<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="64"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><q rend="merge">ἀλλʼ ἅς τε ἡδονὰς ἀληθεῖς καὶ καθαρὰς <del>ἃς</del> εἶπες, σχεδὸν οἰκείας ἡμῖν νόμιζε, καὶ πρὸς ταύταις τὰς μεθʼ ὑγιείας καὶ τοῦ σωφρονεῖν, καὶ δὴ καὶ συμπάσης ἀρετῆς ὁπόσαι καθάπερ θεοῦ ὀπαδοὶ γιγνόμεναι αὐτῇ συνακολουθοῦσι πάντῃ, ταύτας μείγνυ· τὰς δʼ ἀεὶ μετʼ ἀφροσύνης καὶ τῆς ἄλλης κακίας ἑπομένας πολλή που ἀλογία τῷ νῷ μειγνύναι τὸν βουλόμενον ὅτι καλλίστην ἰδόντα καὶ ἀστασιαστοτάτην μεῖξιν
          <milestone unit="page" resp="Stephanus" n="64"/><milestone unit="section" resp="Stephanus" n="64a"/> καὶ κρᾶσιν, ἐν ταύτῃ μαθεῖν πειρᾶσθαι τί ποτε ἔν τʼ ἀνθρώπῳ καὶ τῷ παντὶ πέφυκεν ἀγαθὸν καὶ τίνα ἰδέαν αὐτὴν εἶναί ποτε μαντευτέον.</q> ἆρʼ οὐκ ἐμφρόνως ταῦτα καὶ ἐχόντως ἑαυτὸν τὸν νοῦν φήσομεν ὑπέρ τε αὑτοῦ καὶ μνήμης καὶ δόξης ὀρθῆς ἀποκρίνασθαι τὰ νῦν ῥηθέντα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν καὶ τόδε γε ἀναγκαῖον, καὶ οὐκ ἄλλως ἄν ποτε γένοιτο οὐδʼ ἂν ἕν.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="64b"/><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὧι μὴ μείξομεν ἀλήθειαν, οὐκ ἄν ποτε τοῦτο ἀληθῶς γίγνοιτο οὐδʼ ἂν γενόμενον εἴη.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδαμῶς. ἀλλʼ εἴ τινος ἔτι προσδεῖ τῇ συγκράσει ταύτῃ, λέγετε σὺ καὶ Φίληβος. ἐμοὶ μὲν γὰρ καθαπερεὶ κόσμος τις ἀσώματος ἄρξων καλῶς ἐμψύχου σώματος ὁ νῦν λόγος ἀπειργάσθαι φαίνεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ ἐμοὶ τοίνυν, ὦ Σώκρατες, οὕτω λέγε δεδόχθαι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="64c"/><label>ΣΩ.</label> ἆρʼ οὖν ἐπὶ μὲν τοῖς τοῦ ἀγαθοῦ νῦν ἤδη προθύροις <del>καὶ</del> τῆς οἰκήσεως ἐφεστάναι <del>τῆς τοῦ τοιούτου</del> λέγοντες ἴσως ὀρθῶς ἄν τινα τρόπον φαῖμεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἐμοὶ γοῦν δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δῆτα ἐν τῇ συμμείξει τιμιώτατον ἅμα καὶ μάλιστʼ αἴτιον εἶναι δόξειεν ἂν ἡμῖν τοῦ πᾶσιν γεγονέναι προσφιλῆ τὴν τοιαύτην διάθεσιν; τοῦτο γὰρ ἰδόντες μετὰ τοῦτʼ ἐπισκεψόμεθα εἴθʼ ἡδονῇ εἴτε τῷ νῷ προσφυέστερον καὶ οἰκειότερον ἐν τῷ παντὶ συνέστηκεν.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="64d"/><label>ΠΡΩ.</label> ὀρθῶς· τοῦτο γὰρ εἰς τὴν κρίσιν ἡμῖν ἐστι συμφορώτατον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν καὶ συμπάσης γε μείξεως οὐ χαλεπὸν ἰδεῖν τὴν αἰτίαν, διʼ ἣν ἢ παντὸς ἀξία γίγνεται ἡτισοῦν ἢ τὸ παράπαν οὐδενός.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδείς που τοῦτο ἀνθρώπων ἀγνοεῖ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι μέτρου καὶ τῆς συμμέτρου φύσεως μὴ τυχοῦσα ἡτισοῦν καὶ ὁπωσοῦν σύγκρασις πᾶσα ἐξ ἀνάγκης ἀπόλλυσι τά τε κεραννύμενα καὶ πρώτην αὑτήν· οὐδὲ <milestone unit="section" resp="Stephanus" n="64e"/> γὰρ κρᾶσις ἀλλά τις ἄκρατος συμπεφορημένη ἀληθῶς ἡ τοιαύτη γίγνεται ἑκάστοτε ὄντως τοῖς κεκτημένοις συμφορά.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν δὴ καταπέφευγεν ἡμῖν ἡ τοῦ ἀγαθοῦ δύναμις εἰς τὴν τοῦ καλοῦ φύσιν· μετριότης γὰρ καὶ συμμετρία κάλλος δήπου καὶ ἀρετὴ πανταχοῦ συμβαίνει γίγνεσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἀλήθειάν γε ἔφαμεν αὐτοῖς ἐν τῇ κράσει μεμεῖχθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="65"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="65"/><milestone unit="section" resp="Stephanus" n="65a"/><label>ΣΩ.</label> οὐκοῦν εἰ μὴ μιᾷ δυνάμεθα ἰδέᾳ τὸ ἀγαθὸν θηρεῦσαι, σὺν τρισὶ λαβόντες, κάλλει καὶ συμμετρίᾳ καὶ ἀληθείᾳ, λέγωμεν ὡς τοῦτο οἷον ἓν ὀρθότατʼ ἂν αἰτιασαίμεθʼ ἂν τῶν ἐν τῇ συμμείξει, καὶ διὰ τοῦτο ὡς ἀγαθὸν ὂν τοιαύτην αὐτὴν γεγονέναι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἤδη τοίνυν, ὦ Πρώταρχε, ἱκανὸς ἡμῖν γένοιτʼ ἂν ὁστισοῦν κριτὴς ἡδονῆς τε πέρι καὶ φρονήσεως, ὁπότερον <milestone unit="section" resp="Stephanus" n="65b"/> αὐτοῖν τοῦ ἀρίστου συγγενέστερόν τε καὶ τιμιώτερον ἐν ἀνθρώποις τέ ἐστι καὶ θεοῖς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δῆλον μέν, ὅμως δʼ οὖν τῷ λόγῳ ἐπεξελθεῖν βέλτιον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καθʼ ἓν ἕκαστον τοίνυν τῶν τριῶν πρὸς τὴν ἡδονὴν καὶ τὸν νοῦν κρίνωμεν· δεῖ γὰρ ἰδεῖν ποτέρῳ <add>ὡς</add> μᾶλλον συγγενὲς ἕκαστον αὐτῶν ἀπονεμοῦμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κάλλους καὶ ἀληθείας καὶ μετριότητος πέρι λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ναί. πρῶτον δέ γε ἀληθείας λαβοῦ, ὦ Πρώταρχε· <milestone unit="section" resp="Stephanus" n="65c"/> καὶ λαβόμενος βλέψας εἰς τρία, νοῦν καὶ ἀλήθειαν καὶ ἡδονήν, πολὺν ἐπισχὼν χρόνον ἀπόκριναι σαυτῷ πότερον ἡδονὴ συγγενέστερον ἢ νοῦς ἀληθείᾳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί δὲ χρόνου δεῖ; πολὺ γὰρ οἶμαι διαφέρετον. ἡδονὴ μὲν γὰρ ἁπάντων ἀλαζονίστατον, ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφε παρὰ θεῶν, ὡς <milestone unit="section" resp="Stephanus" n="65d"/> καθάπερ παίδων τῶν ἡδονῶν νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων· νοῦς δὲ ἤτοι ταὐτὸν καὶ ἀλήθειά ἐστιν ἢ πάντων ὁμοιότατόν τε καὶ ἀληθέστατον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ μετὰ τοῦτο τὴν μετριότητα ὡσαύτως σκέψαι, πότερον ἡδονὴ φρονήσεως ἢ φρόνησις ἡδονῆς πλείω κέκτηται;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εὔσκεπτόν γε καὶ ταύτην σκέψιν προβέβληκας· οἶμαι γὰρ ἡδονῆς μὲν καὶ περιχαρείας οὐδὲν τῶν ὄντων πεφυκὸς ἀμετρώτερον εὑρεῖν ἄν τινα, νοῦ δὲ καὶ ἐπιστήμης ἐμμετρώτερον οὐδʼ ἂν ἕν ποτε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="65e"/><label>ΣΩ.</label> καλῶς εἴρηκας. ὅμως δʼ ἔτι λέγε τὸ τρίτον. νοῦς ἡμῖν κάλλους μετείληφε πλεῖον ἢ τὸ τῆς ἡδονῆς γένος, ὥστε εἶναι καλλίω νοῦν ἡδονῆς, ἢ τοὐναντίον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀλλʼ οὖν φρόνησιν μὲν καὶ νοῦν, ὦ Σώκρατες, οὐδεὶς πώποτε οὔθʼ ὕπαρ οὔτʼ ὄναρ αἰσχρὸν οὔτε εἶδεν οὔτε ἐπενόησεν οὐδαμῇ οὐδαμῶς οὔτε γιγνόμενον οὔτε ὄντα οὔτε ἐσόμενον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς.</said></p></div></div></body></text></TEI>