<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="22"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="22"/><milestone unit="section" resp="Stephanus" n="22a"/><label>ΣΩ.</label> τί δʼ ὁ συναμφότερος, ὦ Πρώταρχε, ἐξ ἀμφοῖν συμμειχθεὶς κοινὸς γενόμενος;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἡδονῆς λέγεις καὶ νοῦ καὶ φρονήσεως;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὕτω καὶ τῶν τοιούτων <del>λέγω</del> ἔγωγε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πᾶς δήπου τοῦτόν γε αἱρήσεται πρότερον ἢ ʼκείνων ὁποτερονοῦν, καὶ πρὸς τούτοις <del>γε</del> οὐχ ὁ μέν, ὁ δʼ οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μανθάνομεν οὖν ὅτι νῦν ἡμῖν ἐστι τὸ συμβαῖνον ἐν τοῖς παροῦσι λόγοις;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν, ὅτι γε τρεῖς μὲν βίοι προυτέθησαν, <milestone unit="section" resp="Stephanus" n="22b"/> τοῖν δυοῖν δʼ οὐδέτερος ἱκανὸς οὐδὲ αἱρετὸς οὔτε ἀνθρώπων οὔτε ζῴων οὐδενί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μῶν οὖν οὐκ ἤδη τούτων γε πέρι δῆλον ὡς οὐδέτερος αὐτοῖν εἶχε τἀγαθόν; ἦν γὰρ ἂν ἱκανὸς καὶ τέλεος καὶ πᾶσι φυτοῖς καὶ ζῴοις αἱρετός, οἷσπερ δυνατὸν ἦν οὕτως ἀεὶ διὰ βίου ζῆν· εἰ δέ τις ἄλλα ᾑρεῖθʼ ἡμῶν, παρὰ φύσιν ἂν τὴν τοῦ ἀληθῶς αἱρετοῦ ἐλάμβανεν ἄκων ἐξ ἀγνοίας ἤ τινος ἀνάγκης οὐκ εὐδαίμονος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔοικε γοῦν ταῦθʼ οὕτως ἔχειν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="22c"/><label>ΣΩ.</label> ὡς μὲν τοίνυν τήν γε Φιλήβου θεὸν οὐ δεῖ διανοεῖσθαι ταὐτὸν καὶ τἀγαθόν, ἱκανῶς εἰρῆσθαί μοι δοκεῖ.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> οὐδὲ γὰρ ὁ σὸς νοῦς, ὦ Σώκρατες, ἔστι τἀγαθόν, ἀλλʼ ἕξει που ταὐτὰ ἐγκλήματα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τάχʼ ἄν, ὦ Φίληβε, ὅ γʼ ἐμός· οὐ μέντοι τόν γε ἀληθινὸν ἅμα καὶ θεῖον οἶμαι νοῦν, ἀλλʼ ἄλλως πως ἔχειν. τῶν μὲν οὖν νικητηρίων πρὸς τὸν κοινὸν βίον οὐκ ἀμφισβητῶ πω ὑπὲρ νοῦ, τῶν δὲ δὴ δευτερείων ὁρᾶν καὶ σκοπεῖν χρὴ πέρι <milestone unit="section" resp="Stephanus" n="22d"/> τί δράσομεν· τάχα γὰρ ἂν τοῦ κοινοῦ τούτου βίου αἰτιῴμεθʼ ἂν ἑκάτερος ὁ μὲν τὸν νοῦν αἴτιον, ὁ δʼ ἡδονὴν εἶναι, καὶ οὕτω τὸ μὲν ἀγαθὸν τούτων ἀμφοτέρων οὐδέτερον ἂν εἴη, τάχα δʼ ἂν αἴτιόν τις ὑπολάβοι πότερον αὐτῶν εἶναι. τούτου δὴ πέρι καὶ μᾶλλον ἔτι πρὸς Φίληβον διαμαχοίμην ἂν ὡς ἐν τῷ μεικτῷ τούτῳ βίῳ, ὅτι ποτʼ ἔστι τοῦτο ὃ λαβὼν ὁ βίος οὗτος γέγονεν αἱρετὸς ἅμα καὶ ἀγαθός, οὐχ ἡδονὴ ἀλλὰ νοῦς τούτῳ συγγενέστερον καὶ ὁμοιότερόν ἐστι, καὶ κατὰ τοῦτον <milestone unit="section" resp="Stephanus" n="22e"/> τὸν λόγον οὔτʼ ἂν τῶν πρωτείων οὐδʼ αὖ τῶν δευτερείων ἡδονῇ μετὸν ἀληθῶς ἄν ποτε λέγοιτο· πορρωτέρω δʼ ἐστὶ τῶν τριτείων, εἴ τι τῷ ἐμῷ νῷ δεῖ πιστεύειν ἡμᾶς τὰ νῦν.</said></p></div></div></body></text></TEI>