ΣΩ. περὶ δὴ τούτων μῶν ἐγὼ φαίνομαι λέγων ὁ ἐρωτῶν, ἢ σὺ ὁ ἀποκρινόμενος; ΑΛ. ἐγώ. ΣΩ. τί δʼ ἂν ἐγὼ μὲν ἔρωμαι ποῖα γράμματα Σωκράτους, σὺ δʼ εἴπῃς, πότερος ὁ λέγων; ΑΛ. ἐγώ. ΣΩ. ἴθι δή, ἑνὶ λόγῳ εἰπέ· ὅταν ἐρώτησίς τε καὶ ἀπόκρισις γίγνηται, πότερος ὁ λέγων, ὁ ἐρωτῶν ἢ ὁ ἀποκρινόμενος; ΑΛ. ὁ ἀποκρινόμενος, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες. ΣΩ. οὐκοῦν ἄρτι διὰ παντὸς ἐγὼ μὲν ἦ ὁ ἐρωτῶν; ΑΛ. ναί. ΣΩ. σὺ δʼ ὁ ἀποκρινόμενος; ΑΛ. πάνυ γε. ΣΩ. τί οὖν; τὰ λεχθέντα πότερος ἡμῶν εἴρηκεν; ΑΛ. φαίνομαι μέν, ὦ Σώκρατες, ἐκ τῶν ὡμολογημένων ἐγώ. ΣΩ. οὐκοῦν ἐλέχθη περὶ δικαίων καὶ ἀδίκων ὅτι Ἀλκιβιάδης ὁ καλὸς ὁ Κλεινίου οὐκ ἐπίσταιτο, οἴοιτο δέ, καὶ μέλλοι εἰς ἐκκλησίαν ἐλθὼν συμβουλεύσειν Ἀθηναίοις περὶ ὧν οὐδὲν οἶδεν; οὐ ταῦτʼ ἦν; ΑΛ. φαίνεται. ΣΩ. τὸ τοῦ Εὐριπίδου ἄρα συμβαίνει, ὦ Ἀλκιβιάδη· σοῦ τάδε κινδυνεύεις, οὐκ ἐμοῦ ἀκηκοέναι, οὐδʼ ἐγώ εἰμι ὁ ταῦτα λέγων, ἀλλὰ σύ, ἐμὲ δὲ αἰτιᾷ μάτην. καὶ μέντοι καὶ εὖ λέγεις. μανικὸν γὰρ ἐν νῷ ἔχεις ἐπιχείρημα ἐπιχειρεῖν, ὦ βέλτιστε, διδάσκειν ἃ οὐκ οἶσθα, ἀμελήσας μανθάνειν. ΑΛ. οἶμαι μέν, ὦ Σώκρατες, ὀλιγάκις Ἀθηναίους βουλεύεσθαι καὶ τοὺς ἄλλους Ἕλληνας πότερα δικαιότερα ἢ ἀδικώτερα· τὰ μὲν γὰρ τοιαῦτα ἡγοῦνται δῆλα εἶναι, ἐάσαντες οὖν περὶ αὐτῶν σκοποῦσιν ὁπότερα συνοίσει πράξασιν. οὐ γὰρ ταὐτὰ οἶμαι ἐστὶν τά τε δίκαια καὶ τὰ συμφέροντα, ἀλλὰ πολλοῖς δὴ ἐλυσιτέλησεν ἀδικήσασι μεγάλα ἀδικήματα, καὶ ἑτέροις γε οἶμαι δίκαια ἐργασαμένοις οὐ συνήνεγκεν. ΣΩ. τί οὖν; εἰ ὅτι μάλιστα ἕτερα μὲν τὰ δίκαια τυγχάνει ὄντα, ἕτερα δὲ τὰ συμφέροντα, οὔ τί που αὖ σὺ οἴει ταῦτʼ εἰδέναι ἃ συμφέρει τοῖς ἀνθρώποις, καὶ διʼ ὅτι; ΑΛ. τί γὰρ κωλύει, ὦ Σώκρατες; εἰ μή με αὖ ἐρήσῃ παρʼ ὅτου ἔμαθον ἢ ὅπως αὐτὸς ηὗρον. ΣΩ. οἷον τοῦτο ποιεῖς. εἴ τι μὴ ὀρθῶς λέγεις, τυγχάνει δὲ δυνατὸν ὂν ἀποδεῖξαι διʼ οὗπερ καὶ τὸ πρότερον λόγου, οἴει δὴ καινὰ ἄττα δεῖν ἀκούειν ἀποδείξεις τε ἑτέρας, ὡς τῶν προτέρων οἷον σκευαρίων κατατετριμμένων, καὶ οὐκέτʼ ἂν σὺ αὐτὰ ἀμπίσχοιο, εἰ μή τίς σοι τεκμήριον καθαρὸν καὶ ἄχραντον οἴσει. ἐγὼ δὲ χαίρειν ἐάσας τὰς σὰς προδρομὰς τοῦ λόγου οὐδὲν ἧττον ἐρήσομαι πόθεν μαθὼν αὖ τὰ συμφέροντʼ ἐπίστασαι, καὶ ὅστις ἐστὶν ὁ διδάσκαλος, καὶ πάντʼ ἐκεῖνα τὰ πρότερον ἐρωτῶ μιᾷ ἐρωτήσει; ἀλλὰ γὰρ δῆλον ὡς εἰς ταὐτὸν ἥξεις καὶ οὐχ ἕξεις ἀποδεῖξαι οὔθʼ ὡς ἐξευρὼν οἶσθα τὰ συμφέροντα οὔθʼ ὡς μαθών. ἐπειδὴ δὲ τρυφᾷς καὶ οὐκέτʼ ἂν ἡδέως τοῦ αὐτοῦ γεύσαιο λόγου, τοῦτον μὲν ἐῶ χαίρειν, εἴτʼ οἶσθα εἴτε μὴ τὰ Ἀθηναίοις συμφέροντα· πότερον δὲ ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντʼ ἢ ἕτερα, τί οὐκ ἀπέδειξας; εἰ μὲν βούλει, ἐρωτῶν με ὥσπερ ἐγὼ σέ, εἰ δέ, καὶ αὐτὸς ἐπὶ σεαυτοῦ λόγῳ διέξελθε. ΑΛ. ἀλλʼ οὐκ οἶδα εἰ οἷός τʼ ἂν εἴην, ὦ Σώκρατες, πρὸς σὲ διελθεῖν. ΣΩ. ἀλλʼ, ὠγαθέ, ἐμὲ ἐκκλησίαν νόμισον καὶ δῆμον· καὶ ἐκεῖ τοί σε δεήσει ἕνα ἕκαστον πείθειν. ἦ γάρ; ΑΛ. ναί. ΣΩ. οὐκοῦν τοῦ αὐτοῦ ἕνα τε οἷόν τε εἶναι κατὰ μόνας πείθειν καὶ συμπόλλους περὶ ὧν ἂν εἰδῇ, ὥσπερ ὁ γραμματιστὴς ἕνα τέ που πείθει περὶ γραμμάτων καὶ πολλούς; ΑΛ. ναί. ΣΩ. ἆρʼ οὖν οὐ καὶ περὶ ἀριθμοῦ ὁ αὐτὸς ἕνα τε καὶ πολλοὺς πείσει; ΑΛ. ναί. ΣΩ. οὗτος δʼ ἔσται ὁ εἰδώς, ὁ ἀριθμητικός; ΑΛ. πάνυ γε. ΣΩ. οὐκοῦν καὶ σὺ ἅπερ καὶ πολλοὺς οἷός τε πείθειν εἶ, ταῦτα καὶ ἕνα; ΑΛ. εἰκός γε. ΣΩ. ἔστι δὲ ταῦτα δῆλον ὅτι ἃ οἶσθα. ΑΛ. ναί. ΣΩ. ἄλλο τι οὖν τοσοῦτον μόνον διαφέρει τοῦ ἐν τῷ δήμῳ ῥήτορος ὁ ἐν τῇ τοιᾷδε συνουσίᾳ, ὅτι ὁ μὲν ἁθρόους πείθει τὰ αὐτά, ὁ δὲ καθʼ ἕνα; ΑΛ. κινδυνεύει. ΣΩ. ἴθι νῦν, ἐπειδὴ τοῦ αὐτοῦ φαίνεται πολλούς τε καὶ ἕνα πείθειν, ἐν ἐμοὶ ἐμμελέτησον καὶ ἐπιχείρησον ἐπιδεῖξαι ὡς τὸ δίκαιον ἐνίοτε οὐ συμφέρει. ΑΛ. ὑβριστὴς εἶ, ὦ Σώκρατες. ΣΩ. νῦν γοῦν ὑφʼ ὕβρεως μέλλω σε πείθειν τἀναντία οἷς σὺ ἐμὲ οὐκ ἐθέλεις. ΑΛ. λέγε δή. ΣΩ. ἀποκρίνου μόνον τὰ ἐρωτώμενα. ΑΛ. μή, ἀλλὰ σὺ αὐτὸς λέγε. ΣΩ. τί δʼ; οὐχ ὅτι μάλιστα βούλει πεισθῆναι; ΑΛ. πάντως δήπου. ΣΩ. οὐκοῦν εἰ λέγεις ὅτι ταῦθʼ οὕτως ἔχει, μάλιστʼ ἂν εἴης πεπεισμένος; ΑΛ. ἔμοιγε δοκεῖ. ΣΩ. ἀποκρίνου δή· καὶ ἐὰν μὴ αὐτὸς σὺ σαυτοῦ ἀκούσῃς ὅτι τὰ δίκαια καὶ συμφέροντά ἐστιν, ἄλλῳ γε λέγοντι μὴ πιστεύσῃς. ΑΛ. οὔτοι, ἀλλʼ ἀποκριτέον· καὶ γὰρ οὐδὲν οἴομαι βλαβήσεσθαι. ΣΩ. μαντικὸς γὰρ εἶ. καί μοι λέγε· τῶν δικαίων φῂς ἔνια μὲν συμφέρειν, ἔνια δʼ οὔ; ΑΛ. ναί. ΣΩ. τί δέ; τὰ μὲν καλὰ αὐτῶν εἶναι, τὰ δʼ οὔ; ΑΛ. πῶς τοῦτο ἐρωτᾷς; ΣΩ. εἴ τις ἤδη σοι ἔδοξεν αἰσχρὰ μέν, δίκαια δὲ πράττειν; ΑΛ. οὐκ ἔμοιγε. ΣΩ. ἀλλὰ πάντα τὰ δίκαια καὶ καλά; ΑΛ. ναί. ΣΩ. τί δʼ αὖ τὰ καλά; πότερον πάντα ἀγαθά, ἢ τὰ μέν, τὰ δʼ οὔ; ΑΛ. οἴομαι ἔγωγε, ὦ Σώκρατες, ἔνια τῶν καλῶν κακὰ εἶναι. ΣΩ. ἦ καὶ αἰσχρὰ ἀγαθά; ΑΛ. ναί. ΣΩ. ἆρα λέγεις τὰ τοιάδε, οἷον πολλοὶ ἐν πολέμῳ βοηθήσαντες ἑταίρῳ ἢ οἰκείῳ τραύματα ἔλαβον καὶ ἀπέθανον, οἱ δʼ οὐ βοηθήσαντες, δέον, ὑγιεῖς ἀπῆλθον; ΑΛ. πάνυ μὲν οὖν. ΣΩ. οὐκοῦν τὴν τοιαύτην βοήθειαν καλὴν μὲν λέγεις κατὰ τὴν ἐπιχείρησιν τοῦ σῶσαι οὓς ἔδει, τοῦτο δʼ ἐστὶν ἀνδρεία· ἢ οὔ; ΑΛ. ναί. ΣΩ. κακὴν δέ γε κατὰ τοὺς θανάτους τε καὶ ἕλκη· ἦ γάρ; ΑΛ. ναί. ΣΩ. ἆρʼ οὖν οὐκ ἄλλο μὲν ἡ ἀνδρεία, ἄλλο δὲ ὁ θάνατος; ΑΛ. πάνυ γε. ΣΩ. οὐκ ἄρα κατὰ ταὐτόν γʼ ἐστι καλὸν καὶ κακὸν τὸ τοῖς φίλοις βοηθεῖν; ΑΛ. οὐ φαίνεται. ΣΩ. ὅρα τοίνυν εἰ, ᾗ γε καλόν, καὶ ἀγαθόν, ὥσπερ καὶ ἐνταῦθα. κατὰ τὴν ἀνδρείαν γὰρ ὡμολόγεις καλὸν εἶναι τὴν βοήθειαν· τοῦτʼ οὖν αὐτὸ σκόπει, τὴν ἀνδρείαν, ἀγαθὸν ἢ κακόν; ὧδε δὲ σκόπει· σὺ πότερʼ ἂν δέξαιό σοι εἶναι, ἀγαθὰ ἢ κακά; ΑΛ. ἀγαθά. ΣΩ. οὐκοῦν τὰ μέγιστα μάλιστα. ΑΛ. ναί. ΣΩ. καὶ ἥκιστα τῶν τοιούτων δέξαιο ἂν στέρεσθαι; ΑΛ. πῶς γὰρ οὔ; ΣΩ. πῶς οὖν λέγεις περὶ ἀνδρείας; ἐπὶ πόσῳ ἂν αὐτοῦ δέξαιο στέρεσθαι; ΑΛ. οὐδὲ ζῆν ἂν ἐγὼ δεξαίμην δειλὸς ὤν. ΣΩ. ἔσχατον ἄρα κακῶν εἶναί σοι δοκεῖ ἡ δειλία. ΑΛ. ἔμοιγε. ΣΩ. ἐξ ἴσου τῷ τεθνάναι, ὡς ἔοικε. ΑΛ. φημί. ΣΩ. οὐκοῦν θανάτῳ τε καὶ δειλίᾳ ἐναντιώτατον ζωὴ καὶ ἀνδρεία; ΑΛ. ναί. ΣΩ. καὶ τὰ μὲν μάλιστʼ ἂν εἶναι βούλοιό σοι, τὰ δὲ ἥκιστα; ΑΛ. ναί. ΣΩ. ἆρʼ ὅτι τὰ μὲν ἄριστα ἡγῇ, τὰ δὲ κάκιστα; ΑΛ. πάνυ γε. ΣΩ. ἐν τοῖς ἀρίστοις ἄρα σὺ ἡγῇ ἀνδρείαν εἶναι κἀν τοῖς κακίστοις θάνατον. ΑΛ. ἔγωγε. ΣΩ. τὸ ἄρα βοηθεῖν ἐν πολέμῳ τοῖς φίλοις, ᾗ μὲν καλόν, κατʼ ἀγαθοῦ πρᾶξιν τὴν τῆς ἀνδρείας, καλὸν αὐτὸ προσεῖπας; ΑΛ. φαίνομαί γε. ΣΩ. κατὰ δέ γε κακοῦ πρᾶξιν τὴν τοῦ θανάτου κακόν; ΑΛ. ναί. ΣΩ. οὐκοῦν ὧδε δίκαιον προσαγορεύειν ἑκάστην τῶν πράξεων· εἴπερ ᾗ κακὸν ἀπεργάζεται κακὴν καλεῖς, καὶ ᾗ ἀγαθὸν ἀγαθὴν κλητέον. ΑΛ. ἔμοιγε δοκεῖ. ΣΩ. ἆρʼ οὖν καὶ ᾗ ἀγαθόν, καλόν· ᾗ δὲ κακόν, αἰσχρόν; ΑΛ. ναί. ΣΩ. τὴν ἄρʼ ἐν τῷ πολέμῳ τοῖς φίλοις βοήθειαν λέγων καλὴν μὲν εἶναι, κακὴν δέ, οὐδὲν διαφερόντως λέγεις ἢ εἰ προσεῖπες αὐτὴν ἀγαθὴν μέν, κακὴν δέ. ΑΛ. ἀληθῆ μοι δοκεῖς λέγειν, ὦ Σώκρατες. ΣΩ. οὐδὲν ἄρα τῶν καλῶν, καθʼ ὅσον καλόν, κακόν, οὐδὲ τῶν αἰσχρῶν, καθʼ ὅσον αἰσχρόν, ἀγαθόν. ΑΛ. οὐ φαίνεται. ΣΩ. ἔτι τοίνυν καὶ ὧδε σκέψαι. ὅστις καλῶς πράττει, οὐχὶ καὶ εὖ πράττει; ΑΛ. ναί. ΣΩ. οἱ δʼ εὖ πράττοντες οὐκ εὐδαίμονες; ΑΛ. πῶς γὰρ οὔ; ΣΩ. οὐκοῦν εὐδαίμονες διʼ ἀγαθῶν κτῆσιν; ΑΛ. μάλιστα. ΣΩ. κτῶνται δὲ ταῦτα τῷ εὖ καὶ καλῶς πράττειν; ΑΛ. ναί. ΣΩ. τὸ εὖ ἄρα πράττειν ἀγαθόν; ΑΛ. πῶς δʼ οὔ; ΣΩ. οὐκοῦν καλὸν ἡ εὐπραγία; ΑΛ. ναί. ΣΩ. ταὐτὸν ἄρα ἐφάνη ἡμῖν πάλιν αὖ καλόν τε καὶ ἀγαθόν. ΑΛ. φαίνεται. ΣΩ. ὅτι ἂν ἄρα εὕρωμεν καλόν, καὶ ἀγαθὸν εὑρήσομεν ἔκ γε τούτου τοῦ λόγου. ΑΛ. ἀνάγκη. ΣΩ. τί δέ; τὰ ἀγαθὰ συμφέρει ἢ οὔ; ΑΛ. συμφέρει. ΣΩ. μνημονεύεις οὖν περὶ τῶν δικαίων πῶς ὡμολογήσαμεν; ΑΛ. οἶμαί γε τοὺς τὰ δίκαια πράττοντας ἀναγκαῖον εἶναι καλὰ πράττειν. ΣΩ. οὐκοῦν καὶ τοὺς τὰ καλὰ ἀγαθά; ΑΛ. ναί. ΣΩ. τὰ δὲ ἀγαθὰ συμφέρειν; ΑΛ. ναί. ΣΩ. τὰ δίκαια ἄρα, ὦ Ἀλκιβιάδη, συμφέροντά ἐστιν. ΑΛ. ἔοικεν. ΣΩ. τί οὖν; ταῦτα οὐ σὺ ὁ λέγων, ἐγὼ δὲ ὁ ἐρωτῶν; ΑΛ. φαίνομαι, ὡς ἔοικα. ΣΩ. εἰ οὖν τις ἀνίσταται συμβουλεύσων εἴτε Ἀθηναίοις εἴτε Πεπαρηθίοις, οἰόμενος γιγνώσκειν τὰ δίκαια καὶ τὰ ἄδικα, φήσει δʼ εἶναι τὰ δίκαια κακὰ ἐνίοτε, ἄλλο τι ἢ καταγελῴης ἂν αὐτοῦ, ἐπειδήπερ τυγχάνεις καὶ σὺ λέγων ὅτι ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντα; ΑΛ. ἀλλὰ μὰ τοὺς θεούς, ὦ Σώκρατες, οὐκ οἶδʼ ἔγωγε οὐδʼ ὅτι λέγω, ἀλλʼ ἀτεχνῶς ἔοικα ἀτόπως ἔχοντι· τοτὲ μὲν γάρ μοι ἕτερα δοκεῖ σοῦ ἐρωτῶντος, τοτὲ δʼ ἄλλα. ΣΩ. εἶτα τοῦτο, ὦ φίλε, ἀγνοεῖς τὸ πάθημα τί ἐστιν; ΑΛ. πάνυ γε. ΣΩ. οἴει ἂν οὖν, εἴ τις ἐρωτῴη σε δύο ὀφθαλμοὺς ἢ τρεῖς ἔχεις, καὶ δύο χεῖρας ἢ τέτταρας, ἢ ἄλλο τι τῶν τοιούτων, τοτὲ μὲν ἕτερα ἂν ἀποκρίνασθαι, τοτὲ δὲ ἄλλα, ἢ ἀεὶ τὰ αὐτά; ΑΛ. δέδοικα μὲν ἔγωγε ἤδη περὶ ἐμαυτοῦ, οἶμαι μέντοι τὰ αὐτά. ΣΩ. οὐκοῦν ὅτι οἶσθα; τοῦτʼ αἴτιον; ΑΛ. οἶμαι ἔγωγε. ΣΩ. περὶ ὧν ἄρα ἄκων τἀναντία ἀποκρίνῃ, δῆλον ὅτι περὶ τούτων οὐκ οἶσθα. ΑΛ. εἰκός γε. ΣΩ. οὐκοῦν καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ καλῶν καὶ αἰσχρῶν καὶ κακῶν καὶ ἀγαθῶν καὶ συμφερόντων καὶ μὴ ἀποκρινόμενος φῂς πλανᾶσθαι; εἶτα οὐ δῆλον ὅτι διὰ τὸ μὴ εἰδέναι περὶ αὐτῶν, διὰ ταῦτα πλανᾷ; ΑΛ. ἔμοιγε. ΣΩ. ἆρʼ οὖν οὕτω καὶ ἔχει· ἐπειδάν τίς τι μὴ εἰδῇ, ἀναγκαῖον περὶ τούτου πλανᾶσθαι τὴν ψυχήν; ΑΛ. πῶς γὰρ οὔ; ΣΩ. τί οὖν; οἶσθα ὅντινα τρόπον ἀναβήσῃ εἰς τὸν οὐρανόν; ΑΛ. μὰ Δίʼ οὐκ ἔγωγε. ΣΩ. ἦ καὶ πλανᾶταί σου ἡ δόξα περὶ ταῦτα; ΑΛ. οὐ δῆτα. ΣΩ. τὸ δʼ αἴτιον οἶσθα ἢ ἐγὼ φράσω; ΑΛ. φράσον. ΣΩ. ὅτι, ὦ φίλε, οὐκ οἴει αὐτὸ ἐπίστασθαι οὐκ ἐπιστάμενος. ΑΛ. πῶς αὖ τοῦτο λέγεις; ΣΩ. ὅρα καὶ σὺ κοινῇ. ἃ μὴ ἐπίστασαι, γιγνώσκεις δὲ ὅτι οὐκ ἐπίστασαι, πλανᾷ περὶ τὰ τοιαῦτα; ὥσπερ περὶ ὄψου σκευασίας οἶσθα δήπου ὅτι οὐκ οἶσθα; ΑΛ. πάνυ γε. ΣΩ. πότερον οὖν αὐτὸς περὶ ταῦτα δοξάζεις ὅπως χρὴ σκευάζειν καὶ πλανᾷ, ἢ τῷ ἐπισταμένῳ ἐπιτρέπεις; ΑΛ. οὕτως. ΣΩ. τί δʼ εἰ ἐν νηῒ πλέοις, ἆρα δοξάζοις ἂν πότερον χρὴ τὸν οἴακα εἴσω ἄγειν ἢ ἔξω, καὶ ἅτε οὐκ εἰδὼς πλανῷο ἄν, ἢ τῷ κυβερνήτῃ ἐπιτρέψας ἂν ἡσυχίαν ἄγοις; ΑΛ. τῷ κυβερνήτῃ. ΣΩ. οὐκ ἄρα περὶ ἃ μὴ οἶσθα πλανᾷ, ἄνπερ εἰδῇς ὅτι οὐκ οἶσθα; ΑΛ. οὐκ ἔοικα. ΣΩ. ἐννοεῖς οὖν ὅτι καὶ τὰ ἁμαρτήματα ἐν τῇ πράξει διὰ ταύτην τὴν ἄγνοιάν ἐστι, τὴν τοῦ μὴ εἰδότα οἴεσθαι εἰδέναι; ΑΛ. πῶς αὖ λέγεις τοῦτο; ΣΩ. τότε που ἐπιχειροῦμεν πράττειν, ὅταν οἰώμεθα εἰδέναι ὅτι πράττομεν; ΑΛ. ναί. ΣΩ. ὅταν δέ γέ πού τινες μὴ οἴωνται εἰδέναι, ἄλλοις παραδιδόασι; ΑΛ. πῶς δʼ οὔ; ΣΩ. οὐκοῦν οἱ τοιοῦτοι τῶν μὴ εἰδότων ἀναμάρτητοι ζῶσι διὰ τὸ ἄλλοις περὶ αὐτῶν ἐπιτρέπειν; ΑΛ. ναί. ΣΩ. τίνες οὖν οἱ ἁμαρτάνοντες; οὐ γάρ που οἵ γε εἰδότες. ΑΛ. οὐ δῆτα.