<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="52"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔτι δὴ τοίνυν τούτοις προσθῶμεν τὰς περὶ τὰ
            <milestone unit="page" resp="Stephanus" n="52"/><milestone unit="section" resp="Stephanus" n="52a"/> μαθήματα ἡδονάς, εἰ ἄρα δοκοῦσιν ἡμῖν αὗται πείνας μὲν μὴ ἔχειν τοῦ μανθάνειν μηδὲ διὰ μαθημάτων πείνην ἀλγηδόνας ἐξ ἀρχῆς γιγνομένας.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀλλʼ οὕτω συνδοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; μαθημάτων πληρωθεῖσιν ἐὰν ὕστερον ἀποβολαὶ διὰ τῆς λήθης γίγνωνται, καθορᾷς τινας ἐν αὐταῖς ἀλγηδόνας;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὔ τι φύσει γε, ἀλλʼ ἔν τισι λογισμοῖς τοῦ <milestone unit="section" resp="Stephanus" n="52b"/> παθήματος, ὅταν τις στερηθεὶς λυπηθῇ διὰ τὴν χρείαν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μήν, ὦ μακάριε, νῦν γε ἡμεῖς αὐτὰ τὰ τῆς φύσεως μόνον παθήματα χωρὶς τοῦ λογισμοῦ διαπεραίνομεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθῆ τοίνυν λέγεις ὅτι χωρὶς λύπης ἡμῖν λήθη γίγνεται ἑκάστοτε ἐν τοῖς μαθήμασιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταύτας τοίνυν τὰς τῶν μαθημάτων ἡδονὰς ἀμείκτους τε εἶναι λύπαις ῥητέον καὶ οὐδαμῶς τῶν πολλῶν ἀνθρώπων ἀλλὰ τῶν σφόδρα ὀλίγων.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὐ ῥητέον;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="52c"/><label>ΣΩ.</label> οὐκοῦν ὅτε μετρίως ἤδη διακεκρίμεθα χωρὶς τάς τε καθαρὰς ἡδονὰς καὶ τὰς σχεδὸν ἀκαθάρτους ὀρθῶς ἂν λεχθείσας, προσθῶμεν τῷ λόγῳ ταῖς μὲν σφοδραῖς ἡδοναῖς ἀμετρίαν, ταῖς δὲ μὴ τοὐναντίον ἐμμετρίαν· καὶ <add>τὰς</add> τὸ μέγα καὶ τὸ σφοδρὸν αὖ <add>δεχομένας</add>, καὶ πολλάκις καὶ ὀλιγάκις γιγνομένας τοιαύτας, τῆς τοῦ ἀπείρου γε ἐκείνου καὶ ἧττον καὶ μᾶλλον διά τε σώματος καὶ ψυχῆς φερομένου <milestone unit="section" resp="Stephanus" n="52d"/> <del>προς</del>θῶμεν αὐτὰς εἶναι γένους, τὰς δὲ μὴ τῶν ἐμμέτρων.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα λέγεις, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔτι τοίνυν πρὸς τούτοις μετὰ ταῦτα τόδε αὐτῶν διαθεατέον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί ποτε χρὴ φάναι πρὸς ἀλήθειαν εἶναι; τὸ καθαρόν τε καὶ εἰλικρινὲς ἢ τὸ σφόδρα τε καὶ τὸ πολὺ καὶ τὸ μέγα καὶ τὸ ἰταμόν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί ποτʼ ἄρα, ὦ Σώκρατες, ἐρωτᾷς βουλόμενος;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μηδέν, ὦ Πρώταρχε, ἐπιλείπειν ἐλέγχων ἡδονῆς <milestone unit="section" resp="Stephanus" n="52e"/> τε καὶ ἐπιστήμης, εἰ τὸ μὲν ἄρʼ αὐτῶν ἑκατέρου καθαρόν ἐστι, τὸ δʼ οὐ καθαρόν, ἵνα καθαρὸν ἑκάτερον ἰὸν εἰς τὴν κρίσιν ἐμοὶ καὶ σοὶ καὶ συνάπασι τοῖσδε ῥᾴω παρέχῃ τὴν κρίσιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δή, περὶ πάντων, ὅσα καθαρὰ γένη λέγομεν, οὑτωσὶ διανοηθῶμεν· προελόμενοι πρῶτον αὐτῶν ἕν τι σκοπῶμεν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="53"><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="53"/><milestone unit="section" resp="Stephanus" n="53a"/><label>ΠΡΩ.</label> τί οὖν προελώμεθα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ λευκὸν ἐν τοῖς πρῶτον, εἰ βούλει, θεασώμεθα γένος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς οὖν ἂν λευκοῦ καὶ τίς καθαρότης ἡμῖν εἴη; πότερα τὸ μέγιστόν τε καὶ πλεῖστον ἢ τὸ ἀκρατέστατον, ἐν ᾧ χρώματος μηδεμία μοῖρα ἄλλη μηδενὸς ἐνείη;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δῆλον ὅτι τὸ μάλιστʼ εἰλικρινὲς ὄν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς. ἆρʼ οὖν οὐ τοῦτο ἀληθέστατον, ὦ Πρώταρχε, <milestone unit="section" resp="Stephanus" n="53b"/> καὶ ἅμα δὴ κάλλιστον τῶν λευκῶν πάντων θήσομεν, ἀλλʼ οὐ τὸ πλεῖστον οὐδὲ τὸ μέγιστον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατά γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σμικρὸν ἄρα καθαρὸν λευκὸν μεμειγμένου πολλοῦ λευκοῦ λευκότερον ἅμα καὶ κάλλιον καὶ ἀληθέστερον ἐὰν φῶμεν γίγνεσθαι, παντάπασιν ἐροῦμεν ὀρθῶς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; οὐ δήπου πολλῶν δεησόμεθα παραδειγμάτων τοιούτων ἐπὶ τὸν τῆς ἡδονῆς πέρι λόγον, ἀλλʼ ἀρκεῖ νοεῖν ἡμῖν αὐτόθεν ὡς ἄρα καὶ σύμπασα ἡδονὴ σμικρὰ <milestone unit="section" resp="Stephanus" n="53c"/> μεγάλης καὶ ὀλίγη πολλῆς, καθαρὰ λύπης, ἡδίων καὶ ἀληθεστέρα καὶ καλλίων γίγνοιτʼ ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα μὲν οὖν, καὶ τό γε παράδειγμα ἱκανόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ τὸ τοιόνδε; ἆρα περὶ ἡδονῆς οὐκ ἀκηκόαμεν ὡς ἀεὶ γένεσίς ἐστιν, οὐσία δὲ οὐκ ἔστι τὸ παράπαν ἡδονῆς; κομψοὶ γὰρ δή τινες αὖ τοῦτον τὸν λόγον ἐπιχειροῦσι μηνύειν ἡμῖν, οἷς δεῖ χάριν ἔχειν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διαπερανοῦμαί σοι τοῦτʼ αὐτὸ ἐπανερωτῶν, ὦ <milestone unit="section" resp="Stephanus" n="53d"/> Πρώταρχε φίλε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε καὶ ἐρώτα μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐστὸν δή τινε δύο, τὸ μὲν αὐτὸ καθʼ αὑτό, τὸ δʼ ἀεὶ ἐφιέμενον ἄλλου.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς τούτω καὶ τίνε λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ μὲν σεμνότατον ἀεὶ πεφυκός, τὸ δʼ ἐλλιπὲς ἐκείνου.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγʼ ἔτι σαφέστερον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> παιδικά που καλὰ καὶ ἀγαθὰ τεθεωρήκαμεν ἅμα καὶ ἐραστὰς ἀνδρείους αὐτῶν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτοις τοίνυν ἐοικότα δυοῖν οὖσι δύο ἄλλα ζήτει <milestone unit="section" resp="Stephanus" n="53e"/> κατὰ πάνθʼ ὅσα λέγομεν εἶναι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ τρίτον ἔτʼ ἐρῶ; λέγε σαφέστερον, ὦ Σώκρατες, ὅτι λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδέν τι ποικίλον, ὦ Πρώταρχε· ἀλλʼ ὁ λόγος ἐρεσχηλεῖ νῷν, λέγει δʼ ὅτι τὸ μὲν ἕνεκά του τῶν ὄντων ἔστʼ ἀεί, τὸ δʼ οὗ χάριν ἑκάστοτε τὸ τινὸς ἕνεκα γιγνόμενον ἀεὶ γίγνεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μόγις ἔμαθον διὰ τὸ πολλάκις λεχθῆναι.</said></p></div></div></body></text></TEI>