<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="56"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ γοῦν μετὰ ταῦτʼ εἰκάζειν λείποιτʼ ἂν καὶ τὰς αἰσθήσεις καταμελετᾶν ἐμπειρίᾳ καί τινι τριβῇ, ταῖς τῆς στοχαστικῆς προσχρωμένους δυνάμεσιν ἃς πολλοὶ τέχνας
           
           <milestone unit="page" resp="Stephanus" n="56"/><milestone unit="section" resp="Stephanus" n="56a"/> ἐπονομάζουσι, μελέτῃ καὶ πόνῳ τὴν ῥώμην ἀπειργασμένας.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀναγκαιότατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν μεστὴ μέν που μουσικὴ πρῶτον, τὸ σύμφωνον ἁρμόττουσα οὐ μέτρῳ ἀλλὰ μελέτης στοχασμῷ, καὶ σύμπασα αὐτῆς αὐλητική, τὸ μέτρον ἑκάστης χορδῆς τῷ στοχάζεσθαι φερομένης θηρεύουσα, ὥστε πολὺ μεμειγμένον ἔχειν τὸ μὴ σαφές, σμικρὸν δὲ τὸ βέβαιον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="56b"/><label>ΣΩ.</label> καὶ μὴν ἰατρικήν τε καὶ γεωργίαν καὶ κυβερνητικὴν καὶ στρατηγικὴν ὡσαύτως εὑρήσομεν ἐχούσας.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τεκτονικὴν δέ γε οἶμαι πλείστοις μέτροις τε καὶ ὀργάνοις χρωμένην τὰ πολλὴν ἀκρίβειαν αὐτῇ πορίζοντα τεχνικωτέραν τῶν πολλῶν ἐπιστημῶν παρέχεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῇ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κατά τε ναυπηγίαν καὶ κατʼ οἰκοδομίαν καὶ ἐν πολλοῖς ἄλλοις τῆς ξυλουργικῆς. κανόνι γὰρ οἶμαι καὶ <milestone unit="section" resp="Stephanus" n="56c"/> τόρνῳ χρῆται καὶ διαβήτῃ καὶ στάθμῃ καί τινι προσαγωγίῳ κεκομψευμένῳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πάνυ γε, ὦ Σώκρατες, ὀρθῶς λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θῶμεν τοίνυν διχῇ τὰς λεγομένας τέχνας, τὰς μὲν μουσικῇ συνεπομένας ἐν τοῖς ἔργοις ἐλάττονος ἀκριβείας μετισχούσας, τὰς δὲ τεκτονικῇ πλείονος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κείσθω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων δὲ ταύτας ἀκριβεστάτας εἶναι τέχνας, ἃς νυνδὴ πρώτας εἴπομεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀριθμητικὴν φαίνῃ μοι λέγειν καὶ ὅσας μετὰ ταύτης τέχνας ἐφθέγξω νυνδή.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="56d"/><label>ΣΩ.</label> πάνυ μὲν οὖν. ἀλλʼ, ὦ Πρώταρχε, ἆρʼ οὐ διττὰς αὖ καὶ ταύτας λεκτέον; ἢ πῶς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίας δὴ λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀριθμητικὴν πρῶτον ἆρʼ οὐκ ἄλλην μέν τινα τὴν τῶν πολλῶν φατέον, ἄλλην δʼ αὖ τὴν τῶν φιλοσοφούντων;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῇ ποτε διορισάμενος οὖν ἄλλην, τὴν δὲ ἄλλην θείη τις ἂν ἀριθμητικήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ σμικρὸς ὅρος, ὦ Πρώταρχε. οἱ μὲν γάρ που μονάδας ἀνίσους καταριθμοῦνται τῶν περὶ ἀριθμόν, οἷον στρατόπεδα δύο καὶ βοῦς δύο καὶ δύο τὰ σμικρότατα ἢ καὶ <milestone unit="section" resp="Stephanus" n="56e"/> τὰ πάντων μέγιστα· οἱ δʼ οὐκ ἄν ποτε αὐτοῖς συνακολουθήσειαν, εἰ μὴ μονάδα μονάδος ἑκάστης τῶν μυρίων μηδεμίαν ἄλλην ἄλλης διαφέρουσάν τις θήσει.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα εὖ λέγεις οὐ σμικρὰν διαφορὰν τῶν περὶ ἀριθμὸν τευταζόντων, ὥστε λόγον ἔχειν δύʼ αὐτὰς εἶναι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="57"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; λογιστικὴ καὶ μετρητικὴ <add>ἡ</add> κατὰ τεκτονικὴν καὶ κατʼ ἐμπορικὴν τῆς κατὰ φιλοσοφίαν γεωμετρίας τε καὶ
           
           <milestone unit="page" resp="Stephanus" n="57"/><milestone unit="section" resp="Stephanus" n="57a"/> λογισμῶν καταμελετωμένων—πότερον ὡς μία ἑκατέρα λεκτέον ἢ δύο τιθῶμεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τῇ πρόσθεν ἑπόμενος ἔγωγʼ ἂν δύο κατὰ τὴν ἐμὴν ψῆφον τιθείην ἑκατέραν τούτων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς. οὗ δʼ ἕνεκα ταῦτα προηνεγκάμεθα εἰς τὸ μέσον, ἆρα ἐννοεῖς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἴσως, ἀλλὰ σὲ βουλοίμην ἂν ἀποφήνασθαι τὸ νῦν ἐρωτώμενον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δοκεῖ τοίνυν ἔμοιγε οὗτος ὁ λόγος, οὐχ ἧττον ἢ ὅτε λέγειν αὐτὸν ἠρχόμεθα, ταῖς ἡδοναῖς ζητῶν ἀντίστροφον ἐνταῦθα προβεβληκέναι σκοπῶν ἆρά ἐστί τις ἑτέρας <milestone unit="section" resp="Stephanus" n="57b"/> ἄλλη καθαρωτέρα ἐπιστήμης ἐπιστήμη, καθάπερ ἡδονῆς ἡδονή.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα σαφὲς τοῦτό γε, ὅτι ταῦθʼ ἕνεκα τούτων ἐπικεχείρηκεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ἆρʼ οὐκ ἐν μὲν τοῖς ἔμπροσθεν ἐπʼ ἄλλοις ἄλλην τέχνην οὖσαν ἀνηυρήκειν σαφεστέραν καὶ ἀσαφεστέραν ἄλλην ἄλλης;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν τούτοις δὲ ἆρʼ οὔ τινα τέχνην ὡς ὁμώνυμον φθεγξάμενος, εἰς δόξαν καταστήσας ὡς μιᾶς, πάλιν ὡς <milestone unit="section" resp="Stephanus" n="57c"/> δυοῖν ἐπανερωτᾷ τούτοιν αὐτοῖν τὸ σαφὲς καὶ τὸ καθαρὸν περὶ ταῦτα πότερον ἡ τῶν φιλοσοφούντων ἢ μὴ φιλοσοφούντων ἀκριβέστερον ἔχει;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα δοκεῖ μοι τοῦτο διερωτᾶν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίνʼ οὖν, ὦ Πρώταρχε, αὐτῷ δίδομεν ἀπόκρισιν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὦ Σώκρατες, εἰς θαυμαστὸν διαφορᾶς μέγεθος εἰς σαφήνειαν προεληλύθαμεν ἐπιστημῶν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἀποκρινούμεθα ῥᾷον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν; καὶ εἰρήσθω γε ὅτι πολὺ μὲν αὗται τῶν ἄλλων τεχνῶν διαφέρουσι, τούτων δʼ αὐτῶν αἱ περὶ τὴν <milestone unit="section" resp="Stephanus" n="57d"/> τῶν ὄντως φιλοσοφούντων ὁρμὴν ἀμήχανον ἀκριβείᾳ καὶ ἀληθείᾳ περὶ μέτρα τε καὶ ἀριθμοὺς διαφέρουσιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστω ταῦτα κατὰ σέ, καὶ σοὶ δὴ πιστεύοντες θαρροῦντες ἀποκρινόμεθα τοῖς δεινοῖς περὶ λόγων ὁλκήν—</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς εἰσὶ δύο ἀριθμητικαὶ καὶ δύο μετρητικαὶ καὶ ταύταις ἄλλαι τοιαῦται συνεπόμεναι συχναί, τὴν διδυμότητα ἔχουσαι ταύτην, ὀνόματος δὲ ἑνὸς κεκοινωμέναι.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="57e"/><label>ΠΡΩ.</label> διδῶμεν τύχῃ ἀγαθῇ τούτοις οὓς φῂς δεινοὺς εἶναι ταύτην τὴν ἀπόκρισιν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταύτας οὖν λέγομεν ἐπιστήμας ἀκριβεῖς μάλιστʼ εἶναι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἡμᾶς, ὦ Πρώταρχε, ἀναίνοιτʼ ἂν ἡ τοῦ διαλέγεσθαι δύναμις, εἴ τινα πρὸ αὐτῆς ἄλλην κρίναιμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τίνα δὲ ταύτην αὖ δεῖ λέγειν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="58"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="58"/><milestone unit="section" resp="Stephanus" n="58a"/><label>ΣΩ.</label> δῆλον ὁτιὴ πᾶς ἂν τήν γε νῦν λεγομένην γνοίη· τὴν γὰρ περὶ τὸ ὂν καὶ τὸ ὄντως καὶ τὸ κατὰ ταὐτὸν ἀεὶ πεφυκὸς πάντως ἔγωγε οἶμαι ἡγεῖσθαι σύμπαντας ὅσοις νοῦ καὶ σμικρὸν προσήρτηται μακρῷ ἀληθεστάτην εἶναι γνῶσιν. σὺ δὲ τί; πῶς τοῦτο, ὦ Πρώταρχε, διακρίνοις ἄν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἤκουον μὲν ἔγωγε, ὦ Σώκρατες, ἑκάστοτε Γοργίου πολλάκις ὡς ἡ τοῦ πείθειν πολὺ διαφέροι πασῶν τεχνῶν <milestone unit="section" resp="Stephanus" n="58b"/>—πάντα γὰρ ὑφʼ αὑτῇ δοῦλα διʼ ἑκόντων ἀλλʼ οὐ διὰ βίας ποιοῖτο, καὶ μακρῷ ἀρίστη πασῶν εἴη τῶν τεχνῶν—νῦν δʼ οὔτε σοὶ οὔτε δὴ ἐκείνῳ βουλοίμην ἂν ἐναντία τίθεσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>τὰ ὅπλα</q> μοι δοκεῖς βουληθεὶς εἰπεῖν αἰσχυνθεὶς ἀπολιπεῖν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔστω νῦν ταῦτα ταύτῃ ὅπῃ σοι δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν αἴτιος ἐγὼ τοῦ μὴ καλῶς ὑπολαβεῖν σε;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ, ὦ φίλε Πρώταρχε, τοῦτο ἔγωγε ἐζήτουν πω, <milestone unit="section" resp="Stephanus" n="58c"/> τίς τέχνη ἢ τίς ἐπιστήμη πασῶν διαφέρει τῷ μεγίστη καὶ ἀρίστη καὶ πλεῖστα ὠφελοῦσα ἡμᾶς, ἀλλὰ τίς ποτε τὸ σαφὲς καὶ τἀκριβὲς καὶ τὸ ἀληθέστατον ἐπισκοπεῖ, κἂν εἰ σμικρὰ καὶ σμικρὰ ὀνινᾶσα, τοῦτʼ ἔστιν ὃ νῦν δὴ ζητοῦμεν. ἀλλʼ ὅρα—οὐδὲ γὰρ ἀπεχθήσῃ Γοργίᾳ, τῇ μὲν ἐκείνου ὑπάρχειν τέχνῃ διδοὺς πρὸς χρείαν τοῖς ἀνθρώποις κρατεῖν, ᾗ δʼ εἶπον ἐγὼ νῦν πραγματείᾳ, καθάπερ τοῦ λευκοῦ πέρι τότε ἔλεγον, κἂν εἰ σμικρόν, καθαρὸν δʼ εἴη, τοῦ πολλοῦ <milestone unit="section" resp="Stephanus" n="58d"/> καὶ μὴ τοιούτου διαφέρειν, τούτῳ γʼ αὐτῷ τῷ ἀληθεστάτῳ, καὶ νῦν δὴ σφόδρα διανοηθέντες καὶ ἱκανῶς διαλογισάμενοι, μήτʼ εἴς τινας ὠφελίας ἐπιστημῶν βλέψαντες μήτε τινὰς εὐδοκιμίας, ἀλλʼ εἴ τις πέφυκε τῆς ψυχῆς ἡμῶν δύναμις ἐρᾶν τε τοῦ ἀληθοῦς καὶ πάντα ἕνεκα τούτου πράττειν, ταύτην εἴπωμεν διεξερευνησάμενοι—τὸ καθαρὸν νοῦ τε καὶ φρονήσεως εἰ ταύτην μάλιστα ἐκ τῶν εἰκότων ἐκτῆσθαι φαῖμεν ἂν ἤ τινα ἑτέραν ταύτης κυριωτέραν ἡμῖν ζητητέον.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="58e"/><label>ΠΡΩ.</label> ἀλλὰ σκοπῶ, καὶ χαλεπὸν οἶμαι συγχωρῆσαί τινα ἄλλην ἐπιστήμην ἢ τέχνην τῆς ἀληθείας ἀντέχεσθαι μᾶλλον ἢ ταύτην.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="59"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἐννοήσας τὸ τοιόνδε εἴρηκας ὃ λέγεις νῦν, ὡς αἱ πολλαὶ τέχναι, καὶ ὅσοι περὶ ταῦτα πεπόνηνται,
           
            <milestone unit="page" resp="Stephanus" n="59"/><milestone unit="section" resp="Stephanus" n="59a"/> πρῶτον μὲν δόξαις χρῶνται καὶ τὰ περὶ δόξαν ζητοῦσι συντεταμένως; εἴ τε καὶ περὶ φύσεως ἡγεῖταί τις ζητεῖν, οἶσθʼ ὅτι τὰ περὶ τὸν κόσμον τόνδε, ὅπῃ τε γέγονεν καὶ ὅπῃ πάσχει τι καὶ ὅπῃ ποιεῖ, ταῦτα ζητεῖ διὰ βίου; φαῖμεν ἂν ταῦτα, ἢ πῶς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὐ περὶ τὰ ὄντα ἀεί, περὶ δὲ τὰ γιγνόμενα καὶ γενησόμενα καὶ γεγονότα ἡμῶν ὁ τοιοῦτος ἀνῄρηται τὸν πόνον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων οὖν τι σαφὲς ἂν φαῖμεν τῇ ἀκριβεστάτῃ <milestone unit="section" resp="Stephanus" n="59b"/> ἀληθείᾳ γίγνεσθαι, ὧν μήτε ἔσχε μηδὲν πώποτε κατὰ ταὐτὰ μήθʼ ἕξει μήτε εἰς τὸ νῦν παρὸν ἔχει;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> περὶ οὖν τὰ μὴ κεκτημένα βεβαιότητα μηδʼ ἡντινοῦν πῶς ἄν ποτε βέβαιον γίγνοιθʼ ἡμῖν καὶ ὁτιοῦν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οἶμαι μὲν οὐδαμῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἄρα νοῦς οὐδέ τις ἐπιστήμη περὶ αὐτά ἐστιν τὸ ἀληθέστατον ἔχουσα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὔκουν εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν μὲν δὴ σὲ καὶ ἐμὲ καὶ Γοργίαν καὶ Φίληβον χρὴ συχνὰ χαίρειν ἐᾶν, τόδε δὲ διαμαρτύρασθαι τῷ λόγῳ.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="59c"/><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς ἢ περὶ ἐκεῖνα ἔσθʼ ἡμῖν τό τε βέβαιον καὶ τὸ καθαρὸν καὶ ἀληθὲς καὶ ὃ δὴ λέγομεν εἰλικρινές, περὶ τὰ ἀεὶ κατὰ τὰ αὐτὰ ὡσαύτως ἀμεικτότατα ἔχοντα, ἢ <del>δεύτερος</del> ἐκείνων ὅτι μάλιστά ἐστι συγγενές· τὰ δʼ ἄλλα πάντα δεύτερά τε καὶ ὕστερα λεκτέον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ δὴ τῶν ὀνομάτων περὶ τὰ τοιαῦτα κάλλιστα ἆρʼ οὐ τοῖς καλλίστοις δικαιότατον ἀπονέμειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="59d"/><label>ΣΩ.</label> οὐκοῦν νοῦς ἐστι καὶ φρόνησις ἅ γʼ ἄν τις τιμήσειε μάλιστα ὀνόματα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταῦτʼ ἄρα ἐν ταῖς περὶ τὸ ὂν ὄντως ἐννοίαις ἐστὶν ἀπηκριβωμένα ὀρθῶς κείμενα καλεῖσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἅ γε εἰς τὴν κρίσιν ἐγὼ τότε παρεσχόμην οὐκ ἄλλʼ ἐστὶν ἢ ταῦτα τὰ ὀνόματα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν. τὸ μὲν δὴ φρονήσεώς τε καὶ ἡδονῆς πέρι <milestone unit="section" resp="Stephanus" n="59e"/> πρὸς τὴν ἀλλήλων μεῖξιν εἴ τις φαίη καθαπερεὶ δημιουργοῖς ἡμῖν ἐξ ὧν ἢ ἐν οἷς δεῖ δημιουργεῖν τι παρακεῖσθαι, καλῶς ἂν τῷ λόγῳ ἀπεικάζοι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὴ μετὰ ταῦτα ἆρʼ οὐ μειγνύναι ἐπιχειρητέον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τάδε προειποῦσι καὶ ἀναμνήσασιν ἡμᾶς αὐτοὺς ὀρθότερον ἂν ἔχοι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὰ ποῖα;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="60"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἃ καὶ πρότερον ἐμνήσθημεν· εὖ δʼ ἡ παροιμία
            <milestone unit="page" resp="Stephanus" n="60"/><milestone unit="section" resp="Stephanus" n="60a"/> δοκεῖ ἔχειν, τὸ καὶ δὶς καὶ τρὶς τό γε καλῶς ἔχον ἐπαναπολεῖν τῷ λόγῳ δεῖν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δὴ πρὸς Διός· οἶμαι γὰρ οὑτωσί πως τὰ τότε λεχθέντα ῥηθῆναι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Φίληβός φησι τὴν ἡδονὴν σκοπὸν ὀρθὸν πᾶσι ζῴοις γεγονέναι καὶ δεῖν πάντας τούτου στοχάζεσθαι, καὶ δὴ καὶ τἀγαθὸν τοῦτʼ αὐτὸ εἶναι σύμπασι, καὶ δύο ὀνόματα, ἀγαθὸν καὶ ἡδύ, ἑνί τινι καὶ φύσει μιᾷ τούτω ὀρθῶς <milestone unit="section" resp="Stephanus" n="60b"/> τεθέντʼ ἔχειν· Σωκράτης δʼ ἓν μὲν οὔ φησι τοῦτʼ εἶναι, δύο δὲ καθάπερ τὰ ὀνόματα, καὶ τό τε ἀγαθὸν καὶ ἡδὺ διάφορον ἀλλήλων φύσιν ἔχειν, μᾶλλον δὲ μέτοχον εἶναι τῆς τοῦ ἀγαθοῦ μοίρας τὴν φρόνησιν ἢ τὴν ἡδονήν. οὐ ταῦτʼ ἔστιν τε καὶ ἦν τὰ τότε λεγόμενα, ὦ Πρώταρχε;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τόδε καὶ τότε καὶ νῦν ἡμῖν ἂν συνομολογοῖτο;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν τἀγαθοῦ διαφέρειν φύσιν τῷδε τῶν ἄλλων.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="60c"/><label>ΠΡΩ.</label> τίνι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὧι παρείη τοῦτʼ ἀεὶ τῶν ζῴων διὰ τέλους πάντως καὶ πάντῃ, μηδενὸς ἑτέρου ποτὲ ἔτι προσδεῖσθαι, τὸ δὲ ἱκανὸν τελεώτατον ἔχειν. οὐχ οὕτως;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτω μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τῷ λόγῳ ἐπειράθημεν χωρὶς ἑκάτερον ἑκατέρου θέντες εἰς τὸν βίον ἑκάστων, ἄμεικτον μὲν ἡδονὴν φρονήσει, φρόνησιν δὲ ὡσαύτως ἡδονῆς μηδὲ τὸ σμικρότατον ἔχουσαν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἦν ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μῶν οὖν ἡμῖν αὐτῶν τότε πότερον ἱκανὸν ἔδοξεν <milestone unit="section" resp="Stephanus" n="60d"/> εἶναί τῳ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δέ γε παρηνέχθημέν τι τότε, νῦν ὁστισοῦν ἐπαναλαβὼν ὀρθότερον εἰπάτω, μνήμην καὶ φρόνησιν καὶ ἐπιστήμην καὶ ἀληθῆ δόξαν τῆς αὐτῆς ἰδέας τιθέμενος καὶ σκοπῶν εἴ τις ἄνευ τούτων δέξαιτʼ ἄν οἱ καὶ ὁτιοῦν εἶναι ἢ καὶ γίγνεσθαι, μὴ ὅτι δή γε ἡδονὴν εἴθʼ ὡς πλείστην εἴθʼ ὡς σφοδροτάτην, ἣν μήτε ἀληθῶς δοξάζοι χαίρειν μήτε τὸ παράπαν γιγνώσκοι τί ποτε πέπονθε πάθος μήτʼ αὖ <milestone unit="section" resp="Stephanus" n="60e"/> μνήμην τοῦ πάθους μηδʼ ὁντινοῦν χρόνον ἔχοι. ταὐτὰ δὲ λεγέτω καὶ περὶ φρονήσεως, εἴ τις ἄνευ πάσης ἡδονῆς καὶ τῆς βραχυτάτης δέξαιτʼ ἂν φρόνησιν ἔχειν μᾶλλον ἢ μετά τινων ἡδονῶν ἢ πάσας ἡδονὰς χωρὶς φρονήσεως μᾶλλον ἢ μετὰ φρονήσεως αὖ τινος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐκ ἔστιν, ὦ Σώκρατες, ἀλλʼ οὐδὲν δεῖ ταῦτά γε πολλάκις ἐπερωτᾶν.</said></p></div></div></body></text></TEI>