<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="257"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/>αὕτη σοι, ὦ φίλε Ἔρως, εἰς ἡμετέραν δύναμιν ὅτι καλλίστη καὶ ἀρίστη δέδοταί τε καὶ ἐκτέτεισται παλινῳδία, τά τε ἄλλα καὶ τοῖς ὀνόμασιν ἠναγκασμένη ποιητικοῖς τισιν διὰ Φαῖδρον εἰρῆσθαι. ἀλλὰ τῶν προτέρων τε συγγνώμην καὶ τῶνδε χάριν ἔχων, εὐμενὴς καὶ ἵλεως τὴν ἐρωτικήν μοι τέχνην ἣν ἔδωκας μήτε ἀφέλῃ μήτε πηρώσῃς διʼ ὀργήν, δίδου τʼ ἔτι μᾶλλον ἢ νῦν παρὰ τοῖς καλοῖς τίμιον εἶναι. <milestone unit="section" resp="Stephanus" n="257b"/>  ἐν τῷ πρόσθεν δʼ εἴ τι λόγῳ σοι ἀπηχὲς εἴπομεν Φαῖδρός τε καὶ ἐγώ, Λυσίαν τὸν τοῦ λόγου πατέρα αἰτιώμενος παῦε τῶν τοιούτων λόγων, ἐπὶ φιλοσοφίαν δέ, ὥσπερ ἁδελφὸς αὐτοῦ Πολέμαρχος τέτραπται, τρέψον, ἵνα καὶ ὁ ἐραστὴς ὅδε αὐτοῦ μηκέτι ἐπαμφοτερίζῃ καθάπερ νῦν, ἀλλʼ ἁπλῶς πρὸς ἔρωτα μετὰ φιλοσόφων λόγων τὸν βίον ποιῆται.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> συνεύχομαί σοι, ὦ Σώκρατες, εἴπερ ἄμεινον ταῦθʼ <milestone unit="section" resp="Stephanus" n="257c"/> ἡμῖν εἶναι, ταῦτα γίγνεσθαι. τὸν λόγον δέ σου πάλαι θαυμάσας ἔχω, ὅσῳ καλλίω τοῦ προτέρου ἀπηργάσω· ὥστε ὀκνῶ μή μοι ὁ Λυσίας ταπεινὸς φανῇ, ἐὰν ἄρα καὶ ἐθελήσῃ πρὸς αὐτὸν ἄλλον ἀντιπαρατεῖναι. καὶ γάρ τις αὐτόν, ὦ θαυμάσιε, ἔναγχος τῶν πολιτικῶν τοῦτʼ αὐτὸ λοιδορῶν ὠνείδιζε, καὶ διὰ πάσης τῆς λοιδορίας ἐκάλει λογογράφον· τάχʼ οὖν ἂν ὑπὸ φιλοτιμίας ἐπίσχοι ἡμῖν ἂν τοῦ γράφειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> γελοῖόν γʼ, ὦ νεανία, τὸ δόγμα λέγεις, καὶ τοῦ <milestone unit="section" resp="Stephanus" n="257d"/> ἑταίρου συχνὸν διαμαρτάνεις, εἰ αὐτὸν οὕτως ἡγῇ τινα ψοφοδεᾶ. ἴσως δὲ καὶ τὸν λοιδορούμενον αὐτῷ οἴει ὀνειδίζοντα λέγειν ἃ ἔλεγεν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ἐφαίνετο γάρ, ὦ Σώκρατες· καὶ σύνοισθά που καὶ αὐτὸς ὅτι οἱ μέγιστον δυνάμενοί τε καὶ σεμνότατοι ἐν ταῖς πόλεσιν αἰσχύνονται λόγους τε γράφειν καὶ καταλείπειν συγγράμματα ἑαυτῶν, δόξαν φοβούμενοι τοῦ ἔπειτα χρόνου, μὴ σοφισταὶ καλῶνται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> γλυκὺς ἀγκών, ὦ Φαῖδρε, λέληθέν σε ὅτι ἀπὸ τοῦ <milestone unit="section" resp="Stephanus" n="257e"/> μακροῦ ἀγκῶνος τοῦ κατὰ Νεῖλον ἐκλήθη· καὶ πρὸς τῷ ἀγκῶνι λανθάνει σε ὅτι οἱ μέγιστον φρονοῦντες τῶν πολιτικῶν μάλιστα ἐρῶσι λογογραφίας τε καὶ καταλείψεως συγγραμμάτων, οἵ γε καὶ ἐπειδάν τινα γράφωσι λόγον, οὕτως ἀγαπῶσι τοὺς ἐπαινέτας, ὥστε προσπαραγράφουσι πρώτους οἳ ἂν ἑκασταχοῦ ἐπαινῶσιν αὐτούς.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> πῶς λέγεις τοῦτο; οὐ γὰρ μανθάνω.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="258"><p><said who="#Σωκράτης"><milestone n="258" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="258a"/><label>ΣΩ.</label> οὐ μανθάνεις ὅτι ἐν ἀρχῇ ἀνδρὸς πολιτικοῦ <del>συγγράμματι</del> πρῶτος ὁ ἐπαινέτης γέγραπται.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>ἔδοξέ</q> πού φησιν <q>τῇ βουλῇ</q> ἢ <q>τῷ δήμῳ</q> ἢ ἀμφοτέροις, καὶ <q>ὃς <add>καὶ ὃς</add> εἶπεν</q> —τὸν αὑτὸν δὴ λέγων μάλα σεμνῶς καὶ ἐγκωμιάζων ὁ συγγραφεύς—ἔπειτα λέγει δὴ μετὰ τοῦτο, ἐπιδεικνύμενος τοῖς ἐπαινέταις τὴν ἑαυτοῦ σοφίαν, ἐνίοτε πάνυ μακρὸν ποιησάμενος σύγγραμμα· ἤ σοι ἄλλο τι φαίνεται τὸ τοιοῦτον ἢ λόγος συγγεγραμμένος;</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="258b"/><label>ΦΑΙ.</label> οὐκ ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐὰν μὲν οὗτος ἐμμένῃ, γεγηθὼς ἀπέρχεται ἐκ τοῦ θεάτρου ὁ ποιητής· ἐὰν δὲ ἐξαλειφθῇ καὶ ἄμοιρος γένηται λογογραφίας τε καὶ τοῦ ἄξιος εἶναι συγγράφειν, πενθεῖ αὐτός τε καὶ οἱ ἑταῖροι.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δῆλόν γε ὅτι οὐχ ὡς ὑπερφρονοῦντες τοῦ ἐπιτηδεύματος, ἀλλʼ ὡς τεθαυμακότες.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ὅταν ἱκανὸς γένηται ῥήτωρ ἢ βασιλεύς, ὥστε <milestone unit="section" resp="Stephanus" n="258c"/> λαβὼν τὴν Λυκούργου ἢ Σόλωνος ἢ Δαρείου δύναμιν ἀθάνατος γενέσθαι λογογράφος ἐν πόλει, ἆρʼ οὐκ ἰσόθεον ἡγεῖται αὐτός τε αὑτὸν ἔτι ζῶν, καὶ οἱ ἔπειτα γιγνόμενοι ταὐτὰ ταῦτα περὶ αὐτοῦ νομίζουσι, θεώμενοι αὐτοῦ τὰ συγγράμματα;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἴει τινὰ οὖν τῶν τοιούτων, ὅστις καὶ ὁπωστιοῦν δύσνους Λυσίᾳ, ὀνειδίζειν αὐτὸ τοῦτο ὅτι συγγράφει;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> οὔκουν εἰκός γε ἐξ ὧν σὺ λέγεις· καὶ γὰρ ἂν τῇ ἑαυτοῦ ἐπιθυμίᾳ, ὡς ἔοικεν, ὀνειδίζοι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="258d"/><label>ΣΩ.</label> τοῦτο μὲν ἄρα παντὶ δῆλον, ὅτι οὐκ αἰσχρὸν αὐτό γε τὸ γράφειν λόγους.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί γάρ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἐκεῖνο οἶμαι αἰσχρὸν ἤδη, τὸ μὴ καλῶς λέγειν τε καὶ γράφειν ἀλλʼ αἰσχρῶς τε καὶ κακῶς.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> δῆλον δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς οὖν ὁ τρόπος τοῦ καλῶς τε καὶ μὴ γράφειν; δεόμεθά τι, ὦ Φαῖδρε, Λυσίαν τε περὶ τούτων ἐξετάσαι καὶ ἄλλον ὅστις πώποτέ τι γέγραφεν ἢ γράψει, εἴτε πολιτικὸν σύγγραμμα εἴτε ἰδιωτικόν, ἐν μέτρῳ ὡς ποιητὴς ἢ ἄνευ μέτρου ὡς ἰδιώτης;</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="258e"/><label>ΦΑΙ.</label> ἐρωτᾷς εἰ δεόμεθα; τίνος μὲν οὖν ἕνεκα κἄν τις ὡς εἰπεῖν ζῴη, ἀλλʼ ἢ τῶν τοιούτων ἡδονῶν ἕνεκα; οὐ γάρ που ἐκείνων γε ὧν προλυπηθῆναι δεῖ ἢ μηδὲ ἡσθῆναι, ὃ δὴ ὀλίγου πᾶσαι αἱ περὶ τὸ σῶμα ἡδοναὶ ἔχουσι· διὸ καὶ δικαίως ἀνδραποδώδεις κέκληνται.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="259"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σχολὴ μὲν δή, ὡς ἔοικε· καὶ ἅμα μοι δοκοῦσιν ὡς ἐν τῷ πνίγει ὑπὲρ κεφαλῆς ἡμῶν οἱ τέττιγες ᾁδοντες καὶ
          <milestone n="259" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="259a"/> ἀλλήλοις διαλεγόμενοι καθορᾶν καὶ ἡμᾶς. εἰ οὖν ἴδοιεν καὶ νὼ καθάπερ τοὺς πολλοὺς ἐν μεσημβρίᾳ μὴ διαλεγομένους ἀλλὰ νυστάζοντας καὶ κηλουμένους ὑφʼ αὑτῶν διʼ ἀργίαν τῆς διανοίας, δικαίως ἂν καταγελῷεν, ἡγούμενοι ἀνδράποδʼ ἄττα σφίσιν ἐλθόντα εἰς τὸ καταγώγιον ὥσπερ προβάτια μεσημβριάζοντα περὶ τὴν κρήνην εὕδειν· ἐὰν δὲ ὁρῶσι διαλεγομένους καὶ παραπλέοντάς σφας ὥσπερ Σειρῆνας <milestone unit="section" resp="Stephanus" n="259b"/> ἀκηλήτους, ὃ γέρας παρὰ θεῶν ἔχουσιν ἀνθρώποις διδόναι, τάχʼ ἂν δοῖεν ἀγασθέντες.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ἔχουσι δὲ δὴ τί τοῦτο; ἀνήκοος γάρ, ὡς ἔοικε, τυγχάνω ὤν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ μὲν δὴ πρέπει γε φιλόμουσον ἄνδρα τῶν τοιούτων ἀνήκοον εἶναι. λέγεται δʼ ὥς ποτʼ ἦσαν οὗτοι ἄνθρωποι τῶν πρὶν μούσας γεγονέναι, γενομένων δὲ Μουσῶν καὶ φανείσης ᾠδῆς οὕτως ἄρα τινὲς τῶν τότε ἐξεπλάγησαν ὑφʼ ἡδονῆς, <milestone unit="section" resp="Stephanus" n="259c"/> ὥστε ᾁδοντες ἠμέλησαν σίτων τε καὶ ποτῶν, καὶ ἔλαθον τελευτήσαντες αὑτούς· ἐξ ὧν τὸ τεττίγων γένος μετʼ ἐκεῖνο φύεται, γέρας τοῦτο παρὰ Μουσῶν λαβόν, μηδὲν τροφῆς δεῖσθαι γενόμενον, ἀλλʼ ἄσιτόν τε καὶ ἄποτον εὐθὺς ᾁδειν, ἕως ἂν τελευτήσῃ, καὶ μετὰ ταῦτα ἐλθὸν παρὰ μούσας ἀπαγγέλλειν τίς τίνα αὐτῶν τιμᾷ τῶν ἐνθάδε. Τερψιχόρᾳ μὲν οὖν τοὺς ἐν τοῖς χοροῖς τετιμηκότας αὐτὴν ἀπαγγέλλοντες <milestone unit="section" resp="Stephanus" n="259d"/> ποιοῦσι προσφιλεστέρους, τῇ δὲ Ἐρατοῖ τοὺς ἐν τοῖς ἐρωτικοῖς, καὶ ταῖς ἄλλαις οὕτως, κατὰ τὸ εἶδος ἑκάστης τιμῆς· τῇ δὲ πρεσβυτάτῃ Καλλιόπῃ καὶ τῇ μετʼ αὐτὴν Οὐρανίᾳ τοὺς ἐν φιλοσοφίᾳ διάγοντάς τε καὶ τιμῶντας τὴν ἐκείνων μουσικὴν ἀγγέλλουσιν, αἳ δὴ μάλιστα τῶν Μουσῶν περί τε οὐρανὸν καὶ λόγους οὖσαι θείους τε καὶ ἀνθρωπίνους ἱᾶσιν καλλίστην φωνήν. πολλῶν δὴ οὖν ἕνεκα λεκτέον τι καὶ οὐ καθευδητέον ἐν τῇ μεσημβρίᾳ.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> λεκτέον γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="259e"/><label>ΣΩ.</label> οὐκοῦν, ὅπερ νῦν προυθέμεθα σκέψασθαι, τὸν λόγον ὅπῃ καλῶς ἔχει λέγειν τε καὶ γράφειν καὶ ὅπῃ μή, σκεπτέον.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> δῆλον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐχ ὑπάρχειν δεῖ τοῖς εὖ γε καὶ καλῶς ῥηθησομένοις τὴν τοῦ λέγοντος διάνοιαν εἰδυῖαν τὸ ἀληθὲς ὧν ἂν ἐρεῖν πέρι μέλλῃ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="260"><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> οὑτωσὶ περὶ τούτου ἀκήκοα, ὦ φίλε Σώκρατες, οὐκ
           <milestone n="260" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="260a"/> εἶναι ἀνάγκην τῷ μέλλοντι ῥήτορι ἔσεσθαι τὰ τῷ ὄντι δίκαια μανθάνειν ἀλλὰ τὰ δόξαντʼ ἂν πλήθει οἵπερ δικάσουσιν, οὐδὲ τὰ ὄντως ἀγαθὰ ἢ καλὰ ἀλλʼ ὅσα δόξει· ἐκ γὰρ τούτων εἶναι τὸ πείθειν ἀλλʼ οὐκ ἐκ τῆς ἀληθείας.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>οὔτοι ἀπόβλητον ἔπος</q> εἶναι δεῖ, ὦ Φαῖδρε, ὃ ἂν εἴπωσι σοφοί, ἀλλὰ σκοπεῖν μή τι λέγωσι· καὶ δὴ καὶ τὸ νῦν λεχθὲν οὐκ ἀφετέον.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ὀρθῶς λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὧδε δὴ σκοπῶμεν αὐτό.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="260b"/><label>ΣΩ.</label> εἴ σε πείθοιμι ἐγὼ πολεμίους ἀμύνειν κτησάμενον ἵππον, ἄμφω δὲ ἵππον ἀγνοοῖμεν, τοσόνδε μέντοι τυγχάνοιμι εἰδὼς περὶ σοῦ, ὅτι Φαῖδρος ἵππον ἡγεῖται τὸ τῶν ἡμέρων ζῴων μέγιστα ἔχον ὦτα—</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> γελοῖόν γʼ ἄν, ὦ Σώκρατες, εἴη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔπω γε· ἀλλʼ ὅτε δὴ σπουδῇ σε πείθοιμι, συντιθεὶς λόγον ἔπαινον κατὰ τοῦ ὄνου, ἵππον ἐπονομάζων καὶ λέγων ὡς παντὸς ἄξιον τὸ θρέμμα οἴκοι τε κεκτῆσθαι καὶ ἐπὶ στρατιᾶς, ἀποπολεμεῖν τε χρήσιμον καὶ πρός γʼ ἐνεγκεῖν δυνατὸν <milestone unit="section" resp="Stephanus" n="260c"/> σκεύη καὶ ἄλλα πολλὰ ὠφέλιμον.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> παγγέλοιόν γʼ ἂν ἤδη εἴη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ κρεῖττον γελοῖον καὶ φίλον ἢ δεινόν τε καὶ ἐχθρὸν <del>εἶναι ἢ φίλον</del>;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅταν οὖν ὁ ῥητορικὸς ἀγνοῶν ἀγαθὸν καὶ κακόν, λαβὼν πόλιν ὡσαύτως ἔχουσαν πείθῃ, μὴ περὶ ὄνου σκιᾶς ὡς ἵππου τὸν ἔπαινον ποιούμενος, ἀλλὰ περὶ κακοῦ ὡς ἀγαθοῦ, δόξας δὲ πλήθους μεμελετηκὼς πείσῃ κακὰ πράττειν ἀντʼ ἀγαθῶν, ποῖόν τινʼ ἂ<add>ν</add> οἴει μετὰ ταῦτα τὴν ῥητορικὴν <milestone unit="section" resp="Stephanus" n="260d"/> καρπὸν ὧν ἔσπειρε θερίζειν;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> οὐ πάνυ γε ἐπιεικῆ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν, ὦ ἀγαθέ, ἀγροικότερον τοῦ δέοντος λελοιδορήκαμεν τὴν τῶν λόγων τέχνην; ἡ δʼ ἴσως ἂν εἴποι· <q>τί ποτʼ, ὦ θαυμάσιοι, ληρεῖτε; ἐγὼ γὰρ οὐδένʼ ἀγνοοῦντα τἀληθὲς ἀναγκάζω μανθάνειν λέγειν, ἀλλʼ, εἴ τι ἐμὴ συμβουλή, κτησάμενον ἐκεῖνο οὕτως ἐμὲ λαμβάνειν· τόδε δʼ οὖν μέγα λέγω, ὡς ἄνευ ἐμοῦ τῷ τὰ ὄντα εἰδότι οὐδέν τι μᾶλλον ἔσται πείθειν τέχνῃ.</q></said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="260e"/><label>ΦΑΙ.</label> οὐκοῦν δίκαια ἐρεῖ, λέγουσα ταῦτα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φημί, ἐὰν οἵ γʼ ἐπιόντες αὐτῇ λόγοι μαρτυρῶσιν εἶναι τέχνῃ. ὥσπερ γὰρ ἀκούειν δοκῶ τινων προσιόντων καὶ διαμαρτυρομένων λόγων, ὅτι ψεύδεται καὶ οὐκ ἔστι τέχνη ἀλλʼ ἄτεχνος τριβή· τοῦ δὲ λέγειν, φησὶν ὁ Λάκων, ἔτυμος τέχνη ἄνευ τοῦ ἀληθείας ἧφθαι οὔτʼ ἔστιν οὔτε μή ποτε ὕστερον γένηται.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="261"><p><said who="#Φαῖδρος"><milestone n="261" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="261a"/><label>ΦΑΙ.</label> τούτων δεῖ τῶν λόγων, ὦ Σώκρατες· ἀλλὰ δεῦρο αὐτοὺς παράγων ἐξέταζε τί καὶ πῶς λέγουσιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάριτε δή, θρέμματα γενναῖα, καλλίπαιδά τε Φαῖδρον πείθετε ὡς ἐὰν μὴ ἱκανῶς φιλοσοφήσῃ, οὐδὲ ἱκανός ποτε λέγειν ἔσται περὶ οὐδενός. ἀποκρινέσθω δὴ ὁ Φαῖδρος.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ἐρωτᾶτε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ τὸ μὲν ὅλον ἡ ῥητορικὴ ἂν εἴη τέχνη ψυχαγωγία τις διὰ λόγων, οὐ μόνον ἐν δικαστηρίοις καὶ ὅσοι ἄλλοι δημόσιοι σύλλογοι, ἀλλὰ καὶ ἐν ἰδίοις, ἡ αὐτὴ σμικρῶν <milestone unit="section" resp="Stephanus" n="261b"/> τε καὶ μεγάλων πέρι, καὶ οὐδὲν ἐντιμότερον τό γε ὀρθὸν περὶ σπουδαῖα ἢ περὶ φαῦλα γιγνόμενον; ἢ πῶς σὺ ταῦτʼ ἀκήκοας;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> οὐ μὰ τὸν Δίʼ οὐ παντάπασιν οὕτως, ἀλλὰ μάλιστα μέν πως περὶ τὰς δίκας λέγεταί τε καὶ γράφεται τέχνῃ, λέγεται δὲ καὶ περὶ δημηγορίας· ἐπὶ πλέον δὲ οὐκ ἀκήκοα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἦ τὰς Νέστορος καὶ Ὀδυσσέως τέχνας μόνον περὶ λόγων ἀκήκοας, ἃς ἐν Ἰλίῳ σχολάζοντες συνεγραψάτην, τῶν δὲ Παλαμήδους ἀνήκοος γέγονας;</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="261c"/><label>ΦΑΙ.</label> καὶ ναὶ μὰ Δίʼ ἔγωγε τῶν Νέστορος, εἰ μὴ Γοργίαν Νέστορά τινα κατασκευάζεις, ἤ τινα Θρασύμαχόν τε καὶ Θεόδωρον Ὀδυσσέα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴσως. ἀλλὰ γὰρ τούτους ἐῶμεν· σὺ δʼ εἰπέ, ἐν δικαστηρίοις οἱ ἀντίδικοι τί δρῶσιν; οὐκ ἀντιλέγουσιν μέντοι; ἢ τί φήσομεν;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τοῦτʼ αὐτό.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> περὶ τοῦ δικαίου τε καὶ ἀδίκου;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁ τέχνῃ τοῦτο δρῶν ποιήσει φανῆναι τὸ <milestone unit="section" resp="Stephanus" n="261d"/> αὐτὸ τοῖς αὐτοῖς τοτὲ μὲν δίκαιον, ὅταν δὲ βούληται, ἄδικον;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἐν δημηγορίᾳ δὴ τῇ πόλει δοκεῖν τὰ αὐτὰ τοτὲ μὲν ἀγαθά, τοτὲ δʼ αὖ τἀναντία;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν οὖν Ἐλεατικὸν Παλαμήδην λέγοντα οὐκ ἴσμεν τέχνῃ, ὥστε φαίνεσθαι τοῖς ἀκούουσι τὰ αὐτὰ ὅμοια καὶ ἀνόμοια, καὶ ἓν καὶ πολλά, μένοντά τε αὖ καὶ φερόμενα;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> μάλα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα μόνον περὶ δικαστήριά τέ ἐστιν ἡ ἀντιλογικὴ <milestone unit="section" resp="Stephanus" n="261e"/> καὶ περὶ δημηγορίαν, ἀλλʼ, ὡς ἔοικε, περὶ πάντα τὰ λεγόμενα μία τις τέχνη, εἴπερ ἔστιν, αὕτη ἂν εἴη, ᾗ τις οἷός τʼ ἔσται πᾶν παντὶ ὁμοιοῦν τῶν δυνατῶν καὶ οἷς δυνατόν, καὶ ἄλλου ὁμοιοῦντος καὶ ἀποκρυπτομένου εἰς φῶς ἄγειν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> πῶς δὴ τὸ τοιοῦτον λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῇδε δοκῶ ζητοῦσιν φανεῖσθαι. ἀπάτη πότερον ἐν πολὺ διαφέρουσι γίγνεται μᾶλλον ἢ ὀλίγον;</said></p></div></div></body></text></TEI>