<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="265"><p><said who="#Φαῖδρος"><milestone n="265" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="265a"/><label>ΦΑΙ.</label> τὸ ποῖον δὴ λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐναντίω που ἤστην· ὁ μὲν γὰρ ὡς τῷ ἐρῶντι, ὁ δʼ ὡς τῷ μὴ δεῖ χαρίζεσθαι, ἐλεγέτην.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ μάλʼ ἀνδρικῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὤιμην σε τἀληθὲς ἐρεῖν, ὅτι μανικῶς· ὃ μέντοι ἐζήτουν ἐστὶν αὐτὸ τοῦτο. μανίαν γάρ τινα ἐφήσαμεν εἶναι τὸν ἔρωτα. ἦ γάρ;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μανίας δέ γε εἴδη δύο, τὴν μὲν ὑπὸ νοσημάτων ἀνθρωπίνων, τὴν δὲ ὑπὸ θείας ἐξαλλαγῆς τῶν εἰωθότων νομίμων γιγνομένην.</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="265b"/><label>ΦΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῆς δὲ θείας τεττάρων θεῶν τέτταρα μέρη διελόμενοι, μαντικὴν μὲν ἐπίπνοιαν Ἀπόλλωνος θέντες, Διονύσου δὲ τελεστικήν, Μουσῶν δʼ αὖ ποιητικήν, τετάρτην δὲ ἀφροδίτης καὶ Ἔρωτος, ἐρωτικὴν μανίαν ἐφήσαμέν τε ἀρίστην εἶναι, καὶ οὐκ οἶδʼ ὅπῃ τὸ ἐρωτικὸν πάθος ἀπεικάζοντες, ἴσως μὲν ἀληθοῦς τινος ἐφαπτόμενοι, τάχα δʼ ἂν καὶ ἄλλοσε παραφερόμενοι, κεράσαντες οὐ παντάπασιν ἀπίθανον λόγον, <milestone unit="section" resp="Stephanus" n="265c"/> μυθικόν τινα ὕμνον προσεπαίσαμεν μετρίως τε καὶ εὐφήμως τὸν ἐμόν τε καὶ σὸν δεσπότην ἔρωτα, ὦ Φαῖδρε, καλῶν παίδων ἔφορον.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ μάλα ἔμοιγε οὐκ ἀηδῶς ἀκοῦσαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τόδε τοίνυν αὐτόθεν λάβωμεν, ὡς ἀπὸ τοῦ ψέγειν πρὸς τὸ ἐπαινεῖν ἔσχεν ὁ λόγος μεταβῆναι.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> πῶς δὴ οὖν αὐτὸ λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐμοὶ μὲν φαίνεται τὰ μὲν ἄλλα τῷ ὄντι παιδιᾷ πεπαῖσθαι· τούτων δέ τινων ἐκ τύχης ῥηθέντων δυοῖν εἰδοῖν, <milestone unit="section" resp="Stephanus" n="265d"/> εἰ αὐτοῖν τὴν δύναμιν τέχνῃ λαβεῖν δύναιτό τις, οὐκ ἄχαρι.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τίνων δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰς μίαν τε ἰδέαν συνορῶντα ἄγειν τὰ πολλαχῇ διεσπαρμένα, ἵνα ἕκαστον ὁριζόμενος δῆλον ποιῇ περὶ οὗ ἂν ἀεὶ διδάσκειν ἐθέλῃ. ὥσπερ τὰ νυνδὴ περὶ Ἔρωτος—ὃ ἔστιν ὁρισθέν—εἴτʼ εὖ εἴτε κακῶς ἐλέχθη, τὸ γοῦν σαφὲς καὶ τὸ αὐτὸ αὑτῷ ὁμολογούμενον διὰ ταῦτα ἔσχεν εἰπεῖν ὁ λόγος.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τὸ δʼ ἕτερον δὴ εἶδος τί λέγεις, ὦ Σώκρατες;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="266"><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="265e"/><label>ΣΩ.</label> τὸ πάλιν κατʼ εἴδη δύνασθαι διατέμνειν κατʼ ἄρθρα ᾗ πέφυκεν, καὶ μὴ ἐπιχειρεῖν καταγνύναι μέρος μηδέν, κακοῦ μαγείρου τρόπῳ χρώμενον· ἀλλʼ ὥσπερ ἄρτι τὼ λόγω τὸ μὲν ἄφρον τῆς διανοίας ἕν τι κοινῇ εἶδος ἐλαβέτην, ὥσπερ
         <milestone n="266" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="266a"/> δὲ σώματος ἐξ ἑνὸς διπλᾶ καὶ ὁμώνυμα πέφυκε, σκαιά, τὰ δὲ δεξιὰ κληθέντα, οὕτω καὶ τὸ τῆς παρανοίας ὡς <add>ἓν</add> ἐν ἡμῖν πεφυκὸς εἶδος ἡγησαμένω τὼ λόγω, ὁ μὲν τὸ ἐπʼ ἀριστερὰ τεμνόμενος μέρος, πάλιν τοῦτο τέμνων οὐκ ἐπανῆκεν πρὶν ἐν αὐτοῖς ἐφευρὼν ὀνομαζόμενον σκαιόν τινα ἔρωτα ἐλοιδόρησεν μάλʼ ἐν δίκῃ, ὁ δʼ εἰς τὰ ἐν δεξιᾷ τῆς μανίας ἀγαγὼν ἡμᾶς, ὁμώνυμον μὲν ἐκείνῳ, θεῖον δʼ αὖ τινα ἔρωτα ἐφευρὼν καὶ <milestone unit="section" resp="Stephanus" n="266b"/> προτεινάμενος ἐπῄνεσεν ὡς μεγίστων αἴτιον ἡμῖν ἀγαθῶν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων δὴ ἔγωγε αὐτός τε ἐραστής, ὦ Φαῖδρε, τῶν διαιρέσεων καὶ συναγωγῶν, ἵνα οἷός τε ὦ λέγειν τε καὶ φρονεῖν· ἐάν τέ τινʼ ἄλλον ἡγήσωμαι δυνατὸν εἰς ἓν καὶ ἐπὶ πολλὰ πεφυκόθʼ ὁρᾶν, τοῦτον διώκω <q>κατόπισθε μετʼ ἴχνιον ὥστε θεοῖο.</q> καὶ μέντοι καὶ τοὺς δυναμένους αὐτὸ δρᾶν εἰ μὲν ὀρθῶς ἢ μὴ προσαγορεύω, θεὸς οἶδε, καλῶ δὲ <milestone unit="section" resp="Stephanus" n="266c"/> οὖν μέχρι τοῦδε διαλεκτικούς. τὰ δὲ νῦν παρὰ σοῦ τε καὶ Λυσίου μαθόντας εἰπὲ τί χρὴ καλεῖν· ἢ τοῦτο ἐκεῖνό ἐστιν ἡ λόγων τέχνη, ᾗ Θρασύμαχός τε καὶ οἱ ἄλλοι χρώμενοι σοφοὶ μὲν αὐτοὶ λέγειν γεγόνασιν, ἄλλους τε ποιοῦσιν, οἳ ἂν δωροφορεῖν αὐτοῖς ὡς βασιλεῦσιν ἐθέλωσιν;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> βασιλικοὶ μὲν ἇνδρες, οὐ μὲν δὴ ἐπιστήμονές γε ὧν ἐρωτᾷς. ἀλλὰ τοῦτο μὲν τὸ εἶδος ὀρθῶς ἔμοιγε δοκεῖς καλεῖν, διαλεκτικὸν καλῶν· τὸ δὲ ῥητορικὸν δοκεῖ μοι διαφεύγειν ἔθʼ ἡμᾶς.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="266d"/><label>ΣΩ.</label> πῶς φῄς; καλόν πού τι ἂν εἴη, ὃ τούτων ἀπολειφθὲν ὅμως τέχνῃ λαμβάνεται; πάντως δʼ οὐκ ἀτιμαστέον αὐτὸ σοί τε καὶ ἐμοί, λεκτέον δὲ τί μέντοι καὶ ἔστι τὸ λειπόμενον τῆς ῥητορικῆς.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ μάλα που συχνά, ὦ Σώκρατες, τά γʼ ἐν τοῖς βιβλίοις τοῖς περὶ λόγων τέχνης γεγραμμένοις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><del>καὶ</del> καλῶς γε ὑπέμνησας. <term>προοίμιον</term> μὲν οἶμαι πρῶτον ὡς δεῖ τοῦ λόγου λέγεσθαι ἐν ἀρχῇ· ταῦτα λέγεις —ἦ γάρ; —τὰ κομψὰ τῆς τέχνης;</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="266e"/><label>ΦΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δεύτερον δὲ δὴ <term>διήγησίν</term> τινα <term>μαρτυρίας</term> τʼ ἐπʼ αὐτῇ, τρίτον <term>τεκμήρια</term>, τέταρτον <term>εἰκότα</term>· καὶ <term>πίστωσιν</term> οἶμαι καὶ <term>ἐπιπίστωσιν</term> λέγειν τόν γε βέλτιστον λογοδαίδαλον Βυζάντιον ἄνδρα.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τὸν χρηστὸν λέγεις Θεόδωρον;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="267"><p><said who="#Σωκράτης"><milestone n="267" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="267a"/><label>ΣΩ.</label> τί μήν; καὶ <term>ἔλεγχόν</term> γε καὶ <term>ἐπεξέλεγχον</term> ὡς ποιητέον ἐν κατηγορίᾳ τε καὶ ἀπολογίᾳ. τὸν δὲ κάλλιστον Πάριον Εὐηνὸν ἐς μέσον οὐκ ἄγομεν, ὃς <term>ὑποδήλωσίν</term> τε πρῶτος ηὗρεν καὶ <term>παρεπαίνους</term>—οἱ δʼ αὐτὸν καὶ <term>παραψόγους</term> φασὶν ἐν μέτρῳ λέγειν μνήμης χάριν—σοφὸς γὰρ ἁνήρ. Τεισίαν δὲ Γοργίαν τε ἐάσομεν εὕδειν, οἳ πρὸ τῶν ἀληθῶν τὰ εἰκότα εἶδον ὡς τιμητέα μᾶλλον, τά τε αὖ σμικρὰ μεγάλα καὶ τὰ μεγάλα σμικρὰ φαίνεσθαι ποιοῦσιν διὰ ῥώμην λόγου, <milestone unit="section" resp="Stephanus" n="267b"/> καινά τε ἀρχαίως τά τʼ ἐναντία καινῶς, συντομίαν τε λόγων καὶ ἄπειρα μήκη περὶ πάντων ἀνηῦρον; ταῦτα δὲ ἀκούων ποτέ μου Πρόδικος ἐγέλασεν, καὶ μόνος αὐτὸς ηὑρηκέναι ἔφη ὧν δεῖ λόγων τέχνην· δεῖν δὲ οὔτε μακρῶν οὔτε βραχέων ἀλλὰ μετρίων.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> σοφώτατά γε, ὦ Πρόδικε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Ἱππίαν δὲ οὐ λέγομεν; οἶμαι γὰρ ἂν σύμψηφον αὐτῷ καὶ τὸν Ἠλεῖον ξένον γενέσθαι.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ δὲ Πώλου πῶς φράσωμεν αὖ μουσεῖα λόγων—ὡς <milestone unit="section" resp="Stephanus" n="267c"/> <term>διπλασιολογίαν</term> καὶ <term>γνωμολογίαν</term> καὶ <term>εἰκονολογίαν</term>—ὀνομάτων τε Λικυμνίων ἃ ἐκείνῳ ἐδωρήσατο πρὸς ποίησιν εὐεπείας;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> Πρωταγόρεια δέ, ὦ Σώκρατες, οὐκ ἦν μέντοι τοιαῦτʼ ἄττα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><term>ὀρθοέπειά</term> γέ τις, ὦ παῖ, καὶ ἄλλα πολλὰ καὶ καλά. τῶν γε μὴν οἰκτρογόων ἐπὶ γῆρας καὶ πενίαν ἑλκομένων λόγων κεκρατηκέναι τέχνῃ μοι φαίνεται τὸ τοῦ Χαλκηδονίου σθένος, ὀργίσαι τε αὖ πολλοὺς ἅμα δεινὸς ἁνὴρ <milestone unit="section" resp="Stephanus" n="267d"/> γέγονεν, καὶ πάλιν ὠργισμένοις ἐπᾴδων κηλεῖν, ὡς ἔφη· διαβάλλειν τε καὶ ἀπολύσασθαι διαβολὰς ὁθενδὴ κράτιστος. τὸ δὲ δὴ τέλος τῶν λόγων κοινῇ πᾶσιν ἔοικε συνδεδογμένον εἶναι, ᾧ τινες μὲν <term>ἐπάνοδον</term>, ἄλλοι δʼ ἄλλο τίθενται ὄνομα.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τὸ ἐν κεφαλαίῳ ἕκαστα λέγεις ὑπομνῆσαι ἐπὶ τελευτῆς τοὺς ἀκούοντας περὶ τῶν εἰρημένων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταῦτα λέγω, καὶ εἴ τι σὺ ἄλλο ἔχεις εἰπεῖν λόγων τέχνης πέρι.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> σμικρά γε καὶ οὐκ ἄξια λέγειν.</said></p></div></div></body></text></TEI>