<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="113"><p><said who="#Σωκράτης"><milestone n="113" unit="page"/><milestone unit="section" resp="Stephanus" n="113a"/><label>ΣΩ.</label> περὶ δὴ τούτων μῶν ἐγὼ φαίνομαι λέγων ὁ ἐρωτῶν, ἢ σὺ ὁ ἀποκρινόμενος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἐγώ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ ἂν ἐγὼ μὲν ἔρωμαι ποῖα γράμματα Σωκράτους, σὺ δʼ εἴπῃς, πότερος ὁ
                            λέγων;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἐγώ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δή, ἑνὶ λόγῳ εἰπέ· ὅταν ἐρώτησίς τε καὶ ἀπόκρισις γίγνηται, πότερος ὁ
                            λέγων, ὁ ἐρωτῶν ἢ ὁ ἀποκρινόμενος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὁ ἀποκρινόμενος, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="113b"/><label>ΣΩ.</label> οὐκοῦν ἄρτι διὰ παντὸς ἐγὼ μὲν ἦ ὁ ἐρωτῶν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σὺ δʼ ὁ ἀποκρινόμενος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; τὰ λεχθέντα πότερος ἡμῶν εἴρηκεν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνομαι μέν, ὦ Σώκρατες, ἐκ τῶν ὡμολογημένων ἐγώ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐλέχθη περὶ δικαίων καὶ ἀδίκων ὅτι Ἀλκιβιάδης ὁ καλὸς ὁ Κλεινίου
                            οὐκ ἐπίσταιτο, οἴοιτο δέ, καὶ μέλλοι εἰς ἐκκλησίαν ἐλθὼν συμβουλεύσειν
                            Ἀθηναίοις περὶ ὧν οὐδὲν οἶδεν; οὐ ταῦτʼ ἦν; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="113c"/><label>ΑΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ τοῦ Εὐριπίδου ἄρα συμβαίνει, ὦ Ἀλκιβιάδη· σοῦ τάδε κινδυνεύεις, οὐκ
                            ἐμοῦ ἀκηκοέναι, οὐδʼ ἐγώ εἰμι ὁ ταῦτα λέγων, ἀλλὰ σύ, ἐμὲ δὲ αἰτιᾷ
                            μάτην. καὶ μέντοι καὶ εὖ λέγεις. μανικὸν γὰρ ἐν νῷ ἔχεις ἐπιχείρημα
                            ἐπιχειρεῖν, ὦ βέλτιστε, διδάσκειν ἃ οὐκ οἶσθα, ἀμελήσας μανθάνειν.
                                </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="113d"/><label>ΑΛ.</label> οἶμαι μέν, ὦ Σώκρατες, ὀλιγάκις Ἀθηναίους βουλεύεσθαι καὶ τοὺς ἄλλους
                            Ἕλληνας πότερα δικαιότερα ἢ ἀδικώτερα· τὰ μὲν γὰρ τοιαῦτα ἡγοῦνται δῆλα
                            εἶναι, ἐάσαντες οὖν περὶ αὐτῶν σκοποῦσιν ὁπότερα συνοίσει πράξασιν. οὐ
                            γὰρ ταὐτὰ οἶμαι ἐστὶν τά τε δίκαια καὶ τὰ συμφέροντα, ἀλλὰ πολλοῖς δὴ
                            ἐλυσιτέλησεν ἀδικήσασι μεγάλα ἀδικήματα, καὶ ἑτέροις γε οἶμαι δίκαια
                            ἐργασαμένοις οὐ συνήνεγκεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; εἰ ὅτι μάλιστα ἕτερα μὲν τὰ δίκαια 
                <milestone unit="section" resp="Stephanus" n="113e"/>
            τυγχάνει ὄντα, ἕτερα δὲ τὰ συμφέροντα, οὔ τί που αὖ σὺ
                            οἴει ταῦτʼ εἰδέναι ἃ συμφέρει τοῖς ἀνθρώποις, καὶ διʼ ὅτι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί γὰρ κωλύει, ὦ Σώκρατες; εἰ μή με αὖ ἐρήσῃ παρʼ ὅτου ἔμαθον ἢ ὅπως  αὐτὸς ηὗρον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="114"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἷον τοῦτο ποιεῖς. εἴ τι μὴ ὀρθῶς λέγεις, τυγχάνει δὲ δυνατὸν ὂν
                            ἀποδεῖξαι διʼ οὗπερ καὶ τὸ πρότερον λόγου, οἴει δὴ καινὰ ἄττα δεῖν
                            ἀκούειν ἀποδείξεις τε ἑτέρας, ὡς τῶν προτέρων οἷον σκευαρίων
                            κατατετριμμένων, καὶ οὐκέτʼ ἂν σὺ αὐτὰ ἀμπίσχοιο, εἰ μή τίς σοι
                            τεκμήριον καθαρὸν 
         <milestone n="114" unit="page"/><milestone unit="section" resp="Stephanus" n="114a"/>
                           καὶ ἄχραντον οἴσει. ἐγὼ δὲ χαίρειν ἐάσας
                            τὰς σὰς προδρομὰς τοῦ λόγου οὐδὲν ἧττον ἐρήσομαι πόθεν μαθὼν αὖ τὰ
                            συμφέροντʼ ἐπίστασαι, καὶ ὅστις ἐστὶν ὁ διδάσκαλος, καὶ πάντʼ ἐκεῖνα τὰ
                            πρότερον ἐρωτῶ μιᾷ ἐρωτήσει; ἀλλὰ γὰρ δῆλον ὡς εἰς ταὐτὸν ἥξεις καὶ οὐχ
                            ἕξεις ἀποδεῖξαι οὔθʼ ὡς ἐξευρὼν οἶσθα τὰ συμφέροντα οὔθʼ ὡς μαθών.
                            ἐπειδὴ δὲ τρυφᾷς καὶ οὐκέτʼ ἂν ἡδέως τοῦ αὐτοῦ γεύσαιο λόγου, τοῦτον μὲν
                            ἐῶ χαίρειν, εἴτʼ οἶσθα εἴτε μὴ τὰ Ἀθηναίοις συμφέροντα· 
                            <milestone unit="section" resp="Stephanus" n="114b"/>
                            πότερον δὲ ταὐτά ἐστι δίκαιά τε καὶ
                            συμφέροντʼ ἢ ἕτερα, τί οὐκ ἀπέδειξας; εἰ μὲν βούλει, ἐρωτῶν με ὥσπερ ἐγὼ
                            σέ, εἰ δέ, καὶ αὐτὸς ἐπὶ σεαυτοῦ λόγῳ διέξελθε.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλʼ οὐκ οἶδα εἰ οἷός τʼ ἂν εἴην, ὦ Σώκρατες, πρὸς σὲ διελθεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ, ὠγαθέ, ἐμὲ ἐκκλησίαν νόμισον καὶ δῆμον· καὶ ἐκεῖ τοί σε δεήσει ἕνα
                            ἕκαστον πείθειν. ἦ γάρ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοῦ αὐτοῦ ἕνα τε οἷόν τε εἶναι κατὰ μόνας 
                   <milestone unit="section" resp="Stephanus" n="114c"/>
             πείθειν καὶ συμπόλλους περὶ ὧν ἂν εἰδῇ,
                            ὥσπερ ὁ γραμματιστὴς ἕνα τέ που πείθει περὶ γραμμάτων καὶ πολλούς;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ καὶ περὶ ἀριθμοῦ ὁ αὐτὸς ἕνα τε καὶ πολλοὺς πείσει;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὗτος δʼ ἔσται ὁ εἰδώς, ὁ ἀριθμητικός;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ σὺ ἅπερ καὶ πολλοὺς οἷός τε πείθειν εἶ, ταῦτα καὶ ἕνα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστι δὲ ταῦτα δῆλον ὅτι ἃ οἶσθα.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλο τι οὖν τοσοῦτον μόνον διαφέρει τοῦ ἐν τῷ 
        <milestone unit="section" resp="Stephanus" n="114d"/>
                  δήμῳ ῥήτορος ὁ ἐν τῇ τοιᾷδε συνουσίᾳ, ὅτι ὁ μὲν ἁθρόους
                            πείθει τὰ αὐτά, ὁ δὲ καθʼ ἕνα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> κινδυνεύει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι νῦν, ἐπειδὴ τοῦ αὐτοῦ φαίνεται πολλούς τε καὶ ἕνα πείθειν, ἐν ἐμοὶ
                            ἐμμελέτησον καὶ ἐπιχείρησον ἐπιδεῖξαι ὡς τὸ δίκαιον ἐνίοτε οὐ
                            συμφέρει.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὑβριστὴς εἶ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν γοῦν ὑφʼ ὕβρεως μέλλω σε πείθειν τἀναντία οἷς σὺ ἐμὲ οὐκ ἐθέλεις.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> λέγε δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀποκρίνου μόνον τὰ ἐρωτώμενα. </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="114e"/><label>ΑΛ.</label> μή, ἀλλὰ σὺ αὐτὸς λέγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ; οὐχ ὅτι μάλιστα βούλει πεισθῆναι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάντως δήπου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ λέγεις ὅτι ταῦθʼ οὕτως ἔχει, μάλιστʼ ἂν εἴης πεπεισμένος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀποκρίνου δή· καὶ ἐὰν μὴ αὐτὸς σὺ σαυτοῦ ἀκούσῃς ὅτι τὰ δίκαια καὶ
                            συμφέροντά ἐστιν, ἄλλῳ γε λέγοντι μὴ πιστεύσῃς.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔτοι, ἀλλʼ ἀποκριτέον· καὶ γὰρ οὐδὲν οἴομαι βλαβήσεσθαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="115"><p><said who="#Σωκράτης"><milestone n="115" unit="page"/><milestone unit="section" resp="Stephanus" n="115a"/><label>ΣΩ.</label> μαντικὸς γὰρ εἶ. καί μοι λέγε· τῶν δικαίων φῂς ἔνια μὲν συμφέρειν, ἔνια
                            δʼ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; τὰ μὲν καλὰ αὐτῶν εἶναι, τὰ δʼ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς τοῦτο ἐρωτᾷς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἴ τις ἤδη σοι ἔδοξεν αἰσχρὰ μέν, δίκαια δὲ πράττειν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκ ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ πάντα τὰ δίκαια καὶ καλά;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ αὖ τὰ καλά; πότερον πάντα ἀγαθά, ἢ τὰ μέν, τὰ δʼ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οἴομαι ἔγωγε, ὦ Σώκρατες, ἔνια τῶν καλῶν κακὰ εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ αἰσχρὰ ἀγαθά;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="115b"/><label>ΣΩ.</label> ἆρα λέγεις τὰ τοιάδε, οἷον πολλοὶ ἐν πολέμῳ βοηθήσαντες ἑταίρῳ ἢ οἰκείῳ τραύματα ἔλαβον καὶ ἀπέθανον, οἱ δʼ οὐ βοηθήσαντες, δέον, ὑγιεῖς
                            ἀπῆλθον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὴν τοιαύτην βοήθειαν καλὴν μὲν λέγεις κατὰ τὴν ἐπιχείρησιν τοῦ
                            σῶσαι οὓς ἔδει, τοῦτο δʼ ἐστὶν ἀνδρεία· ἢ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κακὴν δέ γε κατὰ τοὺς θανάτους τε καὶ ἕλκη· ἦ γάρ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="115c"/><label>ΣΩ.</label> ἆρʼ οὖν οὐκ ἄλλο μὲν ἡ ἀνδρεία, ἄλλο δὲ ὁ θάνατος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα κατὰ ταὐτόν γʼ ἐστι καλὸν καὶ κακὸν τὸ τοῖς φίλοις βοηθεῖν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅρα τοίνυν εἰ, ᾗ γε καλόν, καὶ ἀγαθόν, ὥσπερ καὶ ἐνταῦθα. κατὰ τὴν
                            ἀνδρείαν γὰρ ὡμολόγεις καλὸν εἶναι τὴν βοήθειαν· τοῦτʼ οὖν αὐτὸ σκόπει,
                            τὴν ἀνδρείαν, ἀγαθὸν ἢ κακόν; ὧδε δὲ σκόπει· σὺ πότερʼ ἂν δέξαιό σοι
                            εἶναι, ἀγαθὰ ἢ κακά;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀγαθά. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="115d"/><label>ΣΩ.</label> οὐκοῦν τὰ μέγιστα μάλιστα.</said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="para" ed="P"/><label>ΑΛ.</label><add>ναί.</add></said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἥκιστα τῶν τοιούτων δέξαιο ἂν στέρεσθαι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς οὖν λέγεις περὶ ἀνδρείας; ἐπὶ πόσῳ ἂν αὐτοῦ δέξαιο στέρεσθαι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐδὲ ζῆν ἂν ἐγὼ δεξαίμην δειλὸς ὤν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔσχατον ἄρα κακῶν εἶναί σοι δοκεῖ ἡ δειλία.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐξ ἴσου τῷ τεθνάναι, ὡς ἔοικε.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν θανάτῳ τε καὶ δειλίᾳ ἐναντιώτατον ζωὴ καὶ ἀνδρεία;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="115e"/><label>ΣΩ.</label> καὶ τὰ μὲν μάλιστʼ ἂν εἶναι βούλοιό σοι, τὰ δὲ ἥκιστα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ ὅτι τὰ μὲν ἄριστα ἡγῇ, τὰ δὲ κάκιστα;</said></p><p><add><said who="#Ἀλκιβιάδης"><milestone unit="para" ed="P"/><label>ΑΛ.</label> πάνυ γε.</said></add></p><p><add><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν τοῖς ἀρίστοις ἄρα σὺ ἡγῇ ἀνδρείαν εἶναι κἀν τοῖς κακίστοις
                            θάνατον.</said></add></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ ἄρα βοηθεῖν ἐν πολέμῳ τοῖς φίλοις, ᾗ μὲν καλόν, κατʼ ἀγαθοῦ πρᾶξιν τὴν
                            τῆς ἀνδρείας, καλὸν αὐτὸ προσεῖπας;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνομαί γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κατὰ δέ γε κακοῦ πρᾶξιν τὴν τοῦ θανάτου κακόν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="116"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὧδε δίκαιον προσαγορεύειν ἑκάστην τῶν πράξεων· εἴπερ ᾗ κακὸν
                            ἀπεργάζεται κακὴν καλεῖς, καὶ ᾗ 
                <milestone n="116" unit="page"/><milestone unit="section" resp="Stephanus" n="116a"/>
             ἀγαθὸν ἀγαθὴν κλητέον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν καὶ ᾗ ἀγαθόν, καλόν· ᾗ δὲ κακόν, αἰσχρόν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν ἄρʼ ἐν τῷ πολέμῳ τοῖς φίλοις βοήθειαν λέγων καλὴν μὲν εἶναι, κακὴν
                            δέ, οὐδὲν διαφερόντως λέγεις ἢ εἰ προσεῖπες αὐτὴν ἀγαθὴν μέν, κακὴν
                            δέ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀληθῆ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲν ἄρα τῶν καλῶν, καθʼ ὅσον καλόν, κακόν, οὐδὲ τῶν αἰσχρῶν, καθʼ ὅσον αἰσχρόν, ἀγαθόν. </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="116b"/><label>ΑΛ.</label> οὐ φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔτι τοίνυν καὶ ὧδε σκέψαι. ὅστις καλῶς πράττει, οὐχὶ καὶ εὖ πράττει;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἱ δʼ εὖ πράττοντες οὐκ εὐδαίμονες;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εὐδαίμονες διʼ ἀγαθῶν κτῆσιν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> μάλιστα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κτῶνται δὲ ταῦτα τῷ εὖ καὶ καλῶς πράττειν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ εὖ ἄρα πράττειν ἀγαθόν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καλὸν ἡ εὐπραγία;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="116c"/><label>ΣΩ.</label> ταὐτὸν ἄρα ἐφάνη ἡμῖν πάλιν αὖ καλόν τε καὶ ἀγαθόν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι ἂν ἄρα εὕρωμεν καλόν, καὶ ἀγαθὸν εὑρήσομεν ἔκ γε τούτου τοῦ
                            λόγου.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; τὰ ἀγαθὰ συμφέρει ἢ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> συμφέρει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μνημονεύεις οὖν περὶ τῶν δικαίων πῶς ὡμολογήσαμεν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οἶμαί γε τοὺς τὰ δίκαια πράττοντας ἀναγκαῖον εἶναι καλὰ πράττειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τοὺς τὰ καλὰ ἀγαθά;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="116d"/><label>ΣΩ.</label> τὰ δὲ ἀγαθὰ συμφέρειν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ δίκαια ἄρα, ὦ Ἀλκιβιάδη, συμφέροντά ἐστιν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ταῦτα οὐ σὺ ὁ λέγων, ἐγὼ δὲ ὁ ἐρωτῶν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνομαι, ὡς ἔοικα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ οὖν τις ἀνίσταται συμβουλεύσων εἴτε Ἀθηναίοις εἴτε Πεπαρηθίοις,
                            οἰόμενος γιγνώσκειν τὰ δίκαια καὶ τὰ ἄδικα, φήσει δʼ εἶναι τὰ δίκαια
                            κακὰ ἐνίοτε, ἄλλο τι ἢ καταγελῴης ἂν αὐτοῦ, ἐπειδήπερ τυγχάνεις καὶ σὺ
                            λέγων 
                            <milestone unit="section" resp="Stephanus" n="116e"/>
                     ὅτι ταὐτά ἐστι δίκαιά τε καὶ
                            συμφέροντα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐκ οἶδʼ ἔγωγε οὐδʼ ὅτι λέγω, ἀλλʼ
                            ἀτεχνῶς ἔοικα ἀτόπως ἔχοντι· τοτὲ μὲν γάρ μοι ἕτερα δοκεῖ σοῦ ἐρωτῶντος,
                            τοτὲ δʼ ἄλλα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶτα τοῦτο, ὦ φίλε, ἀγνοεῖς τὸ πάθημα τί ἐστιν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἴει ἂν οὖν, εἴ τις ἐρωτῴη σε δύο ὀφθαλμοὺς ἢ τρεῖς ἔχεις, καὶ δύο χεῖρας
                            ἢ τέτταρας, ἢ ἄλλο τι τῶν τοιούτων, τοτὲ μὲν ἕτερα ἂν ἀποκρίνασθαι, τοτὲ
                            δὲ ἄλλα, ἢ ἀεὶ τὰ αὐτά; </said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="117"><p><said who="#Ἀλκιβιάδης"><milestone n="117" unit="page"/><milestone unit="section" resp="Stephanus" n="117a"/><label>ΑΛ.</label> δέδοικα μὲν ἔγωγε ἤδη περὶ ἐμαυτοῦ, οἶμαι μέντοι τὰ αὐτά.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὅτι οἶσθα; τοῦτʼ αἴτιον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οἶμαι ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> περὶ ὧν ἄρα ἄκων τἀναντία ἀποκρίνῃ, δῆλον ὅτι περὶ τούτων οὐκ οἶσθα.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ καλῶν καὶ αἰσχρῶν καὶ κακῶν καὶ ἀγαθῶν καὶ συμφερόντων καὶ μὴ ἀποκρινόμενος φῂς πλανᾶσθαι; εἶτα οὐ
                            δῆλον ὅτι διὰ τὸ μὴ εἰδέναι περὶ αὐτῶν, διὰ ταῦτα πλανᾷ; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="117b"/><label>ΑΛ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὕτω καὶ ἔχει· ἐπειδάν τίς τι μὴ εἰδῇ, ἀναγκαῖον περὶ τούτου
                            πλανᾶσθαι τὴν ψυχήν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; οἶσθα ὅντινα τρόπον ἀναβήσῃ εἰς τὸν οὐρανόν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> μὰ Δίʼ οὐκ ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ πλανᾶταί σου ἡ δόξα περὶ ταῦτα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δʼ αἴτιον οἶσθα ἢ ἐγὼ φράσω;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φράσον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι, ὦ φίλε, οὐκ οἴει αὐτὸ ἐπίστασθαι οὐκ ἐπιστάμενος. </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="117c"/><label>ΑΛ.</label> πῶς αὖ τοῦτο λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅρα καὶ σὺ κοινῇ. ἃ μὴ ἐπίστασαι, γιγνώσκεις δὲ ὅτι οὐκ ἐπίστασαι, πλανᾷ
                            περὶ τὰ τοιαῦτα; ὥσπερ περὶ ὄψου σκευασίας οἶσθα δήπου ὅτι οὐκ
                            οἶσθα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν αὐτὸς περὶ ταῦτα δοξάζεις ὅπως χρὴ σκευάζειν καὶ πλανᾷ, ἢ τῷ
                            ἐπισταμένῳ ἐπιτρέπεις;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ εἰ ἐν νηῒ πλέοις, ἆρα δοξάζοις ἂν πότερον 
<milestone unit="section" resp="Stephanus" n="117d"/> 
                      χρὴ τὸν οἴακα εἴσω ἄγειν ἢ ἔξω, καὶ ἅτε οὐκ εἰδὼς πλανῷο
                            ἄν, ἢ τῷ κυβερνήτῃ ἐπιτρέψας ἂν ἡσυχίαν ἄγοις;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τῷ κυβερνήτῃ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα περὶ ἃ μὴ οἶσθα πλανᾷ, ἄνπερ εἰδῇς ὅτι οὐκ οἶσθα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκ ἔοικα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐννοεῖς οὖν ὅτι καὶ τὰ ἁμαρτήματα ἐν τῇ πράξει διὰ ταύτην τὴν ἄγνοιάν
                            ἐστι, τὴν τοῦ μὴ εἰδότα οἴεσθαι εἰδέναι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς αὖ λέγεις τοῦτο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τότε που ἐπιχειροῦμεν πράττειν, ὅταν οἰώμεθα εἰδέναι ὅτι πράττομεν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="117e"/><label>ΣΩ.</label> ὅταν δέ γέ πού τινες μὴ οἴωνται εἰδέναι, ἄλλοις παραδιδόασι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οἱ τοιοῦτοι τῶν μὴ εἰδότων ἀναμάρτητοι ζῶσι διὰ τὸ ἄλλοις περὶ
                            αὐτῶν ἐπιτρέπειν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίνες οὖν οἱ ἁμαρτάνοντες; οὐ γάρ που οἵ γε εἰδότες.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p></div></div></body></text></TEI>