<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="34"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀντὶ μὲν τοῦ λεληθέναι τὴν ψυχήν, ὅταν ἀπαθὴς αὕτη γίγνηται τῶν σεισμῶν τῶν τοῦ σώματος, ἣν νῦν λήθην
           
             <milestone unit="page" resp="Stephanus" n="34"/><milestone unit="section" resp="Stephanus" n="34a"/> καλεῖς ἀναισθησίαν ἐπονόμασον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔμαθον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δʼ ἐν ἑνὶ πάθει τὴν ψυχὴν καὶ τὸ σῶμα κοινῇ γιγνόμενον κοινῇ καὶ κινεῖσθαι, ταύτην δʼ αὖ τὴν κίνησιν ὀνομάζων αἴσθησιν οὐκ ἀπὸ τρόπου φθέγγοιʼ ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἤδη μανθάνομεν ὃ βουλόμεθα καλεῖν τὴν αἴσθησιν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σωτηρίαν τοίνυν αἰσθήσεως τὴν μνήμην λέγων ὀρθῶς ἄν τις λέγοι κατά γε τὴν ἐμὴν δόξαν.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="34b"/><label>ΠΡΩ.</label> ὀρθῶς γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μνήμης δὲ ἀνάμνησιν ἆρʼ οὐ διαφέρουσαν λέγομεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἴσως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ τόδε;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅταν ἃ μετὰ τοῦ σώματος ἔπασχέν ποθʼ ἡ ψυχή, ταῦτʼ ἄνευ τοῦ σώματος αὐτὴ ἐν ἑαυτῇ ὅτι μάλιστα ἀναλαμβάνῃ, τότε ἀναμιμνῄσκεσθαί που λέγομεν. ἦ γάρ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν καὶ ὅταν ἀπολέσασα μνήμην εἴτʼ αἰσθήσεως εἴτʼ αὖ μαθήματος αὖθις ταύτην ἀναπολήσῃ πάλιν <milestone unit="section" resp="Stephanus" n="34c"/> αὐτὴ ἐν ἑαυτῇ, καὶ ταῦτα σύμπαντα ἀναμνήσεις <del>καὶ μνήμας</del> που λέγομεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθῶς λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὗ δὴ χάριν ἅπαντʼ εἴρηται ταῦτʼ, ἔστι τόδε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἵνα πῃ τὴν ψυχῆς ἡδονὴν χωρὶς σώματος ὅτι μάλιστα καὶ ἐναργέστατα λάβοιμεν, καὶ ἅμα ἐπιθυμίαν· διὰ γὰρ τούτων πως ταῦτα ἀμφότερα ἔοικεν δηλοῦσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγωμεν τοίνυν, ὦ Σώκρατες, ἤδη τὸ μετὰ ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολλά γε περὶ γένεσιν ἡδονῆς καὶ πᾶσαν <del>τὴν</del> <milestone unit="section" resp="Stephanus" n="34d"/> μορφὴν αὐτῆς ἀναγκαῖον, ὡς ἔοικε, λέγοντας σκοπεῖν. καὶ γὰρ νῦν πρότερον ἔτι φαίνεται ληπτέον ἐπιθυμίαν εἶναι τί ποτʼ ἔστι καὶ ποῦ γίγνεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σκοπῶμεν τοίνυν· οὐδὲν γὰρ ἀπολοῦμεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπολοῦμεν μὲν οὖν <del>καὶ</del> ταῦτά γε, ὦ Πρώταρχε· εὑρόντες ὃ νῦν ζητοῦμεν, ἀπολοῦμεν τὴν περὶ αὐτὰ ταῦτα ἀπορίαν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθῶς ἠμύνω· τὸ δʼ ἐφεξῆς τούτοις πειρώμεθα λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν νυνδὴ πείνην τε καὶ δίψος καὶ πολλὰ ἕτερα <milestone unit="section" resp="Stephanus" n="34e"/> τοιαῦτα ἔφαμεν εἶναί τινας ἐπιθυμίας;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρὸς τί ποτε ἄρα ταὐτὸν βλέψαντες οὕτω πολὺ διαφέροντα ταῦθʼ ἑνὶ προσαγορεύομεν ὀνόματι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μὰ Δίʼ οὐ ῥᾴδιον ἴσως εἰπεῖν, ὦ Σώκρατες, ἀλλʼ ὅμως λεκτέον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐκεῖθεν δὴ ἐκ τῶν αὐτῶν πάλιν ἀναλάβωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πόθεν δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διψῇ γέ που λέγομεν ἑκάστοτέ τι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο δέ γʼ ἐστὶ κενοῦται;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν τὸ δίψος ἐστὶν ἐπιθυμία;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί, πώματός γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="35"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="35"/><milestone unit="section" resp="Stephanus" n="35a"/><label>ΣΩ.</label> πώματος, ἢ πληρώσεως πώματος;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οἶμαι μὲν πληρώσεως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ κενούμενος ἡμῶν ἄρα, ὡς ἔοικεν, ἐπιθυμεῖ τῶν ἐναντίων ἢ πάσχει· κενούμενος γὰρ ἐρᾷ πληροῦσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σαφέστατά γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ὁ τὸ πρῶτον κενούμενος ἔστιν ὁπόθεν εἴτʼ αἰσθήσει πληρώσεως ἐφάπτοιτʼ ἂν εἴτε μνήμῃ, τούτου ὃ μήτʼ ἐν τῷ νῦν χρόνῳ πάσχει μήτʼ ἐν τῷ πρόσθεν πώποτε ἔπαθεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πῶς;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="35b"/><label>ΣΩ.</label> ἀλλὰ μὴν ὅ γε ἐπιθυμῶν τινὸς ἐπιθυμεῖ, φαμέν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα ὅ γε πάσχει, τούτου ἐπιθυμεῖ. διψῇ γάρ, τοῦτο δὲ κένωσις· ὁ δʼ ἐπιθυμεῖ πληρώσεως.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πληρώσεώς γʼ ἄρα πῄ τι τῶν τοῦ διψῶντος ἂν ἐφάπτοιτο.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀναγκαῖον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ μὲν δὴ σῶμα ἀδύνατον· κενοῦται γάρ που.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν ψυχὴν ἄρα τῆς πληρώσεως ἐφάπτεσθαι λοιπόν, <milestone unit="section" resp="Stephanus" n="35c"/> τῇ μνήμῃ δῆλον ὅτι· τῷ γὰρ ἂν ἔτʼ ἄλλῳ ἐφάψαιτο;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σχεδὸν οὐδενί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μανθάνομεν οὖν ὃ συμβέβηχʼ ἡμῖν ἐκ τούτων τῶν λόγων;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σώματος ἐπιθυμίαν οὔ φησιν ἡμῖν οὗτος ὁ λόγος γίγνεσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι τοῖς ἐκείνου παθήμασιν ἐναντίαν ἀεὶ παντὸς ζῴου μηνύει τὴν ἐπιχείρησιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ δʼ ὁρμή γε ἐπὶ τοὐναντίον ἄγουσα ἢ τὰ παθήματα δηλοῖ που μνήμην οὖσαν τῶν τοῖς παθήμασιν ἐναντίων.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="35d"/><label>ΣΩ.</label> τὴν ἄρα ἐπάγουσαν ἐπὶ τὰ ἐπιθυμούμενα ἀποδείξας μνήμην ὁ λόγος ψυχῆς σύμπασαν τήν τε ὁρμὴν καὶ ἐπιθυμίαν καὶ τὴν ἀρχὴν τοῦ ζῴου παντὸς ἀπέφηνεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διψῆν ἄρα ἡμῶν τὸ σῶμα ἢ πεινῆν ἤ τι τῶν τοιούτων πάσχειν οὐδαμῇ ὁ λόγος αἱρεῖ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔτι δὴ καὶ τόδε περὶ ταὐτὰ ταῦτα κατανοήσωμεν. βίου γὰρ εἶδός τί μοι φαίνεται βούλεσθαι δηλοῦν ὁ λόγος ἡμῖν ἐν τούτοις αὐτοῖς.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="35e"/><label>ΠΡΩ.</label> ἐν τίσι καὶ ποίου πέρι βίου φράζεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν τῷ πληροῦσθαι καὶ κενοῦσθαι καὶ πᾶσιν ὅσα περὶ σωτηρίαν τέ ἐστι τῶν ζῴων καὶ τὴν φθοράν, καὶ εἴ τις τούτων ἐν ἑκατέρῳ γιγνόμενος ἡμῶν ἀλγεῖ, τοτὲ δὲ χαίρει κατὰ τὰς μεταβολάς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ ὅταν ἐν μέσῳ τούτων γίγνηται;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς ἐν μέσῳ;</said></p></div></div></body></text></TEI>