<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="62"><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="62"/><milestone unit="section" resp="Stephanus" n="62a"/><label>ΠΡΩ.</label> ἐμοὶ γοῦν δοκεῖ δρᾶν οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστω δή τις ἡμῖν φρονῶν ἄνθρωπος αὐτῆς περὶ δικαιοσύνης ὅτι ἔστιν, καὶ λόγον ἔχων ἑπόμενον τῷ νοεῖν, καὶ δὴ καὶ περὶ τῶν ἄλλων πάντων τῶν ὄντων ὡσαύτως διανοούμενος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔστω γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὗτος ἱκανῶς ἐπιστήμης ἕξει, κύκλου μὲν καὶ σφαίρας αὐτῆς τῆς θείας τὸν λόγον ἔχων, τὴν δὲ ἀνθρωπίνην ταύτην σφαῖραν καὶ τοὺς κύκλους τούτους ἀγνοῶν, <milestone unit="section" resp="Stephanus" n="62b"/> καὶ χρώμενος ἐν οἰκοδομίᾳ καὶ τοῖς ἄλλοις ὁμοίως κανόσι καὶ τοῖς κύκλοις;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> γελοίαν διάθεσιν ἡμῶν, ὦ Σώκρατες, ἐν ταῖς θείαις οὖσαν μόνον ἐπιστήμαις λέγομεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς φῄς; ἦ τοῦ ψευδοῦς κανόνος ἅμα καὶ τοῦ κύκλου τὴν οὐ βέβαιον οὐδὲ καθαρὰν τέχνην ἐμβλητέον κοινῇ καὶ συγκρατέον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀναγκαῖον γάρ, εἰ μέλλει τις ἡμῶν καὶ τὴν ὁδὸν ἑκάστοτε ἐξευρήσειν οἴκαδε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="62c"/><label>ΣΩ.</label> ἦ καὶ μουσικήν, ἣν ὀλίγον ἔμπροσθεν ἔφαμεν στοχάσεώς τε καὶ μιμήσεως μεστὴν οὖσαν καθαρότητος ἐνδεῖν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀναγκαῖον φαίνεται ἔμοιγε, εἴπερ γε ἡμῶν ὁ βίος ἔσται καὶ ὁπωσοῦν ποτε βίος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλει δῆτα, ὥσπερ θυρωρὸς ὑπʼ ὄχλου τις ὠθούμενος καὶ βιαζόμενος, ἡττηθεὶς ἀναπετάσας τὰς θύρας ἀφῶ πάσας τὰς ἐπιστήμας εἰσρεῖν καὶ μείγνυσθαι ὁμοῦ καθαρᾷ τὴν ἐνδεεστέραν;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="62d"/><label>ΠΡΩ.</label> οὔκουν ἔγωγε οἶδα, ὦ Σώκρατες, ὅτι τις ἂν βλάπτοιτο πάσας λαβὼν τὰς ἄλλας ἐπιστήμας, ἔχων τὰς πρώτας.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μεθιῶ δὴ τὰς συμπάσας ῥεῖν εἰς τὴν τῆς Ὁμήρου καὶ μάλα ποιητικῆς μισγαγκείας ὑποδοχήν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μεθεῖνται· καὶ πάλιν ἐπὶ τὴν τῶν ἡδονῶν πηγὴν ἰτέον. ὡς γὰρ διενοήθημεν αὐτὰς μειγνύναι, τὰ τῶν ἀληθῶν μόρια πρῶτον, οὐκ ἐξεγένεθʼ ἡμῖν, ἀλλὰ διὰ τὸ πᾶσαν ἀγαπᾶν ἐπιστήμην εἰς ταὐτὸν μεθεῖμεν ἁθρόας καὶ πρόσθεν <milestone unit="section" resp="Stephanus" n="62e"/> τῶν ἡδονῶν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὥρα δὴ βουλεύεσθαι νῷν καὶ περὶ τῶν ἡδονῶν, πότερα καὶ ταύτας πάσας ἁθρόας ἀφετέον ἢ καὶ τούτων πρώτας μεθετέον ἡμῖν ὅσαι ἀληθεῖς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πολύ τι διαφέρει πρός γε ἀσφάλειαν πρώτας τὰς ἀληθεῖς ἀφεῖναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μεθείσθων δή. τί δὲ μετὰ ταῦτα; ἆρʼ οὐκ εἰ μέν τινες ἀναγκαῖαι, καθάπερ ἐκεῖ, συμμεικτέον καὶ ταύτας;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί δʼ οὔ; τάς γε ἀναγκαίας δήπουθεν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="63"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="63"/><milestone unit="section" resp="Stephanus" n="63a"/><label>ΣΩ.</label> εἰ δέ γε καί, καθάπερ τὰς τέχνας πάσας ἀβλαβές τε καὶ ὠφέλιμον ἦν ἐπίστασθαι διὰ βίου, καὶ νῦν δὴ ταὐτὰ λέγομεν περὶ τῶν ἡδονῶν, εἴπερ πάσας ἡδονὰς ἥδεσθαι διὰ βίου συμφέρον τε ἡμῖν ἐστι καὶ ἀβλαβὲς ἅπασι, πάσας συγκρατέον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς οὖν δὴ περὶ αὐτῶν τούτων λέγωμεν; καὶ πῶς ποιῶμεν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐχ ἡμᾶς, ὦ Πρώταρχε, διερωτᾶν χρή, τὰς ἡδονὰς δὲ αὐτὰς καὶ τὰς φρονήσεις διαπυνθανομένους τὸ τοιόνδε ἀλλήλων πέρι.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="63b"/><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>ὦ φίλαι, εἴτε ἡδονὰς ὑμᾶς χρὴ προσαγορεύειν εἴτε ἄλλῳ ὁτῳοῦν ὀνόματι, μῶν οὐκ ἂν δέξαισθε οἰκεῖν μετὰ φρονήσεως πάσης ἢ χωρὶς τοῦ φρονεῖν;</q> οἶμαι μὲν πρὸς ταῦτα τόδʼ αὐτὰς ἀναγκαιότατον εἶναι λέγειν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι καθάπερ ἔμπροσθεν ἐρρήθη, <q>τὸ μόνον καὶ ἔρημον εἰλικρινὲς εἶναί τι γένος οὔτε πάνυ τι δυνατὸν οὔτʼ <milestone unit="section" resp="Stephanus" n="63c"/> ὠφέλιμον· πάντων γε μὴν ἡγούμεθα γενῶν ἄριστον ἓν ἀνθʼ ἑνὸς συνοικεῖν ἡμῖν τὸ τοῦ γιγνώσκειν τἆλλά τε πάντα καὶ <del>αὖ τὴν</del> αὐτὴν ἡμῶν τελέως εἰς δύναμιν ἑκάστην.</q></said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label><q>καὶ καλῶς γε εἰρήκατε τὰ νῦν,</q> φήσομεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς. πάλιν τοίνυν μετὰ τοῦτο τὴν φρόνησιν καὶ τὸν νοῦν ἀνερωτητέον· <q>ἆρʼ ἡδονῶν τι προσδεῖσθε ἐν τῇ συγκράσει;</q> φαῖμεν ἂν αὖ τὸν νοῦν τε καὶ τὴν φρόνησιν ἀνερωτῶντες. <q>ποίων,</q> φαῖεν ἂν ἴσως, <q>ἡδονῶν;</q></said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εἰκός.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="63d"/><label>ΣΩ.</label> ὁ δέ γʼ ἡμέτερος λόγος μετὰ τοῦτʼ ἐστὶν ὅδε. <q>πρὸς ταῖς ἀληθέσιν ἐκείναις ἡδοναῖς,</q> φήσομεν, <q>ἆρʼ ἔτι προσδεῖσθʼ ὑμῖν τὰς μεγίστας ἡδονὰς συνοίκους εἶναι καὶ τὰς σφοδροτάτας;</q> <q>καὶ πῶς, ὦ Σώκρατες,</q> ἴσως φαῖεν ἄν, <q>αἵ γʼ ἐμποδίσματά τε μυρία ἡμῖν ἔχουσι, τὰς ψυχὰς ἐν αἷς οἰκοῦμεν ταράττουσαι διὰ μανίας <del>ἡδονάς</del>, καὶ γίγνεσθαί <milestone unit="section" resp="Stephanus" n="63e"/> τε ἡμᾶς τὴν ἀρχὴν οὐκ ἐῶσι, τά τε γιγνόμενα ἡμῶν τέκνα ὡς τὸ πολύ, διʼ ἀμέλειαν λήθην ἐμποιοῦσαι, παντάπασι διαφθείρουσιν;</q></said></p></div></div></body></text></TEI>