<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="46"><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="46"/><milestone unit="section" resp="Stephanus" n="46a"/><label>ΠΡΩ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκόπει δὴ τὰς τῶν τοιῶνδε νοσημάτων ἡδονάς, τίνα ποτὲ ἔχουσι τρόπον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰς τῶν ἀσχημόνων, ἃς οὓς εἴπομεν δυσχερεῖς μισοῦσι παντελῶς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίας;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἷον τὰς τῆς ψώρας ἰάσεις τῷ τρίβειν καὶ ὅσα τοιαῦτα, οὐκ ἄλλης δεόμενα φαρμάξεως· τοῦτο γὰρ δὴ τὸ πάθος ἡμῖν, ὦ πρὸς θεῶν, τί ποτε φῶμεν ἐγγίγνεσθαι; πότερον ἡδονὴν ἢ λύπην;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σύμμεικτον τοῦτό γʼ ἄρʼ, ὦ Σώκρατες, ἔοικε γίγνεσθαί τι κακόν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="46b"/><label>ΣΩ.</label> οὐ μὲν δὴ Φιλήβου γε ἕνεκα παρεθέμην τὸν λόγον· ἀλλʼ ἄνευ τούτων, ὦ Πρώταρχε, τῶν ἡδονῶν καὶ τῶν ταύταις ἑπομένων, ἂν μὴ κατοφθῶσι, σχεδὸν οὐκ ἄν ποτε δυναίμεθα διακρίνασθαι τὸ νῦν ζητούμενον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐκοῦν ἰτέον ἐπὶ τὰς τούτων συγγενεῖς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰς ἐν τῇ μείξει κοινωνούσας λέγεις;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰσὶ τοίνυν μείξεις αἱ μὲν κατὰ τὸ σῶμα ἐν αὐτοῖς <milestone unit="section" resp="Stephanus" n="46c"/> τοῖς σώμασιν, αἱ δʼ αὐτῆς τῆς ψυχῆς ἐν τῇ ψυχῇ· τὰς δʼ αὖ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀνευρήσομεν λύπας ἡδοναῖς μειχθείσας τοτὲ μὲν ἡδονὰς τὰ συναμφότερα, τοτὲ δὲ λύπας ἐπικαλουμένας.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁπόταν ἐν τῇ καταστάσει τις ἢ τῇ διαφθορᾷ τἀναντία ἅμα πάθη πάσχῃ, ποτὲ ῥιγῶν θέρηται καὶ θερμαινόμενος ἐνίοτε ψύχηται, ζητῶν οἶμαι τὸ μὲν ἔχειν, τοῦ δὲ ἀπαλλάττεσθαι, τὸ δὴ λεγόμενον πικρῷ γλυκὺ μεμειγμένον, μετὰ <milestone unit="section" resp="Stephanus" n="46d"/> δυσαπαλλακτίας παρόν, ἀγανάκτησιν καὶ ὕστερον σύντασιν ἀγρίαν ποιεῖ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα ἀληθὲς τὸ νῦν λεγόμενον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν αἱ τοιαῦται μείξεις αἱ μὲν ἐξ ἴσων εἰσὶ λυπῶν τε καὶ ἡδονῶν, αἱ δʼ ἐκ τῶν ἑτέρων πλειόνων;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε δὴ τὰς μέν, ὅταν πλείους λῦπαι τῶν ἡδονῶν γίγνωνται—τὰς τῆς ψώρας λεγομένας νυνδὴ ταύτας εἶναι καὶ τὰς τῶν γαργαλισμῶν—ὁπόταν <add>ἐν τοῖς</add> ἐντὸς τὸ ζέον ᾖ καὶ τὸ φλεγμαῖνον, τῇ τρίψει δὲ καὶ τῇ κνήσει μὴ ἐφικνῆταί <milestone unit="section" resp="Stephanus" n="46e"/> τις, τὸ δʼ ἐπιπολῆς μόνον διαχέῃ, τοτὲ φέροντες εἰς πῦρ αὐτὰ καὶ εἰς τοὐναντίον πυρίαις μεταβάλλοντες ἐνίοτε ἀμηχάνους ἡδονάς, τοτὲ δὲ τοὐναντίον τοῖς ἐντὸς πρὸς τὰ τῶν ἔξω, λύπας ἡδοναῖς συγκερασθείσας, εἰς ὁπότερʼ ἂν ῥέψῃ, παρέσχοντο τῷ τὰ συγκεκριμένα βίᾳ διαχεῖν ἢ τὰ διακεκριμένα συγχεῖν
                                                                                                                 <milestone unit="page" resp="Stephanus" n="47"/><milestone unit="section" resp="Stephanus" n="47a"/>—<del>καὶ</del> ὁμοῦ λύπας ἡδοναῖς παρατιθέναι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="47"><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁπόταν αὖ πλείων ἡδονὴ κατὰ <add>τὰ</add> τοιαῦτα πάντα συμμειχθῇ, τὸ μὲν ὑπομεμειγμένον τῆς λύπης γαργαλίζει τε καὶ ἠρέμα ἀγανακτεῖν ποιεῖ, τὸ δʼ αὖ τῆς ἡδονῆς πολὺ πλέον ἐγκεχυμένον συντείνει τε καὶ ἐνίοτε πηδᾶν ποιεῖ, καὶ παντοῖα μὲν χρώματα, παντοῖα δὲ σχήματα, παντοῖα δὲ πνεύματα ἀπεργαζόμενον πᾶσαν ἔκπληξιν καὶ βοὰς μετὰ ἀφροσύνης ἐνεργάζεται;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="47b"/><label>ΠΡΩ.</label> μάλα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ λέγειν τε, ὦ ἑταῖρε, αὐτόν τε περὶ ἑαυτοῦ ποιεῖ καὶ ἄλλον ὡς ταύταις ταῖς ἡδοναῖς τερπόμενος οἷον ἀποθνῄσκει· καὶ ταύτας γε δὴ παντάπασιν ἀεὶ μεταδιώκει τοσούτῳ μᾶλλον ὅσῳ ἂν ἀκολαστότερός τε καὶ ἀφρονέστερος ὢν τυγχάνῃ, καὶ καλεῖ δὴ μεγίστας ταύτας, καὶ τὸν ἐν αὐταῖς ὅτι μάλιστʼ ἀεὶ ζῶντα εὐδαιμονέστατον καταριθμεῖται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάντα, ὦ Σώκρατες, τὰ συμβαίνοντα πρὸς τῶν πολλῶν ἀνθρώπων εἰς δόξαν διεπέρανας.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="47c"/><label>ΣΩ.</label> περί γε τῶν ἡδονῶν, ὦ Πρώταρχε, τῶν ἐν τοῖς κοινοῖς παθήμασιν αὐτοῦ τοῦ σώματος τῶν ἐπιπολῆς τε καὶ ἐντὸς κερασθέντων· περὶ δέ γʼ ὧν ψυχὴ σώματι τἀναντία συμβάλλεται, λύπην τε ἅμα πρὸς ἡδονὴν καὶ ἡδονὴν πρὸς λύπην, ὥστʼ εἰς μίαν ἀμφότερα κρᾶσιν ἰέναι, ταῦτα ἔμπροσθε μὲν διήλθομεν, ὡς, ὁπόταν <del>αὖ</del> κενῶται, πληρώσεως ἐπιθυμεῖ, καὶ ἐλπίζων μὲν χαίρει, κενούμενος δὲ ἀλγεῖ, ταῦτα δὲ τότε <milestone unit="section" resp="Stephanus" n="47d"/> μὲν οὐκ ἐμαρτυράμεθα, νῦν δὲ λέγομεν ὡς ψυχῆς πρὸς σῶμα διαφερομένης ἐν πᾶσι τούτοις πλήθει ἀμηχάνοις οὖσι μεῖξις μία λύπης τε καὶ ἡδονῆς συμπίπτει γενομένη.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κινδυνεύεις ὀρθότατα λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔτι τοίνυν ἡμῖν τῶν μείξεων λύπης τε καὶ ἡδονῆς λοιπὴ μία.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποία, φῄς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἣν αὐτὴν τὴν ψυχὴν αὑτῇ πολλάκις λαμβάνειν σύγκρασιν ἔφαμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς οὖν δὴ τοῦτʼ αὐτὸ λέγομεν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="47e"/><label>ΣΩ.</label> ὀργὴν καὶ φόβον καὶ πόθον καὶ θρῆνον καὶ ἔρωτα καὶ ζῆλον καὶ φθόνον καὶ ὅσα τοιαῦτα, ἆρʼ οὐκ αὐτῆς τῆς ψυχῆς τίθεσαι ταύτας λύπας τινάς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔγωγε.</said></p></div></div></body></text></TEI>