<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="25"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁπόσʼ ἂν ἡμῖν φαίνηται μᾶλλόν τε καὶ ἧττον γιγνόμενα καὶ τὸ σφόδρα καὶ ἠρέμα δεχόμενα καὶ τὸ λίαν καὶ ὅσα
   <milestone unit="page" resp="Stephanus" n="25"/><milestone unit="section" resp="Stephanus" n="25a"/> τοιαῦτα πάντα, εἰς τὸ τοῦ ἀπείρου γένος ὡς εἰς ἓν δεῖ πάντα ταῦτα τιθέναι, κατὰ τὸν ἔμπροσθεν λόγον ὃν ἔφαμεν ὅσα διέσπασται καὶ διέσχισται συναγαγόντας χρῆναι κατὰ δύναμιν μίαν ἐπισημαίνεσθαί τινα φύσιν, εἰ μέμνησαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μέμνημαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὰ μὴ δεχόμενα ταῦτα, τούτων δὲ τὰ ἐναντία πάντα δεχόμενα, πρῶτον μὲν τὸ ἴσον καὶ ἰσότητα, μετὰ δὲ τὸ ἴσον τὸ διπλάσιον καὶ πᾶν ὅτιπερ ἂν πρὸς ἀριθμὸν ἀριθμὸς <milestone unit="section" resp="Stephanus" n="25b"/> ἢ μέτρον ᾖ πρὸς μέτρον, ταῦτα σύμπαντα εἰς τὸ πέρας ἀπολογιζόμενοι καλῶς ἂν δοκοῖμεν δρᾶν τοῦτο. ἢ πῶς σὺ φῄς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κάλλιστά γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν· τὸ δὲ τρίτον τὸ μεικτὸν ἐκ τούτοιν ἀμφοῖν τίνα ἰδέαν φήσομεν ἔχειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σὺ καὶ ἐμοὶ φράσεις, ὡς οἶμαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θεὸς μὲν οὖν, ἄνπερ γε ἐμαῖς εὐχαῖς ἐπήκοος γίγνηταί τις θεῶν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εὔχου δὴ καὶ σκόπει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκοπῶ· καί μοι δοκεῖ τις, ὦ Πρώταρχε, αὐτῶν φίλος ἡμῖν νυνδὴ γεγονέναι.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="25c"/><label>ΠΡΩ.</label> πῶς λέγεις τοῦτο καὶ τίνι τεκμηρίῳ χρῇ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φράσω δῆλον ὅτι· σὺ δέ μοι συνακολούθησον τῷ λόγῳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θερμότερον ἐφθεγγόμεθα νυνδή πού τι καὶ ψυχρότερον. ἦ γάρ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρόσθες δὴ ξηρότερον καὶ ὑγρότερον αὐτοῖς καὶ πλέον καὶ ἔλαττον καὶ θᾶττον καὶ βραδύτερον καὶ μεῖζον καὶ σμικρότερον καὶ ὁπόσα ἐν τῷ πρόσθεν τῆς τὸ μᾶλλόν τε καὶ ἧττον δεχομένης ἐτίθεμεν εἰς ἓν φύσεως.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="25d"/><label>ΠΡΩ.</label> τῆς τοῦ ἀπείρου λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ναί. συμμείγνυ δέ γε εἰς αὐτὴν τὸ μετὰ ταῦτα τὴν αὖ τοῦ πέρατος γένναν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίαν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἣν καὶ νυνδή, δέον ἡμᾶς καθάπερ τὴν τοῦ ἀπείρου συνηγάγομεν εἰς ἕν, οὕτω καὶ τὴν τοῦ περατοειδοῦς συναγαγεῖν, οὐ συνηγάγομεν. ἀλλʼ ἴσως καὶ νῦν ταὐτὸν δράσει, <add>εἰ</add> τούτων ἀμφοτέρων συναγομένων καταφανὴς κἀκείνη γενήσεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίαν καὶ πῶς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν τοῦ ἴσου καὶ διπλασίου, καὶ ὁπόση παύει πρὸς <milestone unit="section" resp="Stephanus" n="25e"/> ἄλληλα τἀναντία διαφόρως ἔχοντα, σύμμετρα δὲ καὶ σύμφωνα ἐνθεῖσα ἀριθμὸν ἀπεργάζεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μανθάνω· φαίνῃ γάρ μοι λέγειν μειγνὺς ταῦτα γενέσεις τινὰς ἐφʼ ἑκάστων αὐτῶν συμβαίνειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς γὰρ φαίνομαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε τοίνυν.</said></p></div></div></body></text></TEI>