<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="268"><p><said who="#Σωκράτης"><milestone n="268" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="268a"/><label>ΣΩ.</label> ἐῶμεν δὴ τά γε σμικρά· ταῦτα δὲ ὑπʼ αὐγὰς μᾶλλον ἴδωμεν, τίνα καὶ πότʼ ἔχει τὴν τῆς τέχνης δύναμιν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ μάλα ἐρρωμένην, ὦ Σώκρατες, ἔν γε δὴ πλήθους συνόδοις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχει γάρ. ἀλλʼ, ὦ δαιμόνιε, ἰδὲ καὶ σὺ εἰ ἄρα καὶ σοὶ φαίνεται διεστηκὸς αὐτῶν τὸ ἤτριον ὥσπερ ἐμοί.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> δείκνυε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰπὲ δή μοι· εἴ τις προσελθὼν τῷ ἑταίρῳ σου Ἐρυξιμάχῳ ἢ τῷ πατρὶ αὐτοῦ Ἀκουμενῷ εἴποι ὅτι <q>ἐγὼ ἐπίσταμαι τοιαῦτʼ ἄττα σώμασι προσφέρειν, ὥστε θερμαίνειν <milestone unit="section" resp="Stephanus" n="268b"/> τʼ ἐὰν βούλωμαι καὶ ψύχειν, καὶ ἐὰν μὲν δόξῃ μοι, ἐμεῖν ποιεῖν, ἐὰν δʼ αὖ, κάτω διαχωρεῖν, καὶ ἄλλα πάμπολλα τοιαῦτα· καὶ ἐπιστάμενος αὐτὰ ἀξιῶ ἰατρικὸς εἶναι καὶ ἄλλον ποιεῖν ᾧ ἂν τὴν τούτων ἐπιστήμην παραδῶ,</q> τί ἂν οἴει ἀκούσαντας εἰπεῖν;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί δʼ ἄλλο γε ἢ ἐρέσθαι εἰ προσεπίσταται καὶ οὕστινας δεῖ καὶ ὁπότε ἕκαστα τούτων ποιεῖν, καὶ μέχρι ὁπόσου;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ οὖν εἴποι ὅτι <q>οὐδαμῶς· ἀλλʼ ἀξιῶ τὸν ταῦτα <milestone unit="section" resp="Stephanus" n="268c"/> παρʼ ἐμοῦ μαθόντα αὐτὸν οἷόν τʼ εἶναι <del>ποιεῖν</del> ἃ ἐρωτᾷς;</q></said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> εἰπεῖν ἂν οἶμαι ὅτι μαίνεται ἅνθρωπος, καὶ ἐκ βιβλίου ποθὲν ἀκούσας ἢ περιτυχὼν φαρμακίοις ἰατρὸς οἴεται γεγονέναι, οὐδὲν ἐπαΐων τῆς τέχνης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ εἰ Σοφοκλεῖ αὖ προσελθὼν καὶ Εὐριπίδῃ τις λέγοι ὡς ἐπίσταται περὶ σμικροῦ πράγματος ῥήσεις παμμήκεις ποιεῖν καὶ περὶ μεγάλου πάνυ σμικράς, ὅταν τε βούληται οἰκτράς, καὶ τοὐναντίον αὖ φοβερὰς καὶ ἀπειλητικὰς ὅσα τʼ <milestone unit="section" resp="Stephanus" n="268d"/> ἄλλα τοιαῦτα, καὶ διδάσκων αὐτὰ τραγῳδίας ποίησιν οἴεται παραδιδόναι;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ οὗτοι ἄν, ὦ Σώκρατες, οἶμαι καταγελῷεν εἴ τις οἴεται τραγῳδίαν ἄλλο τι εἶναι ἢ τὴν τούτων σύστασιν πρέπουσαν ἀλλήλοις τε καὶ τῷ ὅλῳ συνισταμένην.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οὐκ ἂν ἀγροίκως γε οἶμαι λοιδορήσειαν, ἀλλʼ ὥσπερ ἂν μουσικὸς ἐντυχὼν ἀνδρὶ οἰομένῳ ἁρμονικῷ εἶναι, ὅτι δὴ τυγχάνει ἐπιστάμενος ὡς οἷόν τε ὀξυτάτην καὶ βαρυτάτην <milestone unit="section" resp="Stephanus" n="268e"/> χορδὴν ποιεῖν, οὐκ ἀγρίως εἴποι ἄν· <q>ὦ μοχθηρέ, μελαγχολᾷς,</q> ἀλλʼ ἅτε μουσικὸς ὢν πρᾳότερον ὅτι <q>ὦ ἄριστε, ἀνάγκη μὲν καὶ ταῦτʼ ἐπίστασθαι τὸν μέλλοντα ἁρμονικὸν ἔσεσθαι, οὐδὲν μὴν κωλύει μηδὲ σμικρὸν ἁρμονίας ἐπαΐειν τὸν τὴν σὴν ἕξιν ἔχοντα· τὰ γὰρ πρὸ ἁρμονίας ἀναγκαῖα μαθήματα ἐπίστασαι ἀλλʼ οὐ τὰ ἁρμονικά.</q></said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ὀρθότατά γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="269"><p><said who="#Σωκράτης"><milestone n="269" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="269a"/><label>ΣΩ.</label> οὐκοῦν καὶ ὁ Σοφοκλῆς τόν σφισιν ἐπιδεικνύμενον τὰ πρὸ τραγῳδίας ἂν φαίη ἀλλʼ οὐ τὰ τραγικά, καὶ ὁ Ἀκουμενὸς τὰ πρὸ ἰατρικῆς ἀλλʼ οὐ τὰ ἰατρικά.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ τὸν <term>μελίγηρυν Ἄδραστον</term> οἰόμεθα ἢ καὶ Περικλέα, εἰ ἀκούσειαν ὧν νυνδὴ ἡμεῖς διῇμεν τῶν παγκάλων τεχνημάτων—<term>βραχυλογιῶν</term> τε καὶ <term>εἰκονολογιῶν</term> καὶ ὅσα ἄλλα διελθόντες ὑπʼ αὐγὰς ἔφαμεν εἶναι σκεπτέα—πότερον <milestone unit="section" resp="Stephanus" n="269b"/> χαλεπῶς ἂν αὐτούς, ὥσπερ ἐγώ τε καὶ σύ, ὑπʼ ἀγροικίας ῥῆμά τι εἰπεῖν ἀπαίδευτον εἰς τοὺς ταῦτα γεγραφότας τε καὶ διδάσκοντας ὡς ῥητορικὴν τέχνην, ἢ ἅτε ἡμῶν ὄντας σοφωτέρους κἂν νῷν ἐπιπλῆξαι εἰπόντας· <q>ὦ Φαῖδρέ τε καὶ Σώκρατες, οὐ χρὴ χαλεπαίνειν ἀλλὰ συγγιγνώσκειν, εἴ τινες μὴ ἐπιστάμενοι διαλέγεσθαι ἀδύνατοι ἐγένοντο ὁρίσασθαι τί ποτʼ ἔστιν ῥητορική, ἐκ δὲ τούτου τοῦ πάθους τὰ πρὸ τῆς τέχνης ἀναγκαῖα μαθήματα ἔχοντες ῥητορικὴν ᾠήθησαν <milestone unit="section" resp="Stephanus" n="269c"/> ηὑρηκέναι, καὶ ταῦτα δὴ διδάσκοντες ἄλλους ἡγοῦνταί σφισιν τελέως ῥητορικὴν δεδιδάχθαι, τὸ δὲ ἕκαστα τούτων πιθανῶς λέγειν τε καὶ τὸ ὅλον συνίστασθαι, οὐδὲν ἔργον <add>ὄν</add>, αὐτοὺς δεῖν παρʼ ἑαυτῶν τοὺς μαθητὰς σφῶν πορίζεσθαι ἐν τοῖς λόγοις</q>.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ἀλλὰ μήν, ὦ Σώκρατες, κινδυνεύει γε τοιοῦτόν τι εἶναι τὸ τῆς τέχνης ἣν οὗτοι οἱ ἄνδρες ὡς ῥητορικὴν διδάσκουσίν τε καὶ γράφουσιν, καὶ ἔμοιγε δοκεῖς ἀληθῆ εἰρηκέναι· ἀλλὰ δὴ τὴν τοῦ τῷ ὄντι ῥητορικοῦ τε καὶ πιθανοῦ <milestone unit="section" resp="Stephanus" n="269d"/> τέχνην πῶς καὶ πόθεν ἄν τις δύναιτο πορίσασθαι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ μὲν δύνασθαι, ὦ Φαῖδρε, ὥστε ἀγωνιστὴν τέλεον γενέσθαι, εἰκός—ἴσως δὲ καὶ ἀναγκαῖον—ἔχειν ὥσπερ τἆλλα· εἰ μέν σοι ὑπάρχει φύσει ῥητορικῷ εἶναι, ἔσῃ ῥήτωρ ἐλλόγιμος, προσλαβὼν ἐπιστήμην τε καὶ μελέτην, ὅτου δʼ ἂν ἐλλείπῃς τούτων, ταύτῃ ἀτελὴς ἔσῃ. ὅσον δὲ αὐτοῦ τέχνη, οὐχ ᾗ Λυσίας τε καὶ Θρασύμαχος πορεύεται δοκεῖ μοι φαίνεσθαι ἡ μέθοδος.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ἀλλὰ πῇ δή;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="269e"/><label>ΣΩ.</label> κινδυνεύει, ὦ ἄριστε, εἰκότως ὁ Περικλῆς πάντων τελεώτατος εἰς τὴν ῥητορικὴν γενέσθαι.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί δή;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="270"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πᾶσαι ὅσαι μεγάλαι τῶν τεχνῶν προσδέονται
            <milestone n="270" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="270a"/> ἀδολεσχίας καὶ μετεωρολογίας φύσεως πέρι· τὸ γὰρ ὑψηλόνουν τοῦτο καὶ πάντῃ τελεσιουργὸν ἔοικεν ἐντεῦθέν ποθεν εἰσιέναι. ὃ καὶ Περικλῆς πρὸς τῷ εὐφυὴς εἶναι ἐκτήσατο· προσπεσὼν γὰρ οἶμαι τοιούτῳ ὄντι Ἀναξαγόρᾳ, μετεωρολογίας ἐμπλησθεὶς καὶ ἐπὶ φύσιν νοῦ τε καὶ διανοίας ἀφικόμενος, ὧν δὴ πέρι τὸν πολὺν λόγον ἐποιεῖτο Ἀναξαγόρας, ἐντεῦθεν εἵλκυσεν ἐπὶ τὴν τῶν λόγων τέχνην τὸ πρόσφορον αὐτῇ.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> πῶς τοῦτο λέγεις;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="270b"/><label>ΣΩ.</label> ὁ αὐτός που τρόπος τέχνης ἰατρικῆς ὅσπερ καὶ ῥητορικῆς.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> πῶς δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν ἀμφοτέραις δεῖ διελέσθαι φύσιν, σώματος μὲν ἐν τῇ ἑτέρᾳ, ψυχῆς δὲ ἐν τῇ ἑτέρᾳ, εἰ μέλλεις, μὴ τριβῇ μόνον καὶ ἐμπειρίᾳ ἀλλὰ τέχνῃ, τῷ μὲν φάρμακα καὶ τροφὴν προσφέρων ὑγίειαν καὶ ῥώμην ἐμποιήσειν, τῇ δὲ λόγους τε καὶ ἐπιτηδεύσεις νομίμους πειθὼ ἣν ἂν βούλῃ καὶ ἀρετὴν παραδώσειν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τὸ γοῦν εἰκός, ὦ Σώκρατες, οὕτως.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="270c"/><label>ΣΩ.</label> ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> εἰ μὲν Ἱπποκράτει γε τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πιθέσθαι, οὐδὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς γάρ, ὦ ἑταῖρε, λέγει· χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζοντα σκοπεῖν εἰ συμφωνεῖ.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ τοίνυν περὶ φύσεως σκόπει τί ποτε λέγει Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος. ἆρʼ οὐχ ὧδε δεῖ διανοεῖσθαι <milestone unit="section" resp="Stephanus" n="270d"/> περὶ ὁτουοῦν φύσεως· πρῶτον μέν, ἁπλοῦν ἢ πολυειδές ἐστιν οὗ πέρι βουλησόμεθα εἶναι αὐτοὶ τεχνικοὶ καὶ ἄλλον δυνατοὶ ποιεῖν, ἔπειτα δέ, ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ δρᾶν ἔχον ἢ τίνα εἰς τὸ παθεῖν ὑπὸ τοῦ, ἐὰν δὲ πλείω εἴδη ἔχῃ, ταῦτα ἀριθμησάμενον, ὅπερ ἐφʼ ἑνός, τοῦτʼ ἰδεῖν ἐφʼ ἑκάστου, τῷ τί ποιεῖν αὐτὸ πέφυκεν ἢ τῷ τί παθεῖν ὑπὸ τοῦ;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> κινδυνεύει, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ γοῦν ἄνευ τούτων μέθοδος ἐοίκοι ἂν ὥσπερ <milestone unit="section" resp="Stephanus" n="270e"/> τυφλοῦ πορείᾳ. ἀλλʼ οὐ μὴν ἀπεικαστέον τόν γε τέχνῃ μετιόντα ὁτιοῦν τυφλῷ οὐδὲ κωφῷ, ἀλλὰ δῆλον ὡς, ἄν τῴ τις τέχνῃ λόγους διδῷ, τὴν οὐσίαν δείξει ἀκριβῶς τῆς φύσεως τούτου πρὸς ὃ τοὺς λόγους προσοίσει· ἔσται δέ που ψυχὴ τοῦτο.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί μήν;</said></p></div></div></body></text></TEI>