<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="28"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="28"/><milestone unit="section" resp="Stephanus" n="28a"/><label>ΣΩ.</label> οὐδέ γʼ ἄν, ὦ Φίληβε, λύπη πᾶν κακόν· ὥστʼ ἄλλο τι νῷν σκεπτέον ἢ τὴν τοῦ ἀπείρου φύσιν ὡς παρέχεταί τι μέρος ταῖς ἡδοναῖς ἀγαθοῦ. τούτω δή σοι τῶν ἀπεράντων γε γένους ἔστων· φρόνησιν δὲ καὶ ἐπιστήμην καὶ νοῦν εἰς τί ποτε τῶν προειρημένων, ὦ Πρώταρχέ τε καὶ Φίληβε, νῦν θέντες οὐκ ἂν ἀσεβοῖμεν; οὐ γάρ μοι δοκεῖ σμικρὸς ἡμῖν εἶναι ὁ κίνδυνος κατορθώσασι καὶ μὴ περὶ τὸ νῦν ἐρωτώμενον.</said></p><p><said who="#Φίληβος"><milestone unit="section" resp="Stephanus" n="28b"/><label>ΦΙ.</label> σεμνύνεις γάρ, ὦ Σώκρατες, τὸν σεαυτοῦ θεόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γὰρ σύ, ὦ ἑταῖρε, τὴν σαυτοῦ· τὸ δʼ ἐρωτώμενον ὅμως ἡμῖν λεκτέον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθῶς τοι λέγει Σωκράτης, ὦ Φίληβε, καὶ αὐτῷ πειστέον.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> οὐκοῦν ὑπὲρ ἐμοῦ σύ, Πρώταρχε, προῄρησαι λέγειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε· νῦν μέντοι σχεδὸν ἀπορῶ, καὶ δέομαί γε, ὦ Σώκρατες, αὐτόν σε ἡμῖν γενέσθαι προφήτην, ἵνα μηδὲν ἡμεῖς σοι περὶ τὸν ἀγωνιστὴν ἐξαμαρτάνοντες παρὰ μέλος φθεγξώμεθά τι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="28c"/><label>ΣΩ.</label> πειστέον, ὦ Πρώταρχε· οὐδὲ γὰρ χαλεπὸν οὐδὲν ἐπιτάττεις. ἀλλʼ ὄντως σε ἐγώ, καθάπερ εἶπε Φίληβος, σεμνύνων ἐν τῷ παίζειν ἐθορύβησα, νοῦν καὶ ἐπιστήμην ἐρόμενος ὁποίου γένους εἶεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> παντάπασί γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν ῥᾴδιον· πάντες γὰρ συμφωνοῦσιν οἱ σοφοί, ἑαυτοὺς ὄντως σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλεὺς ἡμῖν οὐρανοῦ τε καὶ γῆς. καὶ ἴσως εὖ λέγουσι. διὰ μακροτέρων δʼ, εἰ βούλει, τὴν σκέψιν αὐτοῦ τοῦ γένους ποιησώμεθα.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="28d"/><label>ΠΡΩ.</label> λέγʼ ὅπως βούλει, μηδὲν μῆκος ἡμῖν ὑπολογιζόμενος, ὦ Σώκρατες, ὡς οὐκ ἀπεχθησόμενος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς εἶπες. ἀρξώμεθα δέ πως ὧδε ἐπανερωτῶντες.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον, ὦ Πρώταρχε, τὰ σύμπαντα καὶ τόδε τὸ καλούμενον ὅλον ἐπιτροπεύειν φῶμεν τὴν τοῦ ἀλόγου καὶ εἰκῇ δύναμιν καὶ τὸ ὅπῃ ἔτυχεν, ἢ τἀναντία, καθάπερ οἱ πρόσθεν ἡμῶν ἔλεγον, νοῦν καὶ φρόνησίν τινα θαυμαστὴν συντάττουσαν διακυβερνᾶν;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="28e"/><label>ΠΡΩ.</label> οὐδὲν τῶν αὐτῶν, ὦ θαυμάσιε Σώκρατες· ὃ μὲν γὰρ σὺ νῦν λέγεις, οὐδὲ ὅσιον εἶναί μοι φαίνεται. τὸ δὲ νοῦν πάντα διακοσμεῖν αὐτὰ φάναι καὶ τῆς ὄψεως τοῦ κόσμου καὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων καὶ πάσης τῆς περιφορᾶς ἄξιον, καὶ οὐκ ἄλλως ἔγωγʼ ἄν ποτε περὶ αὐτῶν εἴποιμι οὐδʼ ἂν δοξάσαιμι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="29"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλει δῆτά τι καὶ ἡμεῖς τοῖς ἔμπροσθεν ὁμολογούμενον
            <milestone unit="page" resp="Stephanus" n="29"/><milestone unit="section" resp="Stephanus" n="29a"/> συμφήσωμεν ὡς ταῦθʼ οὕτως ἔχει, καὶ μὴ μόνον οἰώμεθα δεῖν τἀλλότρια ἄνευ κινδύνου λέγειν, ἀλλὰ καὶ συγκινδυνεύωμεν καὶ μετέχωμεν τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς φῇ ταῦτα μὴ οὕτως ἀλλʼ ἀτάκτως ἔχειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὐκ ἂν βουλοίμην;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δή, τὸν ἐπιόντα περὶ τούτων νῦν ἡμῖν λόγον ἄθρει.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ περὶ τὴν τῶν σωμάτων φύσιν ἁπάντων τῶν ζῴων, πῦρ καὶ ὕδωρ καὶ πνεῦμα καθορῶμέν που καὶ γῆν καθάπερ οἱ χειμαζόμενοι, φασίν, ἐνόντα ἐν τῇ συστάσει.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="29b"/><label>ΠΡΩ.</label> καὶ μάλα· χειμαζόμεθα γὰρ ὄντως ὑπʼ ἀπορίας ἐν τοῖς νῦν λόγοις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, περὶ ἑκάστου τῶν παρʼ ἡμῖν λαβὲ τὸ τοιόνδε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι μικρόν τε τούτων ἕκαστον παρʼ ἡμῖν ἔνεστι καὶ φαῦλον καὶ οὐδαμῇ οὐδαμῶς εἰλικρινὲς ὂν καὶ τὴν δύναμιν οὐκ ἀξίαν τῆς φύσεως ἔχον. ἐν ἑνὶ δὲ λαβὼν περὶ πάντων νόει ταὐτόν. οἷον πῦρ ἔστι μέν που παρʼ ἡμῖν, ἔστι δʼ ἐν τῷ παντί.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="29c"/><label>ΣΩ.</label> οὐκοῦν σμικρὸν μέν τι τὸ παρʼ ἡμῖν καὶ ἀσθενὲς καὶ φαῦλον, τὸ δʼ ἐν τῷ παντὶ πλήθει τε θαυμαστὸν καὶ κάλλει καὶ πάσῃ δυνάμει τῇ περὶ τὸ πῦρ οὔσῃ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλʼ ἀληθὲς ὃ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; τρέφεται καὶ γίγνεται ἐκ τούτου καὶ αὔξεται τὸ τοῦ παντὸς πῦρ ὑπὸ τοῦ παρʼ ἡμῖν πυρός, ἢ τοὐναντίον ὑπʼ ἐκείνου τό τʼ ἐμὸν καὶ τὸ σὸν καὶ τὸ τῶν ἄλλων ζῴων ἅπαντʼ ἴσχει ταῦτα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τοῦτο μὲν οὐδʼ ἀποκρίσεως ἄξιον ἐρωτᾷς.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="29d"/><label>ΣΩ.</label> ὀρθῶς· ταὐτὰ γὰρ ἐρεῖς οἶμαι περί τε τῆς ἐν τοῖς ζῴοις γῆς τῆς ἐνθάδε καὶ τῆς ἐν τῷ παντί, καὶ τῶν ἄλλων δὴ πάντων ὅσων ἠρώτησα ὀλίγον ἔμπροσθεν. οὕτως ἀποκρινῇ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τίς γὰρ ἀποκρινόμενος ἄλλως ὑγιαίνων ἄν ποτε φανείη;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σχεδὸν οὐδʼ ὁστισοῦν· ἀλλὰ τὸ μετὰ τοῦτο ἑξῆς ἕπου. πάντα γὰρ ἡμεῖς ταῦτα τὰ νυνδὴ λεχθέντα ἆρʼ οὐκ εἰς ἓν συγκείμενα ἰδόντες ἐπωνομάσαμεν σῶμα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="29e"/><label>ΣΩ.</label> ταὐτὸν δὴ λαβὲ καὶ περὶ τοῦδε ὃν κόσμον λέγομεν· <del>διὰ</del> τὸν αὐτὸν γὰρ τρόπον ἂν εἴη που σῶμα, σύνθετον ὂν ἐκ τῶν αὐτῶν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν ἐκ τούτου τοῦ σώματος ὅλως τὸ παρʼ ἡμῖν σῶμα ἢ ἐκ τοῦ παρʼ ἡμῖν τοῦτο τρέφεταί τε καὶ ὅσα νυνδὴ περὶ αὐτῶν εἴπομεν εἴληφέν τε καὶ ἔχει;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ τοῦθʼ ἕτερον, ὦ Σώκρατες, οὐκ ἄξιον ἐρωτήσεως.</said></p></div></div></body></text></TEI>