<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="32"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δίψος δʼ αὖ φθορὰ καὶ λύπη <del>καὶ λύσις</del>, ἡ δὲ τοῦ
            
            <milestone unit="page" resp="Stephanus" n="32"/><milestone unit="section" resp="Stephanus" n="32a"/> ὑγροῦ πάλιν τὸ ξηρανθὲν πληροῦσα δύναμις ἡδονή· διάκρισις δέ γʼ αὖ καὶ διάλυσις ἡ παρὰ φύσιν, τοῦ πνίγους πάθη, λύπη, κατὰ φύσιν δὲ πάλιν ἀπόδοσίς τε καὶ ψῦξις ἡδονή.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ῥίγους ἡ μὲν παρὰ φύσιν τοῦ ζῴου τῆς ὑγρότητος πῆξις λύπη· πάλιν δʼ εἰς ταὐτὸν ἀπιόντων καὶ διακρινομένων ἡ κατὰ φύσιν ὁδὸς ἡδονή. καὶ ἑνὶ λόγῳ σκόπει εἴ σοι μέτριος ὁ λόγος ὃς ἂν φῇ τὸ ἐκ τῆς ἀπείρου καὶ <milestone unit="section" resp="Stephanus" n="32b"/> πέρατος κατὰ φύσιν ἔμψυχον γεγονὸς εἶδος, ὅπερ ἔλεγον ἐν τῷ πρόσθεν, ὅταν μὲν τοῦτο φθείρηται, τὴν μὲν φθορὰν λύπην εἶναι, τὴν δʼ εἰς τὴν αὑτῶν οὐσίαν ὁδόν, ταύτην δὲ αὖ πάλιν τὴν ἀναχώρησιν πάντων ἡδονήν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔστω· δοκεῖ γάρ μοι τύπον γέ τινα ἔχειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο μὲν τοίνυν ἓν εἶδος τιθώμεθα λύπης τε καὶ ἡδονῆς ἐν τούτοις τοῖς πάθεσιν ἑκατέροις;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κείσθω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίθει τοίνυν αὐτῆς τῆς ψυχῆς κατὰ τὸ τούτων τῶν <milestone unit="section" resp="Stephanus" n="32c"/> παθημάτων προσδόκημα τὸ μὲν πρὸ τῶν ἡδέων ἐλπιζόμενον ἡδὺ καὶ θαρραλέον, τὸ δὲ πρὸ τῶν λυπηρῶν φοβερὸν καὶ ἀλγεινόν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔστι γὰρ οὖν τοῦθʼ ἡδονῆς καὶ λύπης ἕτερον εἶδος, τὸ χωρὶς τοῦ σώματος αὐτῆς τῆς ψυχῆς διὰ προσδοκίας γιγνόμενον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς ὑπέλαβες. ἐν γὰρ τούτοις οἶμαι, κατά γε τὴν ἐμὴν δόξαν, εἰλικρινέσιν τε ἑκατέροις γιγνομένοις, ὡς δοκεῖ, καὶ ἀμείκτοις λύπης τε καὶ ἡδονῆς, ἐμφανὲς ἔσεσθαι <milestone unit="section" resp="Stephanus" n="32d"/> τὸ περὶ τὴν ἡδονήν, πότερον ὅλον ἐστὶ τὸ γένος ἀσπαστόν, ἢ τοῦτο μὲν ἑτέρῳ τινὶ τῶν προειρημένων δοτέον ἡμῖν γενῶν, ἡδονῇ δὲ καὶ λύπῃ, καθάπερ θερμῷ καὶ ψυχρῷ καὶ πᾶσι τοῖς τοιούτοις, τοτὲ μὲν ἀσπαστέον αὐτά, τοτὲ δὲ οὐκ ἀσπαστέον, ὡς ἀγαθὰ μὲν οὐκ ὄντα, ἐνίοτε δὲ καὶ ἔνια δεχόμενα τὴν τῶν ἀγαθῶν ἔστιν ὅτε φύσιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα λέγεις, ὅτι ταύτῃ πῃ δεῖ διαπορηθῆναι τὸ νῦν μεταδιωκόμενον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρῶτον μὲν τοίνυν τόδε συνίδωμεν· <del>ὡς</del> εἴπερ <milestone unit="section" resp="Stephanus" n="32e"/> ὄντως ἔστι τὸ λεγόμενον, διαφθειρομένων μὲν αὐτῶν ἀλγηδών, ἀνασῳζομένων δὲ ἡδονή, τῶν μήτε διαφθειρομένων μήτε ἀνασῳζομένων ἐννοήσωμεν πέρι, τίνα ποτὲ ἕξιν δεῖ τότε ἐν ἑκάστοις εἶναι τοῖς ζῴοις, ὅταν οὕτως ἴσχῃ. σφόδρα δὲ προσέχων τὸν νοῦν εἰπέ· ἆρα οὐ πᾶσα ἀνάγκη πᾶν ἐν τῷ τότε χρόνῳ ζῷον μήτε τι λυπεῖσθαι μήτε ἥδεσθαι μήτε μέγα μήτε σμικρόν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀνάγκη μὲν οὖν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="33"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἔστι τις τρίτη ἡμῶν ἡ τοιαύτη διάθεσις
            
            <milestone unit="page" resp="Stephanus" n="33"/><milestone unit="section" resp="Stephanus" n="33a"/> παρά τε τὴν τοῦ χαίροντος καὶ παρὰ τὴν τοῦ λυπουμένου;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄγε δὴ τοίνυν, ταύτης προθυμοῦ μεμνῆσθαι. πρὸς γὰρ τὴν τῆς ἡδονῆς κρίσιν οὐ σμικρὸν μεμνῆσθαι ταύτην ἔσθʼ ἡμῖν ἢ μή. βραχὺ δέ τι περὶ αὐτῆς, εἰ βούλει, διαπεράνωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε ποῖον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><del>τῷ</del> τὸν τοῦ φρονεῖν <del>ἑλομένῳ</del> βίον οἶσθʼ ὡς τοῦτον τὸν τρόπον οὐδὲν ἀποκωλύει ζῆν.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="33b"/><label>ΠΡΩ.</label> τὸν τοῦ μὴ χαίρειν μηδὲ λυπεῖσθαι λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐρρήθη γάρ που τότε ἐν τῇ παραβολῇ τῶν βίων μηδὲν δεῖν μήτε μέγα μήτε σμικρὸν χαίρειν τῷ τὸν τοῦ νοεῖν καὶ φρονεῖν βίον ἑλομένῳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα οὕτως ἐρρήθη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὕτως ἂν ἐκείνῳ γε ὑπάρχοι· καὶ ἴσως οὐδὲν ἄτοπον εἰ πάντων τῶν βίων ἐστὶ θειότατος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὔκουν εἰκός γε οὔτε χαίρειν θεοὺς οὔτε τὸ ἐναντίον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάνυ μὲν οὖν οὐκ εἰκός· ἄσχημον γοῦν αὐτῶν ἑκάτερον γιγνόμενόν ἐστιν. ἀλλὰ δὴ τοῦτο μὲν ἔτι καὶ εἰς <milestone unit="section" resp="Stephanus" n="33c"/> αὖθις ἐπισκεψόμεθα, ἐὰν πρὸς λόγον τι ᾖ, καὶ τῷ νῷ πρὸς τὰ δευτερεῖα, ἐὰν μὴ πρὸς τὰ πρωτεῖα δυνώμεθα προσθεῖναι, προσθήσομεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν τό γε ἕτερον εἶδος τῶν ἡδονῶν, ὃ τῆς ψυχῆς αὐτῆς ἔφαμεν εἶναι, διὰ μνήμης πᾶν ἐστι γεγονός.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μνήμην, ὡς ἔοικεν, ὅτι ποτʼ ἔστιν πρότερον ἀναληπτέον, καὶ κινδυνεύει πάλιν ἔτι πρότερον αἴσθησιν μνήμης, εἰ μέλλει τὰ περὶ ταῦθʼ ἡμῖν κατὰ τρόπον φανερά πῃ γενήσεσθαι.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="33d"/><label>ΠΡΩ.</label> πῶς φῄς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θὲς τῶν περὶ τὸ σῶμα ἡμῶν ἑκάστοτε παθημάτων τὰ μὲν ἐν τῷ σώματι κατασβεννύμενα πρὶν ἐπὶ τὴν ψυχὴν διεξελθεῖν ἀπαθῆ ἐκείνην ἐάσαντα, τὰ δὲ διʼ ἀμφοῖν ἰόντα καί τινα ὥσπερ σεισμὸν ἐντιθέντα ἴδιόν τε καὶ κοινὸν ἑκατέρῳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κείσθω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ μὲν δὴ μὴ διʼ ἀμφοῖν ἰόντα ἐὰν τὴν ψυχὴν ἡμῶν φῶμεν λανθάνειν, τὰ δὲ διʼ ἀμφοῖν μὴ λανθάνειν, ἆρʼ ὀρθότατα ἐροῦμεν;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="33e"/><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ τοίνυν λεληθέναι μηδαμῶς ὑπολάβῃς ὡς λέγω λήθης ἐνταῦθά που γένεσιν· ἔστι γὰρ λήθη μνήμης ἔξοδος, ἡ δʼ ἐν τῷ λεγομένῳ νῦν οὔπω γέγονε. τοῦ δὴ μήτε ὄντος μήτε γεγονότος πω γίγνεσθαι φάναι τινὰ ἀποβολὴν ἄτοπον. ἦ γάρ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ τοίνυν ὀνόματα μετάβαλε μόνον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p></div></div></body></text></TEI>