<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="18"><p><said who="#Φίληβος"><milestone unit="page" resp="Stephanus" n="18"/><milestone unit="section" resp="Stephanus" n="18a"/><label>ΦΙ.</label> κἀμοὶ ταῦτά γε αὐτά· ἀλλὰ τί δή ποτε πρὸς ἡμᾶς ὁ λόγος οὗτος νῦν εἴρηται καὶ τί ποτε βουλόμενος;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς μέντοι τοῦθʼ ἡμᾶς, ὦ Πρώταρχε, ἠρώτηκε Φίληβος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν, καὶ ἀποκρίνου γε αὐτῷ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δράσω ταῦτα διελθὼν σμικρὸν ἔτι περὶ αὐτῶν τούτων. ὥσπερ γὰρ ἓν ὁτιοῦν εἴ τίς ποτε λάβοι, τοῦτον, ὥς φαμεν, οὐκ ἐπʼ ἀπείρου φύσιν δεῖ βλέπειν εὐθὺς ἀλλʼ ἐπί τινα ἀριθμόν, οὕτω καὶ τὸ ἐναντίον ὅταν τις τὸ ἄπειρον <milestone unit="section" resp="Stephanus" n="18b"/> ἀναγκασθῇ πρῶτον λαμβάνειν, μὴ ἐπὶ τὸ ἓν εὐθύς, ἀλλʼ <del>ἐπʼ</del> ἀριθμὸν αὖ τινα πλῆθος ἕκαστον ἔχοντά τι κατανοεῖν, τελευτᾶν τε ἐκ πάντων εἰς ἕν. πάλιν δὲ ἐν τοῖς γράμμασι τὸ νῦν λεγόμενον λάβωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ φωνὴν ἄπειρον κατενόησεν εἴτε τις θεὸς εἴτε καὶ θεῖος ἄνθρωπος—ὡς λόγος ἐν Αἰγύπτῳ Θεῦθ τινα τοῦτον γενέσθαι λέγων, ὃς πρῶτος τὰ φωνήεντα ἐν τῷ ἀπείρῳ κατενόησεν οὐχ ἓν ὄντα ἀλλὰ πλείω, καὶ πάλιν <milestone unit="section" resp="Stephanus" n="18c"/> ἕτερα φωνῆς μὲν οὔ, φθόγγου δὲ μετέχοντά τινος, ἀριθμὸν δέ τινα καὶ τούτων εἶναι, τρίτον δὲ εἶδος γραμμάτων διεστήσατο τὰ νῦν λεγόμενα ἄφωνα ἡμῖν· τὸ μετὰ τοῦτο διῄρει τά τε ἄφθογγα καὶ ἄφωνα μέχρι ἑνὸς ἑκάστου, καὶ τὰ φωνήεντα καὶ τὰ μέσα κατὰ τὸν αὐτὸν τρόπον, ἕως ἀριθμὸν αὐτῶν λαβὼν ἑνί τε ἑκάστῳ καὶ σύμπασι <term>στοιχεῖον</term> ἐπωνόμασε· καθορῶν δὲ ὡς οὐδεὶς ἡμῶν οὐδʼ ἂν ἓν αὐτὸ καθʼ αὑτὸ ἄνευ πάντων αὐτῶν μάθοι, τοῦτον τὸν δεσμὸν αὖ λογισάμενος ὡς <milestone unit="section" resp="Stephanus" n="18d"/> ὄντα ἕνα καὶ πάντα ταῦτα ἕν πως ποιοῦντα μίαν ἐπʼ αὐτοῖς ὡς οὖσαν γραμματικὴν τέχνην ἐπεφθέγξατο προσειπών.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> ταῦτʼ ἔτι σαφέστερον ἐκείνων αὐτά γε πρὸς ἄλληλα, ὦ Πρώταρχε, ἔμαθον· τὸ δʼ αὐτό μοι τοῦ λόγου νῦν τε καὶ σμικρὸν ἔμπροσθεν ἐλλείπεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μῶν, ὦ Φίληβε, τὸ τί πρὸς ἔπος αὖ ταῦτʼ ἐστίν;</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> ναί, τοῦτʼ ἔστιν ὃ πάλαι ζητοῦμεν ἐγώ τε καὶΠρώταρχος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ μὴν ἐπʼ αὐτῷ γε ἤδη γεγονότες ζητεῖτε, ὡς φῄς, <milestone unit="section" resp="Stephanus" n="18e"/> πάλαι.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὐ περὶ φρονήσεως ἦν καὶ ἡδονῆς ἡμῖν ἐξ ἀρχῆς ὁ λόγος, ὁπότερον αὐτοῖν αἱρετέον;</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἕν γε ἑκάτερον αὐτοῖν εἶναί φαμεν.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> πάνυ μὲν οὖν.</said></p></div></div></body></text></TEI>