<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="109"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μέντοι αἰσχρόν γε εἰ μέν τις σε λέγοντα καὶ συμβουλεύοντα περὶ
                            σιτίων ὅτι βέλτιον τόδε τοῦδε καὶ νῦν καὶ τοσοῦτον, ἔπειτα ἐρωτήσειεν
                            <q>τί τὸ ἄμεινον λέγεις, ὦ Ἀλκιβιάδη;</q> περὶ μὲν τούτων ἔχειν
                            εἰπεῖν ὅτι τὸ ὑγιεινότερον, καίτοι οὐ προσποιῇ γε ἰατρὸς εἶναι· περὶ δὲ
                            οὗ 
                            <milestone n="109" unit="page"/><milestone unit="section" resp="Stephanus" n="109a"/>
                            προσποιῇ ἐπιστήμων εἶναι καὶ συμβουλεύσεις ἀνιστάμενος ὡς εἰδώς,
                            τούτου δʼ, ὡς ἔοικας, πέρι ἐρωτηθεὶς ἐὰν μὴ ἔχῃς εἰπεῖν, οὐκ αἰσχύνῃ; ἢ
                            οὐκ αἰσχρὸν φανεῖται;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκόπει δὴ καὶ προθυμοῦ εἰπεῖν πρὸς τί τείνει τὸ ἐν τῷ εἰρήνην τε ἄγειν
                            ἄμεινον καὶ τὸ ἐν τῷ πολεμεῖν οἷς δεῖ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ σκοπῶν οὐ δύναμαι ἐννοῆσαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ οἶσθα, ἐπειδὰν πόλεμον ποιώμεθα, ὅτι ἐγκαλοῦντες ἀλλήλοις πάθημα
                            ἐρχόμεθα εἰς τὸ πολεμεῖν, καὶ ὅτι αὐτὸ ὀνομάζοντες ἐρχόμεθα; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="109b"/><label>ΑΛ.</label> ἔγωγε, ὅτι γε ἐξαπατώμενοί τι ἢ βιαζόμενοι ἢ ἀποστερούμενοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχε· πῶς ἕκαστα τούτων πάσχοντες; πειρῶ εἰπεῖν τί διαφέρει τὸ ὧδε ἢ
                            ὧδε.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἦ τὸ ὧδε λέγεις, ὦ Σώκρατες, τὸ δικαίως ἢ τὸ ἀδίκως;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> αὐτὸ τοῦτο.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ μὴν τοῦτο γε διαφέρει ὅλον τε καὶ πᾶν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; Ἀθηναίοις σὺ πρὸς ποτέρους συμβουλεύσεις πολεμεῖν, τοὺς
                            ἀδικοῦντας ἢ τοὺς τὰ δίκαια πράττοντας; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="109c"/><label>ΑΛ.</label> δεινὸν τοῦτό γε ἐρωτᾷς· εἰ γὰρ καὶ διανοεῖταί τις ὡς δεῖ πρὸς τοὺς τὰ
                            δίκαια πράττοντας πολεμεῖν, οὐκ ἂν ὁμολογήσειέν γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γὰρ νόμιμον τοῦθʼ, ὡς ἔοικεν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα· οὐδέ γε καλὸν δοκεῖ εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρὸς ταῦτʼ ἄρα καὶ σὺ <del>τὸ δίκαιον</del> τοὺς λόγους ποιήσῃ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλο τι οὖν, ὃ νυνδὴ ἐγὼ ἠρώτων βέλτιον πρὸς τὸ πολεμεῖν καὶ μή, καὶ οἷς
                            δεῖ καὶ οἷς μή, καὶ ὁπότε καὶ μή, τὸ δικαιότερον τυγχάνει ὄν; ἢ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνεταί γε. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="109d"/><label>ΣΩ.</label> πῶς οὖν, ὦ φίλε Ἀλκιβιάδη; πότερον σαυτὸν λέληθας ὅτι οὐκ ἐπίστασαι
                            τοῦτο, ἢ ἐμὲ ἔλαθες μανθάνων καὶ φοιτῶν εἰς διδασκάλου ὅς σε ἐδίδασκε
                            διαγιγνώσκειν τὸ δικαιότερόν τε καὶ ἀδικώτερον; καὶ τίς ἐστιν οὗτος;
                            φράσον καὶ ἐμοί, ἵνα αὐτῷ φοιτητὴν προξενήσῃς καὶ ἐμέ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> σκώπτεις, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ μὰ τὸν Φίλιον τὸν ἐμόν τε καὶ σόν, ὃν ἐγὼ ἥκιστʼ ἂν ἐπιορκήσαιμι· ἀλλʼ
                            εἴπερ ἔχεις, εἰπὲ τίς ἐστιν. </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="109e"/><label>ΑΛ.</label> τί δʼ εἰ μὴ ἔχω; οὐκ ἂν οἴει με ἄλλως εἰδέναι περὶ τῶν δικαίων καὶ
                            ἀδίκων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ναί, εἴ γε εὕροις.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλʼ οὐκ ἂν εὑρεῖν με ἡγῇ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μάλα γε, εἰ ζητήσαις.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἶτα ζητῆσαι οὐκ ἂν οἴει με;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔγωγε, εἰ οἰηθείης γε μὴ εἰδέναι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἶτα οὐκ ἦν ὅτʼ εἶχον οὕτω;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="110"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς λέγεις. ἔχεις οὖν εἰπεῖν τοῦτον τὸν χρόνον 
                   <milestone n="110" unit="page"/><milestone unit="section" resp="Stephanus" n="110a"/>
                   ὅτε οὐκ ᾤου εἰδέναι τὰ δίκαια καὶ τὰ ἄδικα; φέρε, πέρυσιν ἐζήτεις τε καὶ οὐκ ᾤου εἰδέναι; ἢ
                            ᾤου; καὶ τἀληθῆ ἀποκρίνου, ἵνα μὴ μάτην οἱ διάλογοι γίγνωνται.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλʼ ᾤμην εἰδέναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τρίτον δʼ ἔτος καὶ τέταρτον καὶ πέμπτον οὐχ οὕτως;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν τό γε πρὸ τοῦ παῖς ἦσθα. ἦ γάρ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τότε μὲν τοίνυν εὖ οἶδα ὅτι ᾤου εἰδέναι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς εὖ οἶσθα; </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="110b"/><label>ΣΩ.</label> πολλάκις σοῦ ἐν διδασκάλων ἤκουον παιδὸς ὄντος καὶ ἄλλοθι, καὶ ὁπότε
                            ἀστραγαλίζοις ἢ ἄλλην τινὰ παιδιὰν παίζοις, οὐχ ὡς ἀποροῦντος περὶ τῶν
                            δικαίων καὶ ἀδίκων, ἀλλὰ μάλα μέγα καὶ θαρραλέως λέγοντος περὶ ὅτου
                            τύχοις τῶν παίδων ὡς πονηρός τε καὶ ἄδικος εἴη καὶ ὡς ἀδικοῖ· ἢ οὐκ
                            ἀληθῆ λέγω;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ τί ἔμελλον ποιεῖν, ὦ Σώκρατες, ὁπότε τίς με ἀδικοῖ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σὺ δʼ εἰ τύχοις ἀγνοῶν εἴτʼ ἀδικοῖο εἴτε μὴ τότε, λέγεις, τί σε χρὴ
                            ποιεῖν; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="110c"/><label>ΑΛ.</label> μὰ Δίʼ ἀλλʼ οὐκ ἠγνόουν ἔγωγε, ἀλλὰ σαφῶς ἐγίγνωσκον ὅτι ἠδικούμην.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὤιου ἄρα ἐπίστασθαι καὶ παῖς ὤν, ὡς ἔοικε, τὰ δίκαια καὶ τὰ ἄδικα.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔγωγε· καὶ ἠπιστάμην γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν ποίῳ χρόνῳ ἐξευρών; οὐ γὰρ δήπου ἐν ᾧ γε ᾤου εἰδέναι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότε οὖν ἀγνοεῖν ἡγοῦ; σκόπει· οὐ γὰρ εὑρήσεις τοῦτον τὸν χρόνον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> μὰ τὸν Δίʼ, ὦ Σώκρατες, οὔκουν ἔχω γʼ εἰπεῖν. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="110d"/><label>ΣΩ.</label> εὑρὼν μὲν ἄρʼ οὐκ οἶσθα αὐτά.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ πάνυ φαίνομαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν ἄρτι γε οὐδὲ μαθὼν ἔφησθα εἰδέναι· εἰ δὲ μήθʼ ηὗρες μήτʼ ἔμαθες,
                            πῶς οἶσθα καὶ πόθεν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλʼ ἴσως τοῦτό σοι οὐκ ὀρθῶς ἀπεκρινάμην, τὸ φάναι εἰδέναι αὐτὸς
                            ἐξευρών.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὲ πῶς εἶχεν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμαθον οἶμαι καὶ ἐγὼ ὥσπερ καὶ οἱ ἄλλοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάλιν εἰς τὸν αὐτὸν ἥκομεν λόγον. παρὰ τοῦ; φράζε κἀμοί. </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="110e"/><label>ΑΛ.</label> παρὰ τῶν πολλῶν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ εἰς σπουδαίους γε διδασκάλους καταφεύγεις εἰς τοὺς πολλοὺς
                            ἀναφέρων.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί δέ; οὐχ ἱκανοὶ διδάξαι οὗτοι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔκουν τὰ πεττευτικά γε καὶ τὰ μή· καίτοι φαυλότερα αὐτὰ οἶμαι τῶν
                            δικαίων εἶναι. τί δέ; σὺ οὐχ οὕτως οἴει;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶτα τὰ μὲν φαυλότερα οὐχ οἷοί τε διδάσκειν, τὰ δὲ σπουδαιότερα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οἶμαι ἔγωγε· ἄλλα γοῦν πολλὰ οἷοί τʼ εἰσὶν διδάσκειν σπουδαιότερα τοῦ
                            πεττεύειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ποῖα ταῦτα;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="111"><p><said who="#Ἀλκιβιάδης"><milestone n="111" unit="page"/><milestone unit="section" resp="Stephanus" n="111a"/><label>ΑΛ.</label> οἷον καὶ τὸ ἑλληνίζειν παρὰ τούτων ἔγωγʼ ἔμαθον, καὶ οὐκ ἂν ἔχοιμι εἰπεῖν
                            ἐμαυτοῦ διδάσκαλον, ἀλλʼ εἰς τοὺς αὐτοὺς ἀναφέρω οὓς σὺ φῂς οὐ
                            σπουδαίους εἶναι διδασκάλους.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ, ὦ γενναῖε, τούτου μὲν ἀγαθοὶ διδάσκαλοι οἱ πολλοί, καὶ δικαίως
                            ἐπαινοῖντʼ ἂν αὐτῶν εἰς διδασκαλίαν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι ἔχουσι περὶ αὐτὰ ἃ χρὴ τοὺς ἀγαθοὺς διδασκάλους ἔχειν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί τοῦτο λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ οἶσθʼ ὅτι χρὴ τοὺς μέλλοντας διδάσκειν ὁτιοῦν 
                            <milestone unit="section" resp="Stephanus" n="111b"/> αὐτοὺς πρῶτον εἰδέναι; ἢ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοὺς εἰδότας ὁμολογεῖν τε ἀλλήλοις καὶ μὴ διαφέρεσθαι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν οἷς δʼ ἂν διαφέρωνται, ταῦτα φήσεις εἰδέναι αὐτούς;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων οὖν διδάσκαλοι πῶς ἂν εἶεν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐδαμῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; δοκοῦσί σοι διαφέρεσθαι οἱ πολλοὶ ποῖόν ἐστι λίθος ἢ ξύλον; καὶ
                            ἐάν τινα ἐρωτᾷς, ἆρʼ οὐ τὰ αὐτὰ 
<milestone unit="section" resp="Stephanus" n="111c"/>
             ὁμολογοῦσιν, καὶ ἐπὶ ταὐτὰ ὁρμῶσιν ὅταν βούλωνται λαβεῖν λίθον ἢ
                            ξύλον; ὡσαύτως καὶ πάνθʼ ὅσα τοιαῦτα· σχεδὸν γάρ τι μανθάνω τὸ
                            ἑλληνίζειν ἐπίστασθαι ὅτι τοῦτο λέγεις· ἢ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰς μὲν ταῦθʼ, ὥσπερ εἴπομεν, ἀλλήλοις τε ὁμολογοῦσι καὶ αὐτοὶ
                            ἑαυτοῖς ἰδίᾳ, καὶ δημοσίᾳ αἱ πόλεις πρὸς ἀλλήλας οὐκ ἀμφισβητοῦσιν αἱ
                            μὲν ταῦθʼ αἱ δʼ ἄλλα φάσκουσαι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰκότως ἂν ἄρα τούτων γε καὶ διδάσκαλοι εἶεν ἀγαθοί. </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="111d"/><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ μὲν βουλοίμεθα ποιῆσαί τινα περὶ αὐτῶν εἰδέναι, ὀρθῶς ἂν αὐτὸν
                            πέμποιμεν εἰς διδασκαλίαν τούτων τῶν πολλῶν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ εἰ βουληθεῖμεν εἰδέναι, μὴ μόνον ποῖοι ἄνθρωποί εἰσιν ἢ ποῖοι
                            ἵπποι, ἀλλὰ καὶ τίνες αὐτῶν δρομικοί τε καὶ μή, ἆρʼ ἔτι οἱ πολλοὶ τοῦτο
                            ἱκανοὶ διδάξαι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἱκανὸν δέ σοι τεκμήριον ὅτι οὐκ ἐπίστανται οὐδὲ 
                      <milestone unit="section" resp="Stephanus" n="111e"/>
                       κρήγυοι διδάσκαλοί εἰσιν τούτων, ἐπειδὴ οὐδὲν ὁμολογοῦσιν
                            ἑαυτοῖς περὶ αὐτῶν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ εἰ βουληθεῖμεν εἰδέναι, μὴ μόνον ποῖοι ἄνθρωποί εἰσιν, ἀλλʼ ὁποῖοι
                            ὑγιεινοὶ ἢ νοσώδεις, ἆρʼ ἱκανοὶ ἂν ἡμῖν ἦσαν διδάσκαλοι οἱ πολλοί;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦν δʼ ἄν σοι τεκμήριον ὅτι μοχθηροί εἰσι τούτων διδάσκαλοι, εἰ ἑώρας
                            αὐτοὺς διαφερομένους;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμοιγε.</said></p></div></div></body></text></TEI>