<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="18"><p><said who="#Φίληβος"><milestone unit="page" resp="Stephanus" n="18"/><milestone unit="section" resp="Stephanus" n="18a"/><label>ΦΙ.</label> κἀμοὶ ταῦτά γε αὐτά· ἀλλὰ τί δή ποτε πρὸς ἡμᾶς ὁ λόγος οὗτος νῦν εἴρηται καὶ τί ποτε βουλόμενος;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς μέντοι τοῦθʼ ἡμᾶς, ὦ Πρώταρχε, ἠρώτηκε Φίληβος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν, καὶ ἀποκρίνου γε αὐτῷ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δράσω ταῦτα διελθὼν σμικρὸν ἔτι περὶ αὐτῶν τούτων. ὥσπερ γὰρ ἓν ὁτιοῦν εἴ τίς ποτε λάβοι, τοῦτον, ὥς φαμεν, οὐκ ἐπʼ ἀπείρου φύσιν δεῖ βλέπειν εὐθὺς ἀλλʼ ἐπί τινα ἀριθμόν, οὕτω καὶ τὸ ἐναντίον ὅταν τις τὸ ἄπειρον <milestone unit="section" resp="Stephanus" n="18b"/> ἀναγκασθῇ πρῶτον λαμβάνειν, μὴ ἐπὶ τὸ ἓν εὐθύς, ἀλλʼ <del>ἐπʼ</del> ἀριθμὸν αὖ τινα πλῆθος ἕκαστον ἔχοντά τι κατανοεῖν, τελευτᾶν τε ἐκ πάντων εἰς ἕν. πάλιν δὲ ἐν τοῖς γράμμασι τὸ νῦν λεγόμενον λάβωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ φωνὴν ἄπειρον κατενόησεν εἴτε τις θεὸς εἴτε καὶ θεῖος ἄνθρωπος—ὡς λόγος ἐν Αἰγύπτῳ Θεῦθ τινα τοῦτον γενέσθαι λέγων, ὃς πρῶτος τὰ φωνήεντα ἐν τῷ ἀπείρῳ κατενόησεν οὐχ ἓν ὄντα ἀλλὰ πλείω, καὶ πάλιν <milestone unit="section" resp="Stephanus" n="18c"/> ἕτερα φωνῆς μὲν οὔ, φθόγγου δὲ μετέχοντά τινος, ἀριθμὸν δέ τινα καὶ τούτων εἶναι, τρίτον δὲ εἶδος γραμμάτων διεστήσατο τὰ νῦν λεγόμενα ἄφωνα ἡμῖν· τὸ μετὰ τοῦτο διῄρει τά τε ἄφθογγα καὶ ἄφωνα μέχρι ἑνὸς ἑκάστου, καὶ τὰ φωνήεντα καὶ τὰ μέσα κατὰ τὸν αὐτὸν τρόπον, ἕως ἀριθμὸν αὐτῶν λαβὼν ἑνί τε ἑκάστῳ καὶ σύμπασι <term>στοιχεῖον</term> ἐπωνόμασε· καθορῶν δὲ ὡς οὐδεὶς ἡμῶν οὐδʼ ἂν ἓν αὐτὸ καθʼ αὑτὸ ἄνευ πάντων αὐτῶν μάθοι, τοῦτον τὸν δεσμὸν αὖ λογισάμενος ὡς <milestone unit="section" resp="Stephanus" n="18d"/> ὄντα ἕνα καὶ πάντα ταῦτα ἕν πως ποιοῦντα μίαν ἐπʼ αὐτοῖς ὡς οὖσαν γραμματικὴν τέχνην ἐπεφθέγξατο προσειπών.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> ταῦτʼ ἔτι σαφέστερον ἐκείνων αὐτά γε πρὸς ἄλληλα, ὦ Πρώταρχε, ἔμαθον· τὸ δʼ αὐτό μοι τοῦ λόγου νῦν τε καὶ σμικρὸν ἔμπροσθεν ἐλλείπεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μῶν, ὦ Φίληβε, τὸ τί πρὸς ἔπος αὖ ταῦτʼ ἐστίν;</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> ναί, τοῦτʼ ἔστιν ὃ πάλαι ζητοῦμεν ἐγώ τε καὶΠρώταρχος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ μὴν ἐπʼ αὐτῷ γε ἤδη γεγονότες ζητεῖτε, ὡς φῄς, <milestone unit="section" resp="Stephanus" n="18e"/> πάλαι.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὐ περὶ φρονήσεως ἦν καὶ ἡδονῆς ἡμῖν ἐξ ἀρχῆς ὁ λόγος, ὁπότερον αὐτοῖν αἱρετέον;</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἕν γε ἑκάτερον αὐτοῖν εἶναί φαμεν.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> πάνυ μὲν οὖν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="19"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτʼ αὐτὸ τοίνυν ἡμᾶς ὁ πρόσθεν λόγος ἀπαιτεῖ, πῶς ἔστιν ἓν καὶ πολλὰ αὐτῶν ἑκάτερον, καὶ πῶς μὴ ἄπειρα
            <milestone unit="page" resp="Stephanus" n="19"/><milestone unit="section" resp="Stephanus" n="19a"/>
            εὐθύς, ἀλλά τινά ποτε ἀριθμὸν ἑκάτερον ἔμπροσθεν κέκτηται τοῦ ἄπειρα αὐτῶν ἕκαστα γεγονέναι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐκ εἰς φαῦλόν γε ἐρώτημα, ὦ Φίληβε, οὐκ οἶδʼ ὅντινα τρόπον κύκλῳ πως περιαγαγὼν ἡμᾶς ἐμβέβληκε Σωκράτης. καὶ σκόπει δὴ πότερος ἡμῶν ἀποκρινεῖται τὸ νῦν ἐρωτώμενον. ἴσως δὴ γελοῖον τὸ ἐμὲ τοῦ λόγου διάδοχον παντελῶς ὑποστάντα διὰ τὸ μὴ δύνασθαι τὸ νῦν ἐρωτηθὲν ἀποκρίνασθαι σοὶ πάλιν τοῦτο προστάττειν· γελοιότερον <milestone unit="section" resp="Stephanus" n="19b"/> δʼ οἶμαι πολὺ τὸ μηδέτερον ἡμῶν δύνασθαι. σκόπει δὴ τί δράσομεν. εἴδη γάρ μοι δοκεῖ νῦν ἐρωτᾶν ἡδονῆς ἡμᾶς Σωκράτης εἴτε ἔστιν εἴτε μή, καὶ ὁπόσα ἐστὶ καὶ ὁποῖα· τῆς τʼ αὖ φρονήσεως πέρι κατὰ ταὐτὰ ὡσαύτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀληθέστατα λέγεις, ὦ παῖ Καλλίου· μὴ γὰρ δυνάμενοι τοῦτο κατὰ παντὸς ἑνὸς καὶ ὁμοίου καὶ ταὐτοῦ δρᾶν καὶ τοῦ ἐναντίου, ὡς ὁ παρελθὼν λόγος ἐμήνυσεν, οὐδεὶς εἰς οὐδὲν οὐδενὸς ἂν ἡμῶν οὐδέποτε γένοιτο ἄξιος.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="19c"/><label>ΠΡΩ.</label> σχεδὸν ἔοικεν οὕτως, ὦ Σώκρατες, ἔχειν. ἀλλὰ καλὸν μὲν τὸ σύμπαντα γιγνώσκειν τῷ σώφρονι, δεύτερος δʼ εἶναι πλοῦς δοκεῖ μὴ λανθάνειν αὐτὸν αὑτόν. τί δή μοι τοῦτο εἴρηται τὰ νῦν; ἐγώ σοι φράσω. σὺ τήνδε ἡμῖν τὴν συνουσίαν, ὦ Σώκρατες, ἐπέδωκας πᾶσι καὶ σεαυτὸν πρὸς τὸ διελέσθαι τί τῶν ἀνθρωπίνων κτημάτων ἄριστον. Φιλήβου γὰρ εἰπόντος ἡδονὴν καὶ τέρψιν καὶ χαρὰν καὶ πάνθʼ ὁπόσα τοιαῦτʼ ἐστί, σὺ πρὸς αὐτὰ ἀντεῖπες ὡς οὐ ταῦτα <milestone unit="section" resp="Stephanus" n="19d"/> ἀλλʼ ἐκεῖνά ἐστιν ἃ πολλάκις ἡμᾶς αὐτοὺς ἀναμιμνῄσκομεν ἑκόντες, ὀρθῶς δρῶντες, ἵνʼ ἐν μνήμῃ παρακείμενα ἑκάτερα βασανίζηται. φῂς δʼ, ὡς ἔοικε, σὺ τὸ προσρηθησόμενον ὀρθῶς ἄμεινον ἡδονῆς γε ἀγαθὸν εἶναι νοῦν, ἐπιστήμην, σύνεσιν, τέχνην καὶ πάντα αὖ τὰ τούτων συγγενῆ, <add>ἃ</add> κτᾶσθαι δεῖν ἀλλʼ οὐχὶ ἐκεῖνα. τούτων δὴ μετʼ ἀμφισβητήσεως ἑκατέρων λεχθέντων ἡμεῖς σοι μετὰ παιδιᾶς ἠπειλήσαμεν <milestone unit="section" resp="Stephanus" n="19e"/> ὡς οὐκ ἀφήσομεν οἴκαδέ σε πρὶν ἂν τούτων τῶν λόγων πέρας ἱκανὸν γένηταί τι διορισθέντων, σὺ δὲ συνεχώρησας καὶ ἔδωκας εἰς ταῦθʼ ἡμῖν σαυτόν, ἡμεῖς δὲ δὴ λέγομεν, καθάπερ οἱ παῖδες, ὅτι τῶν ὀρθῶς δοθέντων ἀφαίρεσις οὐκ ἔστι· παῦσαι δὴ τὸν τρόπον ἡμῖν ἀπαντῶν τοῦτον ἐπὶ τὰ νῦν λεγόμενα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίνα λέγεις;</said></p></div></div></body></text></TEI>