<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="202"><p><said who="#Ἀπολλόδωρος" rend="merge"><milestone n="202" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="202a"/><milestone unit="para" ed="P"/>μάλιστά γε.
               <milestone unit="para" ed="P"/>ἦ καὶ ἂν μὴ σοφόν, ἀμαθές; ἢ οὐκ ᾔσθησαι ὅτι ἔστιν τι μεταξὺ σοφίας καὶ ἀμαθίας;
               <milestone unit="para" ed="P"/>τί τοῦτο;
               <milestone unit="para" ed="P"/>τὸ ὀρθὰ δοξάζειν καὶ ἄνευ τοῦ ἔχειν λόγον δοῦναι οὐκ οἶσθʼ, ἔφη, ὅτι οὔτε ἐπίστασθαί ἐστιν—ἄλογον γὰρ πρᾶγμα πῶς ἂν εἴη ἐπιστήμη; —οὔτε ἀμαθία—τὸ γὰρ τοῦ ὄντος τυγχάνον πῶς ἂν εἴη ἀμαθία; —ἔστι δὲ δήπου τοιοῦτον ἡ ὀρθὴ δόξα, μεταξὺ φρονήσεως καὶ ἀμαθίας.
               <milestone unit="para" ed="P"/>ἀληθῆ, ἦν δʼ ἐγώ, λέγεις. <milestone unit="section" resp="Stephanus" n="202b"/>
               <milestone unit="para" ed="P"/>μὴ τοίνυν ἀνάγκαζε ὃ μὴ καλόν ἐστιν αἰσχρὸν εἶναι, μηδὲ ὃ μὴ ἀγαθόν, κακόν. οὕτω δὲ καὶ τὸν ἔρωτα ἐπειδὴ αὐτὸς ὁμολογεῖς μὴ εἶναι ἀγαθὸν μηδὲ καλόν, μηδέν τι μᾶλλον οἴου δεῖν αὐτὸν αἰσχρὸν καὶ κακὸν εἶναι, ἀλλά τι μεταξύ, ἔφη, τούτοιν.
               <milestone unit="para" ed="P"/>καὶ μήν, ἦν δʼ ἐγώ, ὁμολογεῖταί γε παρὰ πάντων μέγας θεὸς εἶναι.
               <milestone unit="para" ed="P"/>τῶν μὴ εἰδότων, ἔφη, πάντων λέγεις, ἢ καὶ τῶν εἰδότων;
               <milestone unit="para" ed="P"/>συμπάντων μὲν οὖν.
               <milestone unit="para" ed="P"/>καὶ ἣ γελάσασα καὶ πῶς ἄν, ἔφη, ὦ Σώκρατες, <milestone unit="section" resp="Stephanus" n="202c"/> ὁμολογοῖτο μέγας θεὸς εἶναι παρὰ τούτων, οἵ φασιν αὐτὸν οὐδὲ θεὸν εἶναι;
               <milestone unit="para" ed="P"/>τίνες οὗτοι; ἦν δʼ ἐγώ.
               <milestone unit="para" ed="P"/>εἷς μέν, ἔφη, σύ, μία δʼ ἐγώ.
               <milestone unit="para" ed="P"/>κἀγὼ εἶπον, πῶς τοῦτο, ἔφην, λέγεις;
               <milestone unit="para" ed="P"/>καὶ ἥ, ῥᾳδίως, ἔφη. λέγε γάρ μοι, οὐ πάντας θεοὺς φῂς εὐδαίμονας εἶναι καὶ καλούς; ἢ τολμήσαις ἄν τινα μὴ φάναι καλόν τε καὶ εὐδαίμονα θεῶν εἶναι;
               <milestone unit="para" ed="P"/>μὰ Δίʼ οὐκ ἔγωγʼ, ἔφην.
               <milestone unit="para" ed="P"/>εὐδαίμονας δὲ δὴ λέγεις οὐ τοὺς τἀγαθὰ καὶ τὰ καλὰ κεκτημένους;
               <milestone unit="para" ed="P"/>πάνυ γε. <milestone unit="section" resp="Stephanus" n="202d"/>
               <milestone unit="para" ed="P"/>ἀλλὰ μὴν Ἔρωτά γε ὡμολόγηκας διʼ ἔνδειαν τῶν ἀγαθῶν καὶ καλῶν ἐπιθυμεῖν αὐτῶν τούτων ὧν ἐνδεής ἐστιν.
               <milestone unit="para" ed="P"/>ὡμολόγηκα γάρ.
               <milestone unit="para" ed="P"/>πῶς ἂν οὖν θεὸς εἴη ὅ γε τῶν καλῶν καὶ ἀγαθῶν ἄμοιρος;
               <milestone unit="para" ed="P"/>οὐδαμῶς, ὥς γʼ ἔοικεν.
               <milestone unit="para" ed="P"/>ὁρᾷς οὖν, ἔφη, ὅτι καὶ σὺ ἔρωτα οὐ θεὸν νομίζεις;<milestone unit="para" ed="P"/>τί οὖν ἄν, ἔφην, εἴη ὁ Ἔρως; θνητός;
               <milestone unit="para" ed="P"/>ἥκιστά γε.
               <milestone unit="para" ed="P"/>ἀλλὰ τί μήν;
               <milestone unit="para" ed="P"/>ὥσπερ τὰ πρότερα, ἔφη, μεταξὺ θνητοῦ καὶ ἀθανάτου.
               <milestone unit="para" ed="P"/>τί οὖν, ὦ Διοτίμα;
               <milestone unit="para" ed="P"/>δαίμων μέγας, ὦ Σώκρατες· καὶ γὰρ πᾶν τὸ δαιμόνιον <milestone unit="section" resp="Stephanus" n="202e"/> μεταξύ ἐστι θεοῦ τε καὶ θνητοῦ.
               <milestone unit="para" ed="P"/>τίνα, ἦν δʼ ἐγώ, δύναμιν ἔχον;
               <milestone unit="para" ed="P"/>ἑρμηνεῦον καὶ διαπορθμεῦον θεοῖς τὰ παρʼ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν, τῶν μὲν τὰς δεήσεις καὶ θυσίας, τῶν δὲ τὰς ἐπιτάξεις τε καὶ ἀμοιβὰς τῶν θυσιῶν, ἐν μέσῳ δὲ ὂν ἀμφοτέρων συμπληροῖ, ὥστε τὸ πᾶν αὐτὸ αὑτῷ συνδεδέσθαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="203"><p><said who="#Ἀπολλόδωρος" rend="merge">
               διὰ τούτου καὶ ἡ μαντικὴ πᾶσα χωρεῖ καὶ ἡ τῶν ἱερέων τέχνη τῶν τε περὶ τὰς θυσίας καὶ τελετὰς 
               <milestone n="203" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="203a"/> καὶ τὰς ἐπῳδὰς καὶ τὴν μαντείαν πᾶσαν καὶ γοητείαν. θεὸς δὲ ἀνθρώπῳ οὐ μείγνυται, ἀλλὰ διὰ τούτου πᾶσά ἐστιν ἡ ὁμιλία καὶ ἡ διάλεκτος θεοῖς πρὸς ἀνθρώπους, καὶ ἐγρηγορόσι καὶ καθεύδουσι· καὶ ὁ μὲν περὶ τὰ τοιαῦτα σοφὸς δαιμόνιος ἀνήρ, ὁ δὲ ἄλλο τι σοφὸς ὢν ἢ περὶ τέχνας ἢ χειρουργίας τινὰς βάναυσος. οὗτοι δὴ οἱ δαίμονες πολλοὶ καὶ παντοδαποί εἰσιν, εἷς δὲ τούτων ἐστὶ καὶ ὁ Ἔρως.
               <milestone unit="para" ed="P"/>πατρὸς δέ, ἦν δʼ ἐγώ, τίνος ἐστὶ καὶ μητρός; <milestone unit="section" resp="Stephanus" n="203b"/>
               <milestone unit="para" ed="P"/>μακρότερον μέν, ἔφη, διηγήσασθαι· ὅμως δέ σοι ἐρῶ. ὅτε γὰρ ἐγένετο ἡ Ἀφροδίτη, ἡστιῶντο οἱ θεοὶ οἵ τε ἄλλοι καὶ ὁ τῆς Μήτιδος ὑὸς Πόρος. ἐπειδὴ δὲ ἐδείπνησαν, προσαιτήσουσα οἷον δὴ εὐωχίας οὔσης ἀφίκετο ἡ Πενία, καὶ ἦν περὶ τὰς θύρας. ὁ οὖν Πόρος μεθυσθεὶς τοῦ νέκταρος— οἶνος γὰρ οὔπω ἦν—εἰς τὸν τοῦ Διὸς κῆπον εἰσελθὼν βεβαρημένος ηὗδεν. ἡ οὖν Πενία ἐπιβουλεύουσα διὰ τὴν αὑτῆς ἀπορίαν παιδίον ποιήσασθαι ἐκ τοῦ Πόρου, κατακλίνεταί <milestone unit="section" resp="Stephanus" n="203c"/> τε παρʼ αὐτῷ καὶ ἐκύησε τὸν ἔρωτα. διὸ δὴ καὶ τῆς Ἀφροδίτης ἀκόλουθος καὶ θεράπων γέγονεν ὁ Ἔρως, γεννηθεὶς ἐν τοῖς ἐκείνης γενεθλίοις, καὶ ἅμα φύσει ἐραστὴς ὢν περὶ τὸ καλὸν καὶ τῆς Ἀφροδίτης καλῆς οὔσης. ἅτε οὖν Πόρου καὶ Πενίας ὑὸς ὢν ὁ Ἔρως ἐν τοιαύτῃ τύχῃ καθέστηκεν. πρῶτον μὲν πένης ἀεί ἐστι, καὶ πολλοῦ δεῖ ἁπαλός τε καὶ καλός, οἷον οἱ πολλοὶ οἴονται, ἀλλὰ σκληρὸς <milestone unit="section" resp="Stephanus" n="203d"/> καὶ αὐχμηρὸς καὶ ἀνυπόδητος καὶ ἄοικος, χαμαιπετὴς ἀεὶ ὢν καὶ ἄστρωτος, ἐπὶ θύραις καὶ ἐν ὁδοῖς ὑπαίθριος κοιμώμενος, τὴν τῆς μητρὸς φύσιν ἔχων, ἀεὶ ἐνδείᾳ σύνοικος. κατὰ δὲ αὖ τὸν πατέρα ἐπίβουλός ἐστι τοῖς καλοῖς καὶ τοῖς ἀγαθοῖς, ἀνδρεῖος ὢν καὶ ἴτης καὶ σύντονος, θηρευτὴς δεινός, ἀεί τινας πλέκων μηχανάς, καὶ φρονήσεως ἐπιθυμητὴς καὶ πόριμος, φιλοσοφῶν διὰ παντὸς τοῦ βίου, δεινὸς γόης καὶ φαρμακεὺς καὶ σοφιστής· καὶ οὔτε ὡς <milestone unit="section" resp="Stephanus" n="203e"/> ἀθάνατος πέφυκεν οὔτε ὡς θνητός, ἀλλὰ τοτὲ μὲν τῆς αὐτῆς ἡμέρας θάλλει τε καὶ ζῇ, ὅταν εὐπορήσῃ, τοτὲ δὲ ἀποθνῄσκει, πάλιν δὲ ἀναβιώσκεται διὰ τὴν τοῦ πατρὸς φύσιν, τὸ δὲ ποριζόμενον ἀεὶ ὑπεκρεῖ, ὥστε οὔτε ἀπορεῖ Ἔρως ποτὲ οὔτε πλουτεῖ, σοφίας τε αὖ καὶ ἀμαθίας ἐν μέσῳ ἐστίν.</said></p></div></div></body></text></TEI>