<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="26"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα οὐκ ἐν μὲν νόσοις ἡ τούτων ὀρθὴ κοινωνία τὴν ὑγιείας φύσιν ἐγέννησεν;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="26"/><milestone unit="section" resp="Stephanus" n="26a"/><label>ΠΡΩ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν δὲ ὀξεῖ καὶ βαρεῖ καὶ ταχεῖ καὶ βραδεῖ, ἀπείροις οὖσιν, ἆρʼ οὐ ταὐτὰ <del>ἐγγιγνόμενα</del> ταῦτα· ἅμα πέρας τε ἀπηργάσατο καὶ μουσικὴν σύμπασαν τελεώτατα συνεστήσατο;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κάλλιστά γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἔν γε χειμῶσιν καὶ πνίγεσιν ἐγγενομένη τὸ μὲν πολὺ λίαν καὶ ἄπειρον ἀφείλετο, τὸ δὲ ἔμμετρον καὶ ἅμα σύμμετρον ἀπηργάσατο.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="26b"/><label>ΣΩ.</label> οὐκοῦν ἐκ τούτων ὧραί τε καὶ ὅσα καλὰ πάντα ἡμῖν γέγονε, τῶν τε ἀπείρων καὶ τῶν πέρας ἐχόντων συμμειχθέντων;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἄλλα γε δὴ μυρία ἐπιλείπω λέγων, οἷον μεθʼ ὑγιείας κάλλος καὶ ἰσχύν, καὶ ἐν ψυχαῖς αὖ πάμπολλα ἕτερα καὶ πάγκαλα. ὕβριν γάρ που καὶ σύμπασαν πάντων πονηρίαν αὕτη κατιδοῦσα ἡ θεός, ὦ καλὲ Φίληβε, πέρας οὔτε ἡδονῶν οὐδὲν οὔτε πλησμονῶν ἐνὸν ἐν αὐτοῖς, νόμον καὶ τάξιν πέρας ἔχοντʼ ἔθετο· καὶ σὺ μὲν ἀποκναῖσαι φῂς <milestone unit="section" resp="Stephanus" n="26c"/> αὐτήν, ἐγὼ δὲ τοὐναντίον ἀποσῶσαι λέγω. σοὶ δέ, ὦ Πρώταρχε, πῶς φαίνεται;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα, ὦ Σώκρατες, ἔμοιγε κατὰ νοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὰ μὲν δὴ τρία ταῦτα εἴρηκα, εἰ συννοεῖς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀλλʼ οἶμαι κατανοεῖν· ἓν μὲν γάρ μοι δοκεῖς τὸ ἄπειρον λέγειν, ἓν δὲ καὶ δεύτερον τὸ πέρας ἐν τοῖς οὖσι· τρίτον δὲ οὐ σφόδρα κατέχω τί βούλει φράζειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ γὰρ πλῆθός σε, ὦ θαυμάσιε, ἐξέπληξε τῆς τοῦ τρίτου γενέσεως· καίτοι πολλά γε καὶ τὸ ἄπειρον παρέσχετο <milestone unit="section" resp="Stephanus" n="26d"/> γένη, ὅμως δʼ ἐπισφραγισθέντα τῷ τοῦ μᾶλλον καὶ ἐναντίου γένει ἓν ἐφάνη.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθῆ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν τό γε πέρας οὔτε πολλὰ εἶχεν, οὔτʼ ἐδυσκολαίνομεν ὡς οὐκ ἦν ἓν φύσει.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδαμῶς. ἀλλὰ τρίτον φάθι με λέγειν, ἓν τοῦτο τιθέντα τὸ τούτων ἔκγονον ἅπαν, γένεσιν εἰς οὐσίαν ἐκ τῶν μετὰ τοῦ πέρατος ἀπειργασμένων μέτρων.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔμαθον.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="26e"/><label>ΣΩ.</label> ἀλλὰ δὴ πρὸς τρισὶ τέταρτόν τι τότε ἔφαμεν εἶναι γένος σκεπτέον· κοινὴ δʼ ἡ σκέψις. ὅρα γὰρ εἴ σοι δοκεῖ ἀναγκαῖον εἶναι πάντα τὰ γιγνόμενα διά τινα αἰτίαν γίγνεσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔμοιγε· πῶς γὰρ ἂν χωρὶς τούτου γίγνοιτο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἡ τοῦ ποιοῦντος φύσις οὐδὲν πλὴν ὀνόματι τῆς αἰτίας διαφέρει, τὸ δὲ ποιοῦν καὶ τὸ αἴτιον ὀρθῶς ἂν εἴη λεγόμενον ἕν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθῶς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="27"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="27"/><milestone unit="section" resp="Stephanus" n="27a"/><label>ΣΩ.</label> καὶ μὴν τό γε ποιούμενον αὖ καὶ τὸ γιγνόμενον οὐδὲν πλὴν ὀνόματι, καθάπερ τὸ νυνδή, διαφέρον εὑρήσομεν. ἢ πῶς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἡγεῖται μὲν τὸ ποιοῦν ἀεὶ κατὰ φύσιν, τὸ δὲ ποιούμενον ἐπακολουθεῖ γιγνόμενον ἐκείνῳ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλο ἄρα καὶ οὐ ταὐτὸν αἰτία τʼ ἐστὶ καὶ τὸ δουλεῦον εἰς γένεσιν αἰτίᾳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὰ μὲν γιγνόμενα καὶ ἐξ ὧν γίγνεται πάντα τὰ τρία παρέσχετο ἡμῖν γένη;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="27b"/><label>ΣΩ.</label> τὸ δὲ δὴ πάντα ταῦτα δημιουργοῦν λέγομεν τέταρτον, τὴν αἰτίαν, ὡς ἱκανῶς ἕτερον ἐκείνων δεδηλωμένον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἕτερον γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς μὴν ἔχει, διωρισμένων τῶν τεττάρων, ἑνὸς ἑκάστου μνήμης ἕνεκα ἐφεξῆς αὐτὰ καταριθμήσασθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρῶτον μὲν τοίνυν ἄπειρον λέγω, δεύτερον δὲ πέρας, ἔπειτʼ ἐκ τούτων τρίτον μεικτὴν καὶ γεγενημένην οὐσίαν· τὴν δὲ τῆς μείξεως αἰτίαν καὶ γενέσεως τετάρτην <milestone unit="section" resp="Stephanus" n="27c"/> λέγων ἆρα μὴ πλημμελοίην ἄν τι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, τὸ μετὰ τοῦθʼ ἡμῖν τίς ὁ λόγος, καὶ τί ποτε βουληθέντες εἰς ταῦτα ἀφικόμεθα; ἆρʼ οὐ τόδε ἦν; δευτερεῖα ἐζητοῦμεν πότερον ἡδονῆς γίγνοιτʼ ἂν ἢ φρονήσεως. οὐχ οὕτως ἦν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτω μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἴσως νῦν, ἐπειδὴ ταῦτα οὕτω διειλόμεθα, κάλλιον ἂν καὶ τὴν κρίσιν ἐπιτελεσαίμεθα πρώτου πέρι καὶ δευτέρου, περὶ ὧν δὴ τὸ πρῶτον ἠμφεσβητήσαμεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἴσως.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="27d"/><label>ΣΩ.</label> ἴθι δή· νικῶντα μὲν ἔθεμέν που τὸν μεικτὸν βίον ἡδονῆς τε καὶ φρονήσεως. ἦν οὕτως;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοῦτον μὲν τὸν βίον ὁρῶμέν που τίς τέ ἐστι καὶ ὁποίου γένους;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μέρος γʼ αὐτὸν φήσομεν εἶναι τοῦ τρίτου οἶμαι γένους· οὐ γὰρ <del>ὁ</del> δυοῖν τινοῖν ἐστι <del>μικτὸς ἐκεῖνος</del> ἀλλὰ συμπάντων τῶν ἀπείρων ὑπὸ τοῦ πέρατος δεδεμένων, ὥστε ὀρθῶς ὁ νικηφόρος οὗτος βίος μέρος ἐκείνου γίγνοιτʼ ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="27e"/><label>ΣΩ.</label> εἶεν· τί δὲ ὁ σός, ὦ Φίληβε, ἡδὺς καὶ ἄμεικτος ὤν; ἐν τίνι γένει τῶν εἰρημένων λεγόμενος ὀρθῶς ἄν ποτε λέγοιτο; ὧδε δʼ ἀπόκριναί μοι πρὶν ἀποφήνασθαι.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> λέγε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡδονὴ καὶ λύπη πέρας ἔχετον, ἢ τῶν τὸ μᾶλλόν τε καὶ ἧττον δεχομένων ἐστόν;</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> ναί, τῶν τὸ μᾶλλον, ὦ Σώκρατες· οὐ γὰρ ἂν ἡδονὴ πᾶν ἀγαθὸν ἦν, εἰ μὴ ἄπειρον ἐτύγχανε πεφυκὸς καὶ πλήθει καὶ τῷ μᾶλλον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="28"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="28"/><milestone unit="section" resp="Stephanus" n="28a"/><label>ΣΩ.</label> οὐδέ γʼ ἄν, ὦ Φίληβε, λύπη πᾶν κακόν· ὥστʼ ἄλλο τι νῷν σκεπτέον ἢ τὴν τοῦ ἀπείρου φύσιν ὡς παρέχεταί τι μέρος ταῖς ἡδοναῖς ἀγαθοῦ. τούτω δή σοι τῶν ἀπεράντων γε γένους ἔστων· φρόνησιν δὲ καὶ ἐπιστήμην καὶ νοῦν εἰς τί ποτε τῶν προειρημένων, ὦ Πρώταρχέ τε καὶ Φίληβε, νῦν θέντες οὐκ ἂν ἀσεβοῖμεν; οὐ γάρ μοι δοκεῖ σμικρὸς ἡμῖν εἶναι ὁ κίνδυνος κατορθώσασι καὶ μὴ περὶ τὸ νῦν ἐρωτώμενον.</said></p><p><said who="#Φίληβος"><milestone unit="section" resp="Stephanus" n="28b"/><label>ΦΙ.</label> σεμνύνεις γάρ, ὦ Σώκρατες, τὸν σεαυτοῦ θεόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γὰρ σύ, ὦ ἑταῖρε, τὴν σαυτοῦ· τὸ δʼ ἐρωτώμενον ὅμως ἡμῖν λεκτέον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθῶς τοι λέγει Σωκράτης, ὦ Φίληβε, καὶ αὐτῷ πειστέον.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> οὐκοῦν ὑπὲρ ἐμοῦ σύ, Πρώταρχε, προῄρησαι λέγειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε· νῦν μέντοι σχεδὸν ἀπορῶ, καὶ δέομαί γε, ὦ Σώκρατες, αὐτόν σε ἡμῖν γενέσθαι προφήτην, ἵνα μηδὲν ἡμεῖς σοι περὶ τὸν ἀγωνιστὴν ἐξαμαρτάνοντες παρὰ μέλος φθεγξώμεθά τι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="28c"/><label>ΣΩ.</label> πειστέον, ὦ Πρώταρχε· οὐδὲ γὰρ χαλεπὸν οὐδὲν ἐπιτάττεις. ἀλλʼ ὄντως σε ἐγώ, καθάπερ εἶπε Φίληβος, σεμνύνων ἐν τῷ παίζειν ἐθορύβησα, νοῦν καὶ ἐπιστήμην ἐρόμενος ὁποίου γένους εἶεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> παντάπασί γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν ῥᾴδιον· πάντες γὰρ συμφωνοῦσιν οἱ σοφοί, ἑαυτοὺς ὄντως σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλεὺς ἡμῖν οὐρανοῦ τε καὶ γῆς. καὶ ἴσως εὖ λέγουσι. διὰ μακροτέρων δʼ, εἰ βούλει, τὴν σκέψιν αὐτοῦ τοῦ γένους ποιησώμεθα.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="28d"/><label>ΠΡΩ.</label> λέγʼ ὅπως βούλει, μηδὲν μῆκος ἡμῖν ὑπολογιζόμενος, ὦ Σώκρατες, ὡς οὐκ ἀπεχθησόμενος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς εἶπες. ἀρξώμεθα δέ πως ὧδε ἐπανερωτῶντες.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον, ὦ Πρώταρχε, τὰ σύμπαντα καὶ τόδε τὸ καλούμενον ὅλον ἐπιτροπεύειν φῶμεν τὴν τοῦ ἀλόγου καὶ εἰκῇ δύναμιν καὶ τὸ ὅπῃ ἔτυχεν, ἢ τἀναντία, καθάπερ οἱ πρόσθεν ἡμῶν ἔλεγον, νοῦν καὶ φρόνησίν τινα θαυμαστὴν συντάττουσαν διακυβερνᾶν;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="28e"/><label>ΠΡΩ.</label> οὐδὲν τῶν αὐτῶν, ὦ θαυμάσιε Σώκρατες· ὃ μὲν γὰρ σὺ νῦν λέγεις, οὐδὲ ὅσιον εἶναί μοι φαίνεται. τὸ δὲ νοῦν πάντα διακοσμεῖν αὐτὰ φάναι καὶ τῆς ὄψεως τοῦ κόσμου καὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων καὶ πάσης τῆς περιφορᾶς ἄξιον, καὶ οὐκ ἄλλως ἔγωγʼ ἄν ποτε περὶ αὐτῶν εἴποιμι οὐδʼ ἂν δοξάσαιμι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="29"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλει δῆτά τι καὶ ἡμεῖς τοῖς ἔμπροσθεν ὁμολογούμενον
            <milestone unit="page" resp="Stephanus" n="29"/><milestone unit="section" resp="Stephanus" n="29a"/> συμφήσωμεν ὡς ταῦθʼ οὕτως ἔχει, καὶ μὴ μόνον οἰώμεθα δεῖν τἀλλότρια ἄνευ κινδύνου λέγειν, ἀλλὰ καὶ συγκινδυνεύωμεν καὶ μετέχωμεν τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς φῇ ταῦτα μὴ οὕτως ἀλλʼ ἀτάκτως ἔχειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὐκ ἂν βουλοίμην;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δή, τὸν ἐπιόντα περὶ τούτων νῦν ἡμῖν λόγον ἄθρει.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ περὶ τὴν τῶν σωμάτων φύσιν ἁπάντων τῶν ζῴων, πῦρ καὶ ὕδωρ καὶ πνεῦμα καθορῶμέν που καὶ γῆν καθάπερ οἱ χειμαζόμενοι, φασίν, ἐνόντα ἐν τῇ συστάσει.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="29b"/><label>ΠΡΩ.</label> καὶ μάλα· χειμαζόμεθα γὰρ ὄντως ὑπʼ ἀπορίας ἐν τοῖς νῦν λόγοις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, περὶ ἑκάστου τῶν παρʼ ἡμῖν λαβὲ τὸ τοιόνδε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι μικρόν τε τούτων ἕκαστον παρʼ ἡμῖν ἔνεστι καὶ φαῦλον καὶ οὐδαμῇ οὐδαμῶς εἰλικρινὲς ὂν καὶ τὴν δύναμιν οὐκ ἀξίαν τῆς φύσεως ἔχον. ἐν ἑνὶ δὲ λαβὼν περὶ πάντων νόει ταὐτόν. οἷον πῦρ ἔστι μέν που παρʼ ἡμῖν, ἔστι δʼ ἐν τῷ παντί.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="29c"/><label>ΣΩ.</label> οὐκοῦν σμικρὸν μέν τι τὸ παρʼ ἡμῖν καὶ ἀσθενὲς καὶ φαῦλον, τὸ δʼ ἐν τῷ παντὶ πλήθει τε θαυμαστὸν καὶ κάλλει καὶ πάσῃ δυνάμει τῇ περὶ τὸ πῦρ οὔσῃ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλʼ ἀληθὲς ὃ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; τρέφεται καὶ γίγνεται ἐκ τούτου καὶ αὔξεται τὸ τοῦ παντὸς πῦρ ὑπὸ τοῦ παρʼ ἡμῖν πυρός, ἢ τοὐναντίον ὑπʼ ἐκείνου τό τʼ ἐμὸν καὶ τὸ σὸν καὶ τὸ τῶν ἄλλων ζῴων ἅπαντʼ ἴσχει ταῦτα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τοῦτο μὲν οὐδʼ ἀποκρίσεως ἄξιον ἐρωτᾷς.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="29d"/><label>ΣΩ.</label> ὀρθῶς· ταὐτὰ γὰρ ἐρεῖς οἶμαι περί τε τῆς ἐν τοῖς ζῴοις γῆς τῆς ἐνθάδε καὶ τῆς ἐν τῷ παντί, καὶ τῶν ἄλλων δὴ πάντων ὅσων ἠρώτησα ὀλίγον ἔμπροσθεν. οὕτως ἀποκρινῇ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τίς γὰρ ἀποκρινόμενος ἄλλως ὑγιαίνων ἄν ποτε φανείη;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σχεδὸν οὐδʼ ὁστισοῦν· ἀλλὰ τὸ μετὰ τοῦτο ἑξῆς ἕπου. πάντα γὰρ ἡμεῖς ταῦτα τὰ νυνδὴ λεχθέντα ἆρʼ οὐκ εἰς ἓν συγκείμενα ἰδόντες ἐπωνομάσαμεν σῶμα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="29e"/><label>ΣΩ.</label> ταὐτὸν δὴ λαβὲ καὶ περὶ τοῦδε ὃν κόσμον λέγομεν· <del>διὰ</del> τὸν αὐτὸν γὰρ τρόπον ἂν εἴη που σῶμα, σύνθετον ὂν ἐκ τῶν αὐτῶν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν ἐκ τούτου τοῦ σώματος ὅλως τὸ παρʼ ἡμῖν σῶμα ἢ ἐκ τοῦ παρʼ ἡμῖν τοῦτο τρέφεταί τε καὶ ὅσα νυνδὴ περὶ αὐτῶν εἴπομεν εἴληφέν τε καὶ ἔχει;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ τοῦθʼ ἕτερον, ὦ Σώκρατες, οὐκ ἄξιον ἐρωτήσεως.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="30"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="30"/><milestone unit="section" resp="Stephanus" n="30a"/><label>ΣΩ.</label> τί δέ; τόδε ἆρα ἄξιον; ἢ πῶς ἐρεῖς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε τὸ ποῖον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ παρʼ ἡμῖν σῶμα ἆρʼ οὐ ψυχὴν φήσομεν ἔχειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δῆλον ὅτι φήσομεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόθεν, ὦ φίλε Πρώταρχε, λαβόν, εἴπερ μὴ τό γε τοῦ παντὸς σῶμα ἔμψυχον ὂν ἐτύγχανε, ταὐτά γε ἔχον τούτῳ καὶ ἔτι πάντῃ καλλίονα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δῆλον ὡς οὐδαμόθεν ἄλλοθεν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γάρ που δοκοῦμέν γε, ὦ Πρώταρχε, τὰ τέτταρα ἐκεῖνα, πέρας καὶ ἄπειρον καὶ κοινὸν καὶ τὸ τῆς αἰτίας γένος <milestone unit="section" resp="Stephanus" n="30b"/> ἐν ἅπασι τέταρτον ἐνόν, τοῦτο ἐν μὲν τοῖς παρʼ ἡμῖν ψυχήν τε παρέχον καὶ σωμασκίαν ἐμποιοῦν καὶ πταίσαντος σώματος ἰατρικὴν καὶ ἐν ἄλλοις ἄλλα συντιθὲν καὶ ἀκούμενον πᾶσαν καὶ παντοίαν σοφίαν ἐπικαλεῖσθαι, τῶν δʼ αὐτῶν τούτων ὄντων ἐν ὅλῳ τε οὐρανῷ καὶ κατὰ μεγάλα μέρη, καὶ προσέτι καλῶν καὶ εἰλικρινῶν, ἐν τούτοις δʼ οὐκ ἄρα μεμηχανῆσθαι τὴν τῶν καλλίστων καὶ τιμιωτάτων φύσιν.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="30c"/><label>ΠΡΩ.</label> ἀλλʼ οὐδαμῶς τοῦτό γʼ ἂν λόγον ἔχοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ μὴ τοῦτο, μετʼ ἐκείνου τοῦ λόγου ἂν ἑπόμενοι βέλτιον λέγοιμεν ὡς ἔστιν, ἃ πολλάκις εἰρήκαμεν, ἄπειρόν τε ἐν τῷ παντὶ πολύ, καὶ πέρας ἱκανόν, καί τις ἐπʼ αὐτοῖς αἰτία οὐ φαύλη, κοσμοῦσά τε καὶ συντάττουσα ἐνιαυτούς τε καὶ ὥρας καὶ μῆνας, σοφία καὶ νοῦς λεγομένη δικαιότατʼ ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δικαιότατα δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σοφία μὴν καὶ νοῦς ἄνευ ψυχῆς οὐκ ἄν ποτε γενοίσθην.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="30d"/><label>ΣΩ.</label> οὐκοῦν ἐν μὲν τῇ τοῦ Διὸς ἐρεῖς φύσει βασιλικὴν μὲν ψυχήν, βασιλικὸν δὲ νοῦν ἐγγίγνεσθαι διὰ τὴν τῆς αἰτίας δύναμιν, ἐν δʼ ἄλλοις ἄλλα καλά, καθʼ ὅτι φίλον ἑκάστοις λέγεσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μάλα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτον δὴ τὸν λόγον ἡμᾶς μή τι μάτην δόξῃς, ὦ Πρώταρχε, εἰρηκέναι, ἀλλʼ ἔστι τοῖς μὲν πάλαι ἀποφηναμένοις ὡς ἀεὶ τοῦ παντὸς νοῦς ἄρχει σύμμαχος ἐκείνοις.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔστι γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῇ δέ γε ἐμῇ ζητήσει πεπορικὼς ἀπόκρισιν, ὅτι νοῦς <milestone unit="section" resp="Stephanus" n="30e"/> ἐστὶ γένους τῆς τοῦ πάντων αἰτίου λεχθέντος <del>τῶν τεττάρων, <del>ὧν</del> ἦν ἡμῖν ἓν τοῦτο</del>. ἔχεις γὰρ δήπου νῦν ἡμῶν ἤδη τὴν ἀπόκρισιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔχω καὶ μάλα ἱκανῶς· καίτοι με ἀποκρινάμενος ἔλαθες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀνάπαυλα γάρ, ὦ Πρώταρχε, τῆς σπουδῆς γίγνεται ἐνίοτε ἡ παιδιά.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καλῶς εἶπες.</said></p></div></div></body></text></TEI>