<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="30"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="30"/><milestone unit="section" resp="Stephanus" n="30a"/><label>ΣΩ.</label> τί δέ; τόδε ἆρα ἄξιον; ἢ πῶς ἐρεῖς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε τὸ ποῖον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ παρʼ ἡμῖν σῶμα ἆρʼ οὐ ψυχὴν φήσομεν ἔχειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δῆλον ὅτι φήσομεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόθεν, ὦ φίλε Πρώταρχε, λαβόν, εἴπερ μὴ τό γε τοῦ παντὸς σῶμα ἔμψυχον ὂν ἐτύγχανε, ταὐτά γε ἔχον τούτῳ καὶ ἔτι πάντῃ καλλίονα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δῆλον ὡς οὐδαμόθεν ἄλλοθεν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γάρ που δοκοῦμέν γε, ὦ Πρώταρχε, τὰ τέτταρα ἐκεῖνα, πέρας καὶ ἄπειρον καὶ κοινὸν καὶ τὸ τῆς αἰτίας γένος <milestone unit="section" resp="Stephanus" n="30b"/> ἐν ἅπασι τέταρτον ἐνόν, τοῦτο ἐν μὲν τοῖς παρʼ ἡμῖν ψυχήν τε παρέχον καὶ σωμασκίαν ἐμποιοῦν καὶ πταίσαντος σώματος ἰατρικὴν καὶ ἐν ἄλλοις ἄλλα συντιθὲν καὶ ἀκούμενον πᾶσαν καὶ παντοίαν σοφίαν ἐπικαλεῖσθαι, τῶν δʼ αὐτῶν τούτων ὄντων ἐν ὅλῳ τε οὐρανῷ καὶ κατὰ μεγάλα μέρη, καὶ προσέτι καλῶν καὶ εἰλικρινῶν, ἐν τούτοις δʼ οὐκ ἄρα μεμηχανῆσθαι τὴν τῶν καλλίστων καὶ τιμιωτάτων φύσιν.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="30c"/><label>ΠΡΩ.</label> ἀλλʼ οὐδαμῶς τοῦτό γʼ ἂν λόγον ἔχοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ μὴ τοῦτο, μετʼ ἐκείνου τοῦ λόγου ἂν ἑπόμενοι βέλτιον λέγοιμεν ὡς ἔστιν, ἃ πολλάκις εἰρήκαμεν, ἄπειρόν τε ἐν τῷ παντὶ πολύ, καὶ πέρας ἱκανόν, καί τις ἐπʼ αὐτοῖς αἰτία οὐ φαύλη, κοσμοῦσά τε καὶ συντάττουσα ἐνιαυτούς τε καὶ ὥρας καὶ μῆνας, σοφία καὶ νοῦς λεγομένη δικαιότατʼ ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δικαιότατα δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σοφία μὴν καὶ νοῦς ἄνευ ψυχῆς οὐκ ἄν ποτε γενοίσθην.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="30d"/><label>ΣΩ.</label> οὐκοῦν ἐν μὲν τῇ τοῦ Διὸς ἐρεῖς φύσει βασιλικὴν μὲν ψυχήν, βασιλικὸν δὲ νοῦν ἐγγίγνεσθαι διὰ τὴν τῆς αἰτίας δύναμιν, ἐν δʼ ἄλλοις ἄλλα καλά, καθʼ ὅτι φίλον ἑκάστοις λέγεσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μάλα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτον δὴ τὸν λόγον ἡμᾶς μή τι μάτην δόξῃς, ὦ Πρώταρχε, εἰρηκέναι, ἀλλʼ ἔστι τοῖς μὲν πάλαι ἀποφηναμένοις ὡς ἀεὶ τοῦ παντὸς νοῦς ἄρχει σύμμαχος ἐκείνοις.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔστι γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῇ δέ γε ἐμῇ ζητήσει πεπορικὼς ἀπόκρισιν, ὅτι νοῦς <milestone unit="section" resp="Stephanus" n="30e"/> ἐστὶ γένους τῆς τοῦ πάντων αἰτίου λεχθέντος <del>τῶν τεττάρων, <del>ὧν</del> ἦν ἡμῖν ἓν τοῦτο</del>. ἔχεις γὰρ δήπου νῦν ἡμῶν ἤδη τὴν ἀπόκρισιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔχω καὶ μάλα ἱκανῶς· καίτοι με ἀποκρινάμενος ἔλαθες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀνάπαυλα γάρ, ὦ Πρώταρχε, τῆς σπουδῆς γίγνεται ἐνίοτε ἡ παιδιά.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καλῶς εἶπες.</said></p></div></div></body></text></TEI>