<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="30"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="30"/><milestone unit="section" resp="Stephanus" n="30a"/><label>ΣΩ.</label> τί δέ; τόδε ἆρα ἄξιον; ἢ πῶς ἐρεῖς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε τὸ ποῖον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ παρʼ ἡμῖν σῶμα ἆρʼ οὐ ψυχὴν φήσομεν ἔχειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δῆλον ὅτι φήσομεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόθεν, ὦ φίλε Πρώταρχε, λαβόν, εἴπερ μὴ τό γε τοῦ παντὸς σῶμα ἔμψυχον ὂν ἐτύγχανε, ταὐτά γε ἔχον τούτῳ καὶ ἔτι πάντῃ καλλίονα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δῆλον ὡς οὐδαμόθεν ἄλλοθεν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γάρ που δοκοῦμέν γε, ὦ Πρώταρχε, τὰ τέτταρα ἐκεῖνα, πέρας καὶ ἄπειρον καὶ κοινὸν καὶ τὸ τῆς αἰτίας γένος <milestone unit="section" resp="Stephanus" n="30b"/> ἐν ἅπασι τέταρτον ἐνόν, τοῦτο ἐν μὲν τοῖς παρʼ ἡμῖν ψυχήν τε παρέχον καὶ σωμασκίαν ἐμποιοῦν καὶ πταίσαντος σώματος ἰατρικὴν καὶ ἐν ἄλλοις ἄλλα συντιθὲν καὶ ἀκούμενον πᾶσαν καὶ παντοίαν σοφίαν ἐπικαλεῖσθαι, τῶν δʼ αὐτῶν τούτων ὄντων ἐν ὅλῳ τε οὐρανῷ καὶ κατὰ μεγάλα μέρη, καὶ προσέτι καλῶν καὶ εἰλικρινῶν, ἐν τούτοις δʼ οὐκ ἄρα μεμηχανῆσθαι τὴν τῶν καλλίστων καὶ τιμιωτάτων φύσιν.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="30c"/><label>ΠΡΩ.</label> ἀλλʼ οὐδαμῶς τοῦτό γʼ ἂν λόγον ἔχοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ μὴ τοῦτο, μετʼ ἐκείνου τοῦ λόγου ἂν ἑπόμενοι βέλτιον λέγοιμεν ὡς ἔστιν, ἃ πολλάκις εἰρήκαμεν, ἄπειρόν τε ἐν τῷ παντὶ πολύ, καὶ πέρας ἱκανόν, καί τις ἐπʼ αὐτοῖς αἰτία οὐ φαύλη, κοσμοῦσά τε καὶ συντάττουσα ἐνιαυτούς τε καὶ ὥρας καὶ μῆνας, σοφία καὶ νοῦς λεγομένη δικαιότατʼ ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δικαιότατα δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σοφία μὴν καὶ νοῦς ἄνευ ψυχῆς οὐκ ἄν ποτε γενοίσθην.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="30d"/><label>ΣΩ.</label> οὐκοῦν ἐν μὲν τῇ τοῦ Διὸς ἐρεῖς φύσει βασιλικὴν μὲν ψυχήν, βασιλικὸν δὲ νοῦν ἐγγίγνεσθαι διὰ τὴν τῆς αἰτίας δύναμιν, ἐν δʼ ἄλλοις ἄλλα καλά, καθʼ ὅτι φίλον ἑκάστοις λέγεσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μάλα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτον δὴ τὸν λόγον ἡμᾶς μή τι μάτην δόξῃς, ὦ Πρώταρχε, εἰρηκέναι, ἀλλʼ ἔστι τοῖς μὲν πάλαι ἀποφηναμένοις ὡς ἀεὶ τοῦ παντὸς νοῦς ἄρχει σύμμαχος ἐκείνοις.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔστι γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῇ δέ γε ἐμῇ ζητήσει πεπορικὼς ἀπόκρισιν, ὅτι νοῦς <milestone unit="section" resp="Stephanus" n="30e"/> ἐστὶ γένους τῆς τοῦ πάντων αἰτίου λεχθέντος <del>τῶν τεττάρων, <del>ὧν</del> ἦν ἡμῖν ἓν τοῦτο</del>. ἔχεις γὰρ δήπου νῦν ἡμῶν ἤδη τὴν ἀπόκρισιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔχω καὶ μάλα ἱκανῶς· καίτοι με ἀποκρινάμενος ἔλαθες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀνάπαυλα γάρ, ὦ Πρώταρχε, τῆς σπουδῆς γίγνεται ἐνίοτε ἡ παιδιά.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καλῶς εἶπες.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="31"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="31"/><milestone unit="section" resp="Stephanus" n="31a"/><label>ΣΩ.</label> νῦν δήπου, ὦ ἑταῖρε, οὗ μὲν γένους ἐστὶ καὶ τίνα ποτὲ δύναμιν κέκτηται, σχεδὸν ἐπιεικῶς ἡμῖν τὰ νῦν δεδήλωται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἡδονῆς γε ὡσαύτως πάλαι τὸ γένος ἐφάνη.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μεμνώμεθα δὴ καὶ ταῦτα περὶ ἀμφοῖν, ὅτι νοῦς μὲν αἰτίας ἦν συγγενὴς καὶ τούτου σχεδὸν τοῦ γένους, ἡδονὴ δὲ ἄπειρός τε αὐτὴ καὶ τοῦ μήτε ἀρχὴν μήτε μέσα μήτε τέλος ἐν αὑτῷ ἀφʼ ἑαυτοῦ ἔχοντος μηδὲ ἕξοντός ποτε γένους.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="31b"/><label>ΠΡΩ.</label> μεμνησόμεθα· πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δεῖ δὴ τὸ μετὰ τοῦτο, ἐν ᾧ τέ ἐστιν ἑκάτερον αὐτοῖν καὶ διὰ τί πάθος γίγνεσθον ὁπόταν γίγνησθον ἰδεῖν ἡμᾶς. πρῶτον τὴν ἡδονήν· ὥσπερ τὸ γένος αὐτῆς πρότερον ἐβασανίσαμεν, οὕτω καὶ ταῦτα πρότερα. λύπης δὲ αὖ χωρὶς τὴν ἡδονὴν οὐκ ἄν ποτε δυναίμεθα ἱκανῶς βασανίσαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀλλʼ εἰ ταύτῃ χρὴ πορεύεσθαι, ταύτῃ πορευώμεθα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν σοὶ καθάπερ ἐμοὶ φαίνεται τῆς γενέσεως αὐτῶν πέρι;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="31c"/><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν τῷ κοινῷ μοι γένει ἅμα φαίνεσθον λύπη τε καὶ ἡδονὴ γίγνεσθαι κατὰ φύσιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κοινὸν δέ γε, ὦ φίλε Σώκρατες, ὑπομίμνῃσκε ἡμᾶς τί ποτε τῶν προειρημένων βούλει δηλοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔσται ταῦτʼ εἰς δύναμιν, ὦ θαυμάσιε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καλῶς εἶπες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κοινὸν τοίνυν ὑπακούωμεν ὃ δὴ τῶν τεττάρων τρίτον ἐλέγομεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὃ μετὰ τὸ ἄπειρον καὶ πέρας ἔλεγες, ἐν ᾧ καὶ ὑγίειαν, οἶμαι δὲ καὶ ἁρμονίαν, ἐτίθεσο;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="31d"/><label>ΣΩ.</label> κάλλιστʼ εἶπες. τὸν νοῦν δὲ ὅτι μάλιστʼ ἤδη πρόσεχε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγω τοίνυν τῆς ἁρμονίας μὲν λυομένης ἡμῖν ἐν τοῖς ζῴοις ἅμα λύσιν τῆς φύσεως καὶ γένεσιν ἀλγηδόνων ἐν τῷ τότε γίγνεσθαι χρόνῳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ λέγεις εἰκός.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάλιν δὲ ἁρμοττομένης τε καὶ εἰς τὴν αὑτῆς φύσιν ἀπιούσης ἡδονὴν γίγνεσθαι λεκτέον, εἰ δεῖ διʼ ὀλίγων περὶ μεγίστων ὅτι τάχιστα ῥηθῆναι.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="31e"/><label>ΠΡΩ.</label> οἶμαι μέν σε ὀρθῶς λέγειν, ὦ Σώκρατες, ἐμφανέστερον δὲ ἔτι ταὐτὰ ταῦτα πειρώμεθα λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὰ δημόσιά που καὶ περιφανῆ ῥᾷστον συννοεῖν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποῖα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πείνη μέν που λύσις καὶ λύπη;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐδωδὴ δέ, πλήρωσις γιγνομένη πάλιν, ἡδονή;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p></div></div></body></text></TEI>