<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="235"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; καὶ ταύτῃ δεῖ ὑπʼ ἐμοῦ τε καὶ σοῦ τὸν λόγον ἐπαινεθῆναι, ὡς τὰ δέοντα εἰρηκότος τοῦ ποιητοῦ, ἀλλʼ οὐκ ἐκείνῃ μόνον, ὅτι σαφῆ καὶ στρογγύλα, καὶ ἀκριβῶς ἕκαστα τῶν ὀνομάτων ἀποτετόρνευται; εἰ γὰρ δεῖ, συγχωρητέον χάριν σήν, ἐπεὶ ἐμέ γε ἔλαθεν ὑπὸ τῆς ἐμῆς
         <milestone n="235" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="235a"/> οὐδενίας· τῷ γὰρ ῥητορικῷ αὐτοῦ μόνῳ τὸν νοῦν προσεῖχον, τοῦτο δὲ οὐδʼ <add>ἂν</add> αὐτὸν ᾤμην Λυσίαν οἴεσθαι ἱκανὸν εἶναι. καὶ οὖν μοι ἔδοξεν, ὦ Φαῖδρε, εἰ μή τι σὺ ἄλλο λέγεις, δὶς καὶ τρὶς τὰ αὐτὰ εἰρηκέναι, ὡς οὐ πάνυ εὐπορῶν τοῦ πολλὰ λέγειν περὶ τοῦ αὐτοῦ, ἢ ἴσως οὐδὲν αὐτῷ μέλον τοῦ τοιούτου· καὶ ἐφαίνετο δή μοι νεανιεύεσθαι ἐπιδεικνύμενος ὡς οἷός τε ὢν ταὐτὰ ἑτέρως τε καὶ ἑτέρως λέγων ἀμφοτέρως εἰπεῖν ἄριστα.</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="235b"/><label>ΦΑΙ.</label> οὐδὲν λέγεις, ὦ Σώκρατες· αὐτὸ γὰρ τοῦτο καὶ μάλιστα ὁ λόγος ἔχει. τῶν γὰρ ἐνόντων ἀξίως ῥηθῆναι ἐν τῷ πράγματι οὐδὲν παραλέλοιπεν, ὥστε παρὰ τὰ ἐκείνῳ εἰρημένα μηδένʼ <add>ἄν</add> ποτε δύνασθαι εἰπεῖν ἄλλα πλείω καὶ πλείονος ἄξια.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο ἐγώ σοι οὐκέτι οἷός τʼ ἔσομαι πιθέσθαι· παλαιοὶ γὰρ καὶ σοφοὶ ἄνδρες τε καὶ γυναῖκες περὶ αὐτῶν εἰρηκότες καὶ γεγραφότες ἐξελέγξουσί με, ἐάν σοι χαριζόμενος συγχωρῶ.</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="235c"/><label>ΦΑΙ.</label> τίνες οὗτοι; καὶ ποῦ σὺ βελτίω τούτων ἀκήκοας;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν μὲν οὕτως οὐκ ἔχω εἰπεῖν· δῆλον δὲ ὅτι τινῶν ἀκήκοα, ἤ που Σαπφοῦς τῆς καλῆς ἢ Ἀνακρέοντος τοῦ σοφοῦ ἢ καὶ συγγραφέων τινῶν. πόθεν δὴ τεκμαιρόμενος λέγω; πλῆρές πως, ὦ δαιμόνιε, τὸ στῆθος ἔχων αἰσθάνομαι παρὰ ταῦτα ἂν ἔχειν εἰπεῖν ἕτερα μὴ χείρω. ὅτι μὲν οὖν παρά γε ἐμαυτοῦ οὐδὲν αὐτῶν ἐννενόηκα, εὖ οἶδα, συνειδὼς ἐμαυτῷ ἀμαθίαν· λείπεται δὴ οἶμαι ἐξ ἀλλοτρίων ποθὲν <milestone unit="section" resp="Stephanus" n="235d"/> ναμάτων διὰ τῆς ἀκοῆς πεπληρῶσθαί με δίκην ἀγγείου. ὑπὸ δὲ νωθείας αὖ καὶ αὐτὸ τοῦτο ἐπιλέλησμαι, ὅπως τε καὶ ὧντινων ἤκουσα.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ἀλλʼ, ὦ γενναιότατε, κάλλιστα εἴρηκας. σὺ γὰρ ἐμοὶ ὧντινων μὲν καὶ ὅπως ἤκουσας μηδʼ ἂν κελεύω εἴπῃς, τοῦτο δὲ αὐτὸ ὃ λέγεις ποίησον· τῶν ἐν τῷ βιβλίῳ βελτίω τε καὶ μὴ ἐλάττω ἕτερα ὑπέσχησαι εἰπεῖν τούτων ἀπεχόμενος, καί σοι ἐγώ, ὥσπερ οἱ ἐννέα ἄρχοντες, ὑπισχνοῦμαι χρυσῆν εἰκόνα ἰσομέτρητον εἰς Δελφοὺς ἀναθήσειν, οὐ <milestone unit="section" resp="Stephanus" n="235e"/> μόνον ἐμαυτοῦ ἀλλὰ καὶ σήν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="236"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φίλτατος εἶ καὶ ὡς ἀληθῶς χρυσοῦς, ὦ Φαῖδρε, εἴ με οἴει λέγειν ὡς Λυσίας τοῦ παντὸς ἡμάρτηκεν, καὶ οἷόν τε δὴ παρὰ πάντα ταῦτα ἄλλα εἰπεῖν· τοῦτο δὲ οἶμαι οὐδʼ ἂν τὸν φαυλότατον παθεῖν συγγραφέα. αὐτίκα περὶ οὗ ὁ λόγος, τίνα οἴει λέγοντα ὡς χρὴ μὴ ἐρῶντι μᾶλλον ἢ ἐρῶντι χαρίζεσθαι, παρέντα τοῦ μὲν τὸ φρόνιμον ἐγκωμιάζειν,
          <milestone n="236" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="236a"/> τοῦ δὲ τὸ ἄφρον ψέγειν, ἀναγκαῖα γοῦν ὄντα, εἶτʼ ἄλλʼ ἄττα ἕξειν λέγειν; ἀλλʼ οἶμαι τὰ μὲν τοιαῦτα ἐατέα καὶ συγγνωστέα λέγοντι· καὶ τῶν μὲν τοιούτων οὐ τὴν εὕρεσιν ἀλλὰ τὴν διάθεσιν ἐπαινετέον, τῶν δὲ μὴ ἀναγκαίων τε καὶ χαλεπῶν εὑρεῖν πρὸς τῇ διαθέσει καὶ τὴν εὕρεσιν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> συγχωρῶ ὃ λέγεις· μετρίως γάρ μοι δοκεῖς εἰρηκέναι. ποιήσω οὖν καὶ ἐγὼ οὕτως· τὸ μὲν τὸν ἐρῶντα <milestone unit="section" resp="Stephanus" n="236b"/> τοῦ μὴ ἐρῶντος μᾶλλον νοσεῖν δώσω σοι ὑποτίθεσθαι, τῶν δὲ λοιπῶν ἕτερα πλείω καὶ πλείονος ἄξια εἰπὼν τῶνδε <del>Λυσίου</del> παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήλατος ἐν Ὀλυμπίᾳ στάθητι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐπελαβόμην ἐρεσχηλῶν σε, καὶ οἴει δή με ὡς ἀληθῶς ἐπιχειρήσειν εἰπεῖν παρὰ τὴν ἐκείνου σοφίαν ἕτερόν τι ποικιλώτερον;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> περὶ μὲν τούτου, ὦ φίλε, εἰς τὰς ὁμοίας λαβὰς <milestone unit="section" resp="Stephanus" n="236c"/> ἐλήλυθας. ῥητέον μὲν γάρ σοι παντὸς μᾶλλον οὕτως ὅπως οἷός τε εἶ, ἵνα μὴ τὸ τῶν κωμῳδῶν φορτικὸν πρᾶγμα ἀναγκαζώμεθα ποιεῖν ἀνταποδιδόντες ἀλλήλοις <del>εὐλαβήθητι</del>, καὶ μὴ βούλου με ἀναγκάσαι λέγειν ἐκεῖνο τὸ <q>εἰ ἐγώ, ὦ Σώκρατες, Σωκράτην ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι,</q> καὶ ὅτι <q>ἐπεθύμει μὲν λέγειν, ἐθρύπτετο δέ·</q> ἀλλὰ διανοήθητι ὅτι ἐντεῦθεν οὐκ ἄπιμεν πρὶν ἂν σὺ εἴπῃς ἃ ἔφησθα ἐν τῷ στήθει ἔχειν. ἐσμὲν δὲ μόνω ἐν ἐρημίᾳ, <milestone unit="section" resp="Stephanus" n="236d"/> ἰσχυρότερος δʼ ἐγὼ καὶ νεώτερος, ἐκ δὲ ἁπάντων τούτων <q>σύνες ὅ τοι λέγω,</q> καὶ μηδαμῶς πρὸς βίαν βουληθῇς μᾶλλον ἢ ἑκὼν λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ, ὦ μακάριε Φαῖδρε, γελοῖος ἔσομαι παρʼ ἀγαθὸν ποιητὴν ἰδιώτης αὐτοσχεδιάζων περὶ τῶν αὐτῶν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> οἶσθʼ ὡς ἔχει; παῦσαι πρός με καλλωπιζόμενος· σχεδὸν γὰρ ἔχω ὃ εἰπὼν ἀναγκάσω σε λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μηδαμῶς τοίνυν εἴπῃς.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> οὔκ, ἀλλὰ καὶ δὴ λέγω· ὁ δέ μοι λόγος ὅρκος ἔσται. ὄμνυμι γάρ σοι—τίνα μέντοι, τίνα θεῶν; ἢ βούλει <milestone unit="section" resp="Stephanus" n="236e"/> τὴν πλάτανον ταυτηνί; —ἦ μήν, ἐάν μοι μὴ εἴπῃς τὸν λόγον ἐναντίον αὐτῆς ταύτης, μηδέποτέ σοι ἕτερον λόγον μηδένα μηδενὸς μήτε ἐπιδείξειν μήτε ἐξαγγελεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βαβαῖ, ὦ μιαρέ, ὡς εὖ ἀνηῦρες τὴν ἀνάγκην ἀνδρὶ φιλολόγῳ ποιεῖν ὃ ἂν κελεύῃς.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί δῆτα ἔχων στρέφῃ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲν ἔτι, ἐπειδὴ σύ γε ταῦτα ὀμώμοκας. πῶς γὰρ ἂν οἷός τʼ εἴην τοιαύτης θοίνης ἀπέχεσθαι;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="237"><p><said who="#Φαῖδρος"><milestone n="237" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="237a"/><label>ΦΑΙ.</label> λέγε δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθʼ οὖν ὡς ποιήσω;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τοῦ πέρι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγκαλυψάμενος ἐρῶ, ἵνʼ ὅτι τάχιστα διαδράμω τὸν λόγον καὶ μὴ βλέπων πρὸς σὲ ὑπʼ αἰσχύνης διαπορῶμαι.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> λέγε μόνον, τὰ δʼ ἄλλα ὅπως βούλει ποίει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄγετε δή, ὦ Μοῦσαι, εἴτε διʼ ᾠδῆς εἶδος λίγειαι, εἴτε διὰ γένος μουσικὸν τὸ Λιγύων ταύτην ἔσχετʼ ἐπωνυμίαν, <q>ξύμ μοι λάβεσθε</q> τοῦ μύθου, ὅν με ἀναγκάζει ὁ βέλτιστος οὑτοσὶ λέγειν, ἵνʼ ὁ ἑταῖρος αὐτοῦ, καὶ πρότερον <milestone unit="section" resp="Stephanus" n="237b"/> δοκῶν τούτῳ σοφὸς εἶναι, νῦν ἔτι μᾶλλον δόξῃ.
               <milestone unit="para" ed="P"/>ἦν οὕτω δὴ παῖς, μᾶλλον δὲ μειρακίσκος, μάλα καλός· τούτῳ δὲ ἦσαν ἐρασταὶ πάνυ πολλοί. εἷς δέ τις αὐτῶν αἱμύλος ἦν, ὃς οὐδενὸς ἧττον ἐρῶν ἐπεπείκει τὸν παῖδα ὡς οὐκ ἐρῴη. καί ποτε αὐτὸν αἰτῶν ἔπειθεν τοῦτʼ αὐτό, ὡς μὴ ἐρῶντι πρὸ τοῦ ἐρῶντος δέοι χαρίζεσθαι, ἔλεγέν τε ὧδε—
               <milestone unit="para" ed="P"/>περὶ παντός, ὦ παῖ, μία ἀρχὴ τοῖς μέλλουσι καλῶς <milestone unit="section" resp="Stephanus" n="237c"/> βουλεύσεσθαι· εἰδέναι δεῖ περὶ οὗ ἂν ᾖ ἡ βουλή, ἢ παντὸς ἁμαρτάνειν ἀνάγκη. τοὺς δὲ πολλοὺς λέληθεν ὅτι οὐκ ἴσασι τὴν οὐσίαν ἑκάστου. ὡς οὖν εἰδότες οὐ διομολογοῦνται ἐν ἀρχῇ τῆς σκέψεως, προελθόντες δὲ τὸ εἰκὸς ἀποδιδόασιν· οὔτε γὰρ ἑαυτοῖς οὔτε ἀλλήλοις ὁμολογοῦσιν. ἐγὼ οὖν καὶ σὺ μὴ πάθωμεν ὃ ἄλλοις ἐπιτιμῶμεν, ἀλλʼ ἐπειδὴ σοὶ καὶ ἐμοὶ ὁ λόγος πρόκειται πότερα ἐρῶντι ἢ μὴ μᾶλλον εἰς φιλίαν ἰτέον, περὶ ἔρωτος οἷόν τʼ ἔστι καὶ ἣν ἔχει δύναμιν, <milestone unit="section" resp="Stephanus" n="237d"/> ὁμολογίᾳ θέμενοι ὅρον, εἰς τοῦτο ἀποβλέποντες καὶ ἀναφέροντες τὴν σκέψιν ποιώμεθα εἴτε ὠφελίαν εἴτε βλάβην παρέχει. ὅτι μὲν οὖν δὴ ἐπιθυμία τις ὁ ἔρως, ἅπαντι δῆλον· ὅτι δʼ αὖ καὶ μὴ ἐρῶντες ἐπιθυμοῦσι τῶν καλῶν, ἴσμεν. τῷ δὴ τὸν ἐρῶντά τε καὶ μὴ κρινοῦμεν; δεῖ αὖ νοῆσαι ὅτι ἡμῶν ἐν ἑκάστῳ δύο τινέ ἐστον ἰδέα ἄρχοντε καὶ ἄγοντε, οἷν ἑπόμεθα ᾗ ἂν ἄγητον, ἡ μὲν ἔμφυτος οὖσα ἐπιθυμία ἡδονῶν, ἄλλη δὲ ἐπίκτητος δόξα, ἐφιεμένη τοῦ ἀρίστου. τούτω δὲ ἐν ἡμῖν τοτὲ μὲν ὁμονοεῖτον, <milestone unit="section" resp="Stephanus" n="237e"/> ἔστι δὲ ὅτε στασιάζετον· καὶ τοτὲ μὲν ἡ ἑτέρα, ἄλλοτε δὲ ἡ ἑτέρα κρατεῖ.</said></p></div></div></body></text></TEI>