<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="20"><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="20"/><milestone unit="section" resp="Stephanus" n="20a"/><label>ΠΡΩ.</label> εἰς ἀπορίαν ἐμβάλλων καὶ ἀνερωτῶν ὧν μὴ δυναίμεθʼ ἂν ἱκανὴν ἀπόκρισιν ἐν τῷ παρόντι διδόναι σοι. μὴ γὰρ οἰώμεθα τέλος ἡμῖν εἶναι τῶν νῦν τὴν πάντων ἡμῶν ἀπορίαν, ἀλλʼ εἰ δρᾶν τοῦθʼ ἡμεῖς ἀδυνατοῦμεν, σοὶ δραστέον· ὑπέσχου γάρ. βουλεύου δὴ πρὸς ταῦτα αὐτὸς πότερον ἡδονῆς εἴδη σοι καὶ ἐπιστήμης διαιρετέον ἢ καὶ ἐατέον, εἴ πῃ καθʼ ἕτερόν τινα τρόπον οἷός τʼ εἶ καὶ βούλει δηλῶσαί πως ἄλλως τὰ νῦν ἀμφισβητούμενα παρʼ ἡμῖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="20b"/><label>ΣΩ.</label> δεινὸν μὲν τοίνυν ἔτι προσδοκᾶν οὐδὲν δεῖ τὸν ἐμέ, ἐπειδὴ τοῦθʼ οὕτως εἶπες· τὸ γὰρ εἰ βούλει ῥηθὲν λύει πάντα φόβον ἑκάστων πέρι. πρὸς δὲ αὖ τοῖς μνήμην τινὰ δοκεῖ τίς μοι δεδωκέναι θεῶν ἡμῖν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δὴ καὶ τίνων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λόγων ποτέ τινων πάλαι ἀκούσας ὄναρ ἢ καὶ ἐγρηγορὼς νῦν ἐννοῶ περί τε ἡδονῆς καὶ φρονήσεως, ὡς οὐδέτερον αὐτοῖν ἐστι τἀγαθόν, ἀλλὰ ἄλλο τι τρίτον, ἕτερον μὲν τούτων, ἄμεινον δὲ ἀμφοῖν. καίτοι τοῦτό γε ἂν ἐναργῶς <milestone unit="section" resp="Stephanus" n="20c"/> ἡμῖν φανῇ νῦν, ἀπήλλακται μὲν ἡδονὴ τοῦ νικᾶν· τὸ γὰρ ἀγαθὸν οὐκ ἂν ἔτι ταὐτὸν αὐτῇ γίγνοιτο. ἢ πῶς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῶν δέ γε εἰς τὴν διαίρεσιν εἰδῶν ἡδονῆς οὐδὲν ἔτι προσδεησόμεθα κατʼ ἐμὴν δόξαν. προϊὸν δʼ ἔτι σαφέστερον δείξει.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κάλλιστʼ εἰπὼν οὕτω καὶ διαπέραινε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μίκρʼ ἄττα τοίνυν ἔμπροσθεν ἔτι διομολογησώμεθα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὰ ποῖα;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="20d"/><label>ΣΩ.</label> τὴν τἀγαθοῦ μοῖραν πότερον ἀνάγκη τέλεον ἢ μὴ τέλεον εἶναι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάντων δήπου τελεώτατον, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ἱκανὸν τἀγαθόν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ; καὶ πάντων γε εἰς τοῦτο διαφέρειν τῶν ὄντων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τόδε γε μήν, ὡς οἶμαι, περὶ αὐτοῦ ἀναγκαιότατον εἶναι λέγειν, ὡς πᾶν τὸ γιγνῶσκον αὐτὸ θηρεύει καὶ ἐφίεται βουλόμενον ἑλεῖν καὶ περὶ αὑτὸ κτήσασθαι, καὶ τῶν ἄλλων οὐδὲν φροντίζει πλὴν τῶν ἀποτελουμένων ἅμα ἀγαθοῖς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐκ ἔστι τούτοις ἀντειπεῖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="20e"/><label>ΣΩ.</label> σκοπῶμεν δὴ καὶ κρίνωμεν τόν τε ἡδονῆς καὶ τὸν φρονήσεως βίον ἰδόντες χωρίς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς εἶπες;</said></p></div></div></body></text></TEI>