<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="112"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δή; νῦν περὶ τῶν δικαίων καὶ ἀδίκων ἀνθρώπων 
                    <milestone n="112" unit="page"/><milestone unit="section" resp="Stephanus" n="112a"/>
                       καὶ πραγμάτων οἱ
                            πολλοὶ δοκοῦσί σοι ὁμολογεῖν αὐτοὶ ἑαυτοῖς ἢ ἀλλήλοις;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἥκιστα νὴ Δίʼ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; μάλιστα περὶ αὐτῶν διαφέρεσθαι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πολύ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔκουν οἴομαί γε πώποτέ σε ἰδεῖν οὐδʼ ἀκοῦσαι σφόδρα οὕτω διαφερομένους
                            ἀνθρώπους περὶ ὑγιεινῶν καὶ μή, ὥστε διὰ ταῦτα μάχεσθαί τε καὶ
                            ἀποκτεινύναι ἀλλήλους.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ περὶ τῶν δικαίων καὶ ἀδίκων ἔγωγʼ οἶδʼ ὅτι,  
                            <milestone unit="section" resp="Stephanus" n="112b"/> 
                            καὶ εἰ μὴ ἑώρακας, ἀκήκοας γοῦν ἄλλων τε
                            πολλῶν καὶ Ὁμήρου· καὶ Ὀδυσσείας γὰρ καὶ Ἰλιάδος ἀκήκοας.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάντως δήπου, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ταῦτα ποιήματά ἐστι περὶ διαφορᾶς δικαίων τε καὶ ἀδίκων;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ αἱ μάχαι γε καὶ οἱ θάνατοι διὰ ταύτην τὴν διαφορὰν τοῖς τε Ἀχαιοῖς
                            καὶ τοῖς ἄλλοις Τρωσὶν ἐγένοντο, καὶ τοῖς μνηστῆρσι τοῖς τῆς Πηνελόπης
                            καὶ τῷ Ὀδυσσεῖ. </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="112c"/><label>ΑΛ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶμαι δὲ καὶ τοῖς ἐν Τανάγρᾳ Ἀθηναίων τε καὶ Λακεδαιμονίων καὶ Βοιωτῶν
                            ἀποθανοῦσι, καὶ τοῖς ὕστερον ἐν Κορωνείᾳ, ἐν οἷς καὶ ὁ σὸς πατὴρ
                            <del>Κλεινίας</del> ἐτελεύτησεν, οὐδὲ περὶ ἑνὸς ἄλλου ἡ διαφορὰ ἢ περὶ
                            τοῦ δικαίου καὶ ἀδίκου τοὺς θανάτους καὶ τὰς μάχας πεποίηκεν· ἦ γάρ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτους οὖν φῶμεν ἐπίστασθαι περὶ ὧν οὕτως 
                      <milestone unit="section" resp="Stephanus" n="112d"/> 
                      σφόδρα διαφέρονται, ὥστε ἀμφισβητοῦντες ἀλλήλοις τὰ ἔσχατα
                            σφᾶς αὐτοὺς ἐργάζονται;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ φαίνεταί γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰς τοὺς τοιούτους διδασκάλους ἀναφέρεις οὓς ὁμολογεῖς αὐτὸς μὴ
                            εἰδέναι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔοικα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς οὖν εἰκός σε εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα, περὶ ὧν οὕτω πλανᾷ καὶ οὔτε μαθὼν φαίνῃ παρʼ οὐδενὸς οὔτʼ αὐτὸς ἐξευρών;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἐκ μὲν ὧν σὺ λέγεις οὐκ εἰκός. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="112e"/><label>ΣΩ.</label> ὁρᾷς αὖ τοῦθʼ ὡς οὐ καλῶς εἶπες, ὦ Ἀλκιβιάδη;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι ἐμὲ φῂς ταῦτα λέγειν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί δέ; οὐ σὺ λέγεις ὡς ἐγὼ οὐδὲν ἐπίσταμαι περὶ τῶν δικαίων καὶ
                            ἀδίκων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ μέντοι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλʼ ἐγώ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ναί.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὧδε εἴσῃ. ἐάν σε ἔρωμαι τὸ ἓν καὶ τὰ δύο πότερα πλείω ἐστί, φήσεις ὅτι τὰ δύο;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόσῳ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἑνί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερος οὖν ἡμῶν ὁ λέγων ὅτι τὰ δύο τοῦ ἑνὸς ἑνὶ πλείω;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἐγώ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐγὼ μὲν ἠρώτων, σὺ δʼ ἀπεκρίνου;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="113"><p><said who="#Σωκράτης"><milestone n="113" unit="page"/><milestone unit="section" resp="Stephanus" n="113a"/><label>ΣΩ.</label> περὶ δὴ τούτων μῶν ἐγὼ φαίνομαι λέγων ὁ ἐρωτῶν, ἢ σὺ ὁ ἀποκρινόμενος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἐγώ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ ἂν ἐγὼ μὲν ἔρωμαι ποῖα γράμματα Σωκράτους, σὺ δʼ εἴπῃς, πότερος ὁ
                            λέγων;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἐγώ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δή, ἑνὶ λόγῳ εἰπέ· ὅταν ἐρώτησίς τε καὶ ἀπόκρισις γίγνηται, πότερος ὁ
                            λέγων, ὁ ἐρωτῶν ἢ ὁ ἀποκρινόμενος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὁ ἀποκρινόμενος, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="113b"/><label>ΣΩ.</label> οὐκοῦν ἄρτι διὰ παντὸς ἐγὼ μὲν ἦ ὁ ἐρωτῶν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σὺ δʼ ὁ ἀποκρινόμενος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; τὰ λεχθέντα πότερος ἡμῶν εἴρηκεν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνομαι μέν, ὦ Σώκρατες, ἐκ τῶν ὡμολογημένων ἐγώ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐλέχθη περὶ δικαίων καὶ ἀδίκων ὅτι Ἀλκιβιάδης ὁ καλὸς ὁ Κλεινίου
                            οὐκ ἐπίσταιτο, οἴοιτο δέ, καὶ μέλλοι εἰς ἐκκλησίαν ἐλθὼν συμβουλεύσειν
                            Ἀθηναίοις περὶ ὧν οὐδὲν οἶδεν; οὐ ταῦτʼ ἦν; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="113c"/><label>ΑΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ τοῦ Εὐριπίδου ἄρα συμβαίνει, ὦ Ἀλκιβιάδη· σοῦ τάδε κινδυνεύεις, οὐκ
                            ἐμοῦ ἀκηκοέναι, οὐδʼ ἐγώ εἰμι ὁ ταῦτα λέγων, ἀλλὰ σύ, ἐμὲ δὲ αἰτιᾷ
                            μάτην. καὶ μέντοι καὶ εὖ λέγεις. μανικὸν γὰρ ἐν νῷ ἔχεις ἐπιχείρημα
                            ἐπιχειρεῖν, ὦ βέλτιστε, διδάσκειν ἃ οὐκ οἶσθα, ἀμελήσας μανθάνειν.
                                </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="113d"/><label>ΑΛ.</label> οἶμαι μέν, ὦ Σώκρατες, ὀλιγάκις Ἀθηναίους βουλεύεσθαι καὶ τοὺς ἄλλους
                            Ἕλληνας πότερα δικαιότερα ἢ ἀδικώτερα· τὰ μὲν γὰρ τοιαῦτα ἡγοῦνται δῆλα
                            εἶναι, ἐάσαντες οὖν περὶ αὐτῶν σκοποῦσιν ὁπότερα συνοίσει πράξασιν. οὐ
                            γὰρ ταὐτὰ οἶμαι ἐστὶν τά τε δίκαια καὶ τὰ συμφέροντα, ἀλλὰ πολλοῖς δὴ
                            ἐλυσιτέλησεν ἀδικήσασι μεγάλα ἀδικήματα, καὶ ἑτέροις γε οἶμαι δίκαια
                            ἐργασαμένοις οὐ συνήνεγκεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; εἰ ὅτι μάλιστα ἕτερα μὲν τὰ δίκαια 
                <milestone unit="section" resp="Stephanus" n="113e"/>
            τυγχάνει ὄντα, ἕτερα δὲ τὰ συμφέροντα, οὔ τί που αὖ σὺ
                            οἴει ταῦτʼ εἰδέναι ἃ συμφέρει τοῖς ἀνθρώποις, καὶ διʼ ὅτι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί γὰρ κωλύει, ὦ Σώκρατες; εἰ μή με αὖ ἐρήσῃ παρʼ ὅτου ἔμαθον ἢ ὅπως  αὐτὸς ηὗρον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="114"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἷον τοῦτο ποιεῖς. εἴ τι μὴ ὀρθῶς λέγεις, τυγχάνει δὲ δυνατὸν ὂν
                            ἀποδεῖξαι διʼ οὗπερ καὶ τὸ πρότερον λόγου, οἴει δὴ καινὰ ἄττα δεῖν
                            ἀκούειν ἀποδείξεις τε ἑτέρας, ὡς τῶν προτέρων οἷον σκευαρίων
                            κατατετριμμένων, καὶ οὐκέτʼ ἂν σὺ αὐτὰ ἀμπίσχοιο, εἰ μή τίς σοι
                            τεκμήριον καθαρὸν 
         <milestone n="114" unit="page"/><milestone unit="section" resp="Stephanus" n="114a"/>
                           καὶ ἄχραντον οἴσει. ἐγὼ δὲ χαίρειν ἐάσας
                            τὰς σὰς προδρομὰς τοῦ λόγου οὐδὲν ἧττον ἐρήσομαι πόθεν μαθὼν αὖ τὰ
                            συμφέροντʼ ἐπίστασαι, καὶ ὅστις ἐστὶν ὁ διδάσκαλος, καὶ πάντʼ ἐκεῖνα τὰ
                            πρότερον ἐρωτῶ μιᾷ ἐρωτήσει; ἀλλὰ γὰρ δῆλον ὡς εἰς ταὐτὸν ἥξεις καὶ οὐχ
                            ἕξεις ἀποδεῖξαι οὔθʼ ὡς ἐξευρὼν οἶσθα τὰ συμφέροντα οὔθʼ ὡς μαθών.
                            ἐπειδὴ δὲ τρυφᾷς καὶ οὐκέτʼ ἂν ἡδέως τοῦ αὐτοῦ γεύσαιο λόγου, τοῦτον μὲν
                            ἐῶ χαίρειν, εἴτʼ οἶσθα εἴτε μὴ τὰ Ἀθηναίοις συμφέροντα· 
                            <milestone unit="section" resp="Stephanus" n="114b"/>
                            πότερον δὲ ταὐτά ἐστι δίκαιά τε καὶ
                            συμφέροντʼ ἢ ἕτερα, τί οὐκ ἀπέδειξας; εἰ μὲν βούλει, ἐρωτῶν με ὥσπερ ἐγὼ
                            σέ, εἰ δέ, καὶ αὐτὸς ἐπὶ σεαυτοῦ λόγῳ διέξελθε.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλʼ οὐκ οἶδα εἰ οἷός τʼ ἂν εἴην, ὦ Σώκρατες, πρὸς σὲ διελθεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ, ὠγαθέ, ἐμὲ ἐκκλησίαν νόμισον καὶ δῆμον· καὶ ἐκεῖ τοί σε δεήσει ἕνα
                            ἕκαστον πείθειν. ἦ γάρ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοῦ αὐτοῦ ἕνα τε οἷόν τε εἶναι κατὰ μόνας 
                   <milestone unit="section" resp="Stephanus" n="114c"/>
             πείθειν καὶ συμπόλλους περὶ ὧν ἂν εἰδῇ,
                            ὥσπερ ὁ γραμματιστὴς ἕνα τέ που πείθει περὶ γραμμάτων καὶ πολλούς;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ καὶ περὶ ἀριθμοῦ ὁ αὐτὸς ἕνα τε καὶ πολλοὺς πείσει;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὗτος δʼ ἔσται ὁ εἰδώς, ὁ ἀριθμητικός;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ σὺ ἅπερ καὶ πολλοὺς οἷός τε πείθειν εἶ, ταῦτα καὶ ἕνα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστι δὲ ταῦτα δῆλον ὅτι ἃ οἶσθα.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλο τι οὖν τοσοῦτον μόνον διαφέρει τοῦ ἐν τῷ 
        <milestone unit="section" resp="Stephanus" n="114d"/>
                  δήμῳ ῥήτορος ὁ ἐν τῇ τοιᾷδε συνουσίᾳ, ὅτι ὁ μὲν ἁθρόους
                            πείθει τὰ αὐτά, ὁ δὲ καθʼ ἕνα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> κινδυνεύει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι νῦν, ἐπειδὴ τοῦ αὐτοῦ φαίνεται πολλούς τε καὶ ἕνα πείθειν, ἐν ἐμοὶ
                            ἐμμελέτησον καὶ ἐπιχείρησον ἐπιδεῖξαι ὡς τὸ δίκαιον ἐνίοτε οὐ
                            συμφέρει.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὑβριστὴς εἶ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν γοῦν ὑφʼ ὕβρεως μέλλω σε πείθειν τἀναντία οἷς σὺ ἐμὲ οὐκ ἐθέλεις.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> λέγε δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀποκρίνου μόνον τὰ ἐρωτώμενα. </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="114e"/><label>ΑΛ.</label> μή, ἀλλὰ σὺ αὐτὸς λέγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ; οὐχ ὅτι μάλιστα βούλει πεισθῆναι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάντως δήπου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ λέγεις ὅτι ταῦθʼ οὕτως ἔχει, μάλιστʼ ἂν εἴης πεπεισμένος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀποκρίνου δή· καὶ ἐὰν μὴ αὐτὸς σὺ σαυτοῦ ἀκούσῃς ὅτι τὰ δίκαια καὶ
                            συμφέροντά ἐστιν, ἄλλῳ γε λέγοντι μὴ πιστεύσῃς.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔτοι, ἀλλʼ ἀποκριτέον· καὶ γὰρ οὐδὲν οἴομαι βλαβήσεσθαι.</said></p></div></div></body></text></TEI>