότητα ἀποβλέψαι
                            καὶ εὐχέρειαν καὶ εὐκολίαν καὶ μεγαλοφροσύνην καὶ εὐταξίαν καὶ ἀνδρείαν
                            καὶ καρτερίαν καὶ φιλοπονίαν καὶ φιλονικίαν καὶ φιλοτιμίας τὰς
                            Λακεδαιμονίων, παῖδʼ ἂν ἡγήσαιο σαυτὸν πᾶσι τοῖς 
<milestone unit="section" resp="Stephanus" n="122d"/> τοιούτοις. εἰ δʼ αὖ τι καὶ πλούτῳ προσέχεις
                            καὶ κατὰ τοῦτο οἴει τι εἶναι, μηδὲ τοῦθʼ ἡμῖν ἄρρητον ἔστω, ἐάν πως
                            αἴσθῃ οὗ εἶ. τοῦτο μὲν γὰρ εἰ ἐθέλεις <add>εἰς</add> τοὺς Λακεδαιμονίων
                            πλούτους ἰδεῖν, γνώσῃ ὅτι πολὺ τἀνθάδε τῶν ἐκεῖ ἐλλείπει· γῆν μὲν γὰρ
                            ὅσην ἔχουσιν τῆς θʼ ἑαυτῶν καὶ Μεσσήνης, οὐδʼ ἂν εἷς ἀμφισβητήσειε τῶν
                            τῇδε πλήθει οὐδʼ ἀρετῇ, οὐδʼ αὖ ἀνδραπόδων κτήσει τῶν τε ἄλλων καὶ τῶν
                            εἱλωτικῶν, οὐδὲ μὴν ἵππων γε, οὐδʼ ὅσα ἄλλα βοσκήματα 
<milestone unit="section" resp="Stephanus" n="122e"/> κατὰ Μεσσήνην νέμεται. ἀλλὰ ταῦτα μὲν πάντα
                            ἐῶ χαίρειν, χρυσίον δὲ καὶ ἀργύριον οὐκ ἔστιν ἐν πᾶσιν Ἕλλησιν ὅσον ἐν
                            Λακεδαίμονι ἰδίᾳ· πολλὰς γὰρ ἤδη γενεὰς εἰσέρχεται μὲν αὐτόσε ἐξ ἁπάντων
                            τῶν Ἑλλήνων, πολλάκις δὲ καὶ ἐκ τῶν βαρβάρων, ἐξέρχεται δὲ οὐδαμόσε,
                   
                <milestone n="123" unit="page"/><milestone unit="section" resp="Stephanus" n="123a"/>
             ἀλλʼ ἀτεχνῶς κατὰ τὸν Αἰσώπου μῦθον ὃν ἡ ἀλώπηξ πρὸς τὸν λέοντα εἶπεν,
                            καὶ τοῦ εἰς Λακεδαίμονα νομίσματος εἰσιόντος μὲν τὰ ἴχνη τὰ ἐκεῖσε
                            τετραμμένα δῆλα, ἐξιόντος δὲ οὐδαμῇ ἄν τις ἴδοι.</said></p></div></div></body></text></TEI>