<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="40"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ἄδικός τε καὶ παντάπασι κακὸς ἆρʼ οὐ
           <milestone unit="page" resp="Stephanus" n="40"/><milestone unit="section" resp="Stephanus" n="40a"/> τοὐναντίον ἐκείνῳ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολλῶν μὴν ἐλπίδων, ὡς ἐλέγομεν ἄρτι, πᾶς ἄνθρωπος γέμει;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λόγοι μήν εἰσιν ἐν ἑκάστοις ἡμῶν, ἃς ἐλπίδας ὀνομάζομεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ δὴ καὶ τὰ φαντάσματα ἐζωγραφημένα· καί τις ὁρᾷ πολλάκις ἑαυτῷ χρυσὸν γιγνόμενον ἄφθονον καὶ ἐπʼ αὐτῷ πολλὰς ἡδονάς· καὶ δὴ καὶ ἐνεζωγραφημένον αὐτὸν ἐφʼ αὑτῷ χαίροντα σφόδρα καθορᾷ.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="40b"/><label>ΠΡΩ.</label> τί δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων οὖν πότερα φῶμεν τοῖς μὲν ἀγαθοῖς ὡς τὸ πολὺ τὰ γεγραμμένα παρατίθεσθαι ἀληθῆ διὰ τὸ θεοφιλεῖς εἶναι, τοῖς δὲ κακοῖς ὡς αὖ <add>τὸ</add> πολὺ τοὐναντίον, ἢ μὴ φῶμεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα φατέον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τοῖς κακοῖς ἡδοναί γε οὐδὲν ἧττον πάρεισιν ἐζωγραφημέναι, ψευδεῖς δὲ αὗταί που.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="40c"/><label>ΣΩ.</label> ψευδέσιν ἄρα ἡδοναῖς τὰ πολλὰ οἱ πονηροὶ χαίρουσιν, οἱ δʼ ἀγαθοὶ τῶν ἀνθρώπων ἀληθέσιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀναγκαιότατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰσὶν δὴ κατὰ τοὺς νῦν λόγους ψευδεῖς ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἡδοναί, μεμιμημέναι μέντοι τὰς ἀληθεῖς ἐπὶ τὰ γελοιότερα, καὶ λῦπαι δὲ ὡσαύτως.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εἰσίν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἦν δοξάζειν μὲν ὄντως ἀεὶ τῷ τὸ παράπαν δοξάζοντι, μὴ ἐπʼ οὖσι δὲ μηδʼ ἐπὶ γεγονόσι μηδὲ ἐπʼ ἐσομένοις ἐνίοτε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="40d"/><label>ΣΩ.</label> καὶ ταῦτά γε ἦν οἶμαι τὰ ἀπεργαζόμενα δόξαν ψευδῆ τότε καὶ τὸ ψευδῶς δοξάζειν. ἦ γάρ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; οὐκ ἀνταποδοτέον ταῖς λύπαις τε καὶ ἡδοναῖς τὴν τούτων ἀντίστροφον ἕξιν ἐν ἐκείνοις;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς ἦν μὲν χαίρειν ὄντως ἀεὶ τῷ τὸ παράπαν ὁπωσοῦν καὶ εἰκῇ χαίροντι, μὴ μέντοι ἐπὶ τοῖς οὖσι μηδʼ ἐπὶ τοῖς γεγονόσιν ἐνίοτε, πολλάκις δὲ καὶ ἴσως πλειστάκις ἐπὶ τοῖς μηδὲ μέλλουσί ποτε γενήσεσθαι.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="40e"/><label>ΠΡΩ.</label> καὶ ταῦθʼ οὕτως ἀναγκαῖον, ὦ Σώκρατες, ἔχειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁ αὐτὸς λόγος ἂν εἴη περὶ φόβων τε καὶ θυμῶν καὶ πάντων τῶν τοιούτων, ὡς ἔστι καὶ ψευδῆ πάντα τὰ τοιαῦτα ἐνίοτε;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; πονηρὰς δόξας καὶ χρηστὰς ἄλλως ἢ ψευδεῖς γιγνομένας ἔχομεν εἰπεῖν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐκ ἄλλως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἡδονάς γʼ οἶμαι κατανοοῦμεν ὡς ἄλλον τινὰ τρόπον εἰσὶν πονηραὶ πλὴν τῷ ψευδεῖς εἶναι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="41"><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="41"/><milestone unit="section" resp="Stephanus" n="41a"/><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν τοὐναντίον, ὦ Σώκρατες, εἴρηκας. σχεδὸν γὰρ τῷ ψεύδει μὲν οὐ πάνυ πονηρὰς ἄν τις λύπας τε καὶ ἡδονὰς θείη, μεγάλῃ δὲ ἄλλῃ καὶ πολλῇ συμπιπτούσας πονηρίᾳ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰς μὲν τοίνυν πονηρὰς ἡδονὰς καὶ διὰ πονηρίαν οὔσας τοιαύτας ὀλίγον ὕστερον ἐροῦμεν, ἂν ἔτι δοκῇ νῷν· τὰς δὲ ψευδεῖς κατʼ ἄλλον τρόπον ἐν ἡμῖν πολλὰς καὶ πολλάκις <milestone unit="section" resp="Stephanus" n="41b"/> ἐνούσας τε καὶ ἐγγιγνομένας λεκτέον. τούτῳ γὰρ ἴσως χρησόμεθα πρὸς τὰς κρίσεις.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔκ; εἴπερ γε εἰσίν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ, ὦ Πρώταρχε, εἰσὶν κατά γε τὴν ἐμήν. τοῦτο δὲ τὸ δόγμα ἕως ἂν κέηται παρʼ ἡμῖν, ἀδύνατον ἀνέλεγκτον δήπου γίγνεσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καλῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> περιιστώμεθα δὴ καθάπερ ἀθληταὶ πρὸς τοῦτον αὖ τὸν λόγον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἴωμεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν εἴπομεν, εἴπερ μεμνήμεθα, ὀλίγον ἐν <milestone unit="section" resp="Stephanus" n="41c"/> τοῖς πρόσθεν, ὡς ὅταν αἱ λεγόμεναι ἐπιθυμίαι ἐν ἡμῖν ὦσι, δίχα ἄρα τότε τὸ σῶμα καὶ χωρὶς τῆς ψυχῆς τοῖς παθήμασι διείληπται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μεμνήμεθα καὶ προερρήθη ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ μὲν ἐπιθυμοῦν ἦν ἡ ψυχὴ τῶν τοῦ σώματος ἐναντίων ἕξεων, τὸ δὲ τὴν ἀλγηδόνα ἤ τινα διὰ πάθος ἡδονὴν τὸ σῶμα ἦν τὸ παρεχόμενον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἦν γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> συλλογίζου δὴ τὸ γιγνόμενον ἐν τούτοις.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="41d"/><label>ΣΩ.</label> γίγνεται τοίνυν, ὁπόταν ᾖ ταῦτα, ἅμα παρακεῖσθαι λύπας τε καὶ ἡδονάς, καὶ τούτων αἰσθήσεις ἅμα παρʼ ἀλλήλας ἐναντίων οὐσῶν γίγνεσθαι, ὃ καὶ νυνδὴ ἐφάνη.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> φαίνεται γοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τόδε εἴρηται καὶ συνωμολογημένον ἡμῖν ἔμπροσθε κεῖται;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς τὸ μᾶλλόν τε καὶ ἧττον ἄμφω τούτω δέχεσθον, λύπη τε καὶ ἡδονή, καὶ ὅτι τῶν ἀπείρων εἴτην.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εἴρηται. τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς οὖν μηχανὴ ταῦτʼ ὀρθῶς κρίνεσθαι;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="41e"/><label>ΠΡΩ.</label> πῇ δὴ καὶ πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ τὸ βούλημα ἡμῖν τῆς κρίσεως τούτων ἐν τοιούτοις τισὶ διαγνῶναι βούλεται ἑκάστοτε τίς τούτων πρὸς ἀλλήλας μείζων καὶ τίς ἐλάττων καὶ τίς μᾶλλον καὶ τίς σφοδροτέρα, λύπη τε πρὸς ἡδονὴν καὶ λύπη πρὸς λύπην καὶ ἡδονὴ πρὸς ἡδονήν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀλλʼ ἔστι ταῦτά τε τοιαῦτα καὶ ἡ βούλησις τῆς κρίσεως αὕτη.</said></p></div></div></body></text></TEI>