<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="161"><p><said who="#Κέφαλος" rend="merge"><said>εἶναι μὲν δὴ τῷ ἑνὶ οὐχ οἷόν τε, εἴπερ γε μὴ ἔστι, μετέχειν δὲ πολλῶν οὐδὲν

<milestone n="161" unit="page"/><milestone unit="section" resp="Stephanus" n="161a"/>κωλύει, ἀλλὰ καὶ ἀνάγκη, εἴπερ τό γε ἓν ἐκεῖνο καὶ μὴ ἄλλο μὴ ἔστιν. εἰ μέντοι μήτε τὸ ἓν μήτʼ ἐκεῖνο μὴ ἔσται, ἀλλὰ περὶ ἄλλου του ὁ λόγος, οὐδὲ φθέγγεσθαι δεῖ οὐδέν· εἰ δὲ τὸ ἓν ἐκεῖνο καὶ μὴ ἄλλο ὑπόκειται μὴ εἶναι, καὶ τοῦ ἐκείνου καὶ ἄλλων πολλῶν ἀνάγκη αὐτῷ μετεῖναι.</said><said>καὶ πάνυ γε.<milestone unit="para" ed="P"/>καὶ ἀνομοιότης ἄρα ἐστὶν αὐτῷ πρὸς τὰ ἄλλα· τὰ γὰρ ἄλλα τοῦ ἑνὸς ἕτερα ὄντα ἑτεροῖα καὶ εἴη ἄν.</said><said>ναί.</said><said>τὰ δʼ ἑτεροῖα οὐκ ἀλλοῖα;</said><said>πῶς δʼ οὔ;</said><said>τὰ δʼ ἀλλοῖα οὐκ
<milestone unit="section" resp="Stephanus" n="161b"/>ἀνόμοια;</said><said>ἀνόμοια μὲν οὖν.</said><said>οὐκοῦν εἴπερ τῷ ἑνὶ ἀνόμοιά ἐστι, δῆλον ὅτι ἀνομοίῳ τά γε ἀνόμοια ἀνόμοια ἂν εἴη.</said><said>δῆλον.</said><said>εἴη δὴ ἂν καὶ τῷ ἑνὶ ἀνομοιότης, πρὸς ἣν τὰ ἄλλα ἀνόμοια αὐτῷ ἐστιν.</said><said>ἔοικεν.</said><said>εἰ δὲ δὴ τῶν ἄλλων ἀνομοιότης ἔστιν αὐτῷ, ἆρʼ οὐκ ἀνάγκη ἑαυτοῦ ὁμοιότητα αὐτῷ εἶναι;</said><said>πῶς;</said><said>εἰ ἑνὸς ἀνομοιότης ἔστι τῷ ἑνί, οὐκ ἄν που περὶ τοῦ τοιούτου ὁ λόγος εἴη οἵου τοῦ ἑνός, οὐδʼ ἂν ἡ ὑπόθεσις εἴη περὶ ἑνός, ἀλλὰ περὶ ἄλλου ἢ ἑνός.</said><said>πάνυ
<milestone unit="section" resp="Stephanus" n="161c"/>γε.</said><said>οὐ δεῖ δέ γε.</said><said>οὐ δῆτα.</said><said>δεῖ ἄρα ὁμοιότητα τῷ ἑνὶ αὐτοῦ ἑαυτῷ εἶναι.</said><said>δεῖ.<milestone unit="para" ed="P"/>καὶ μὴν οὐδʼ αὖ ἴσον γʼ ἐστὶ τοῖς ἄλλοις· εἰ γὰρ εἴη ἴσον, εἴη τε ἂν ἤδη καὶ ὅμοιον ἂν εἴη αὐτοῖς κατὰ τὴν ἰσότητα. ταῦτα δʼ ἀμφότερα ἀδύνατα, εἴπερ μὴ ἔστιν ἕν.</said><said>ἀδύνατα.</said><said>ἐπειδὴ δὲ οὐκ ἔστι τοῖς ἄλλοις ἴσον, ἆρα οὐκ ἀνάγκη καὶ τἆλλα ἐκείνῳ μὴ ἴσα εἶναι;</said><said>ἀνάγκη.</said><said>τὰ δὲ μὴ ἴσα οὐκ ἄνισα;</said><said>ναί.</said><said>τὰ δὲ ἄνισα οὐ τῷ ἀνίσῳ ἄνισα;</said><said>πῶς δʼ οὔ;</said><said>καὶ ἀνισότητος δὴ μετέχει τὸ ἕν,
<milestone unit="section" resp="Stephanus" n="161d"/>πρὸς ἣν τἆλλα αὐτῷ ἐστιν ἄνισα;</said><said>μετέχει.</said><said>ἀλλὰ μέντοι ἀνισότητός γε ἐστὶ μέγεθός τε καὶ σμικρότης.</said><said>ἔστι γάρ.</said><said>ἔστιν ἄρα καὶ μέγεθός τε καὶ σμικρότης τῷ τοιούτῳ ἑνί;</said><said>κινδυνεύει.</said><said>μέγεθος μὴν καὶ σμικρότης ἀεὶ ἀφέστατον ἀλλήλοιν.</said><said>πάνυ γε.</said><said>μεταξὺ ἄρα τι αὐτοῖν ἀεί ἐστιν.</said><said>ἔστιν.</said><said>ἔχεις οὖν τι ἄλλο εἰπεῖν μεταξὺ αὐτοῖν ἢ ἰσότητα;</said><said>οὔκ, ἀλλὰ τοῦτο.</said><said>ὅτῳ ἄρα ἔστι μέγεθος καὶ σμικρότης, ἔστι καὶ ἰσότης αὐτῷ μεταξὺ τούτοιν οὖσα.</said><said><milestone unit="section" resp="Stephanus" n="161e"/>φαίνεται.</said><said>τῷ δὴ ἑνὶ μὴ ὄντι, ὡς ἔοικε, καὶ ἰσότητος ἂν μετείη καὶ μεγέθους καὶ σμικρότητος.</said><said>ἔοικεν.<milestone unit="para" ed="P"/>καὶ μὴν καὶ οὐσίας γε δεῖ αὐτὸ μετέχειν πῃ.</said><said>πῶς δή;</said><said>ἔχειν αὐτὸ δεῖ οὕτως ὡς λέγομεν· εἰ γὰρ μὴ οὕτως ἔχει, οὐκ ἂν ἀληθῆ λέγοιμεν ἡμεῖς λέγοντες τὸ ἓν μὴ εἶναι· εἰ δὲ ἀληθῆ, δῆλον ὅτι ὄντα αὐτὰ λέγομεν. ἢ οὐχ οὕτως;</said><said>οὕτω μὲν οὖν.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="162"><p><said who="#Κέφαλος" rend="merge"><said>ἐπειδὴ δέ φαμεν ἀληθῆ λέγειν, ἀνάγκη

<milestone n="162" unit="page"/><milestone unit="section" resp="Stephanus" n="162a"/>ἡμῖν φάναι καὶ ὄντα λέγειν.</said><said>ἀνάγκη.</said><said>ἔστιν ἄρα, ὡς ἔοικε, τὸ ἓν οὐκ ὄν· εἰ γὰρ μὴ ἔσται μὴ ὄν, ἀλλά πῃ τοῦ εἶναι ἀνήσει πρὸς τὸ μὴ εἶναι, εὐθὺς ἔσται ὄν.</said><said>παντάπασι μὲν οὖν.</said><said>δεῖ ἄρα αὐτὸ δεσμὸν ἔχειν τοῦ μὴ εἶναι τὸ εἶναι μὴ ὄν, εἰ μέλλει μὴ εἶναι, ὁμοίως ὥσπερ τὸ ὂν τὸ μὴ ὂν ἔχειν μὴ εἶναι, ἵνα τελέως αὖ <del>εἶναι</del> ᾖ· οὕτως γὰρ ἂν τό τε ὂν μάλιστʼ ἂν εἴη καὶ τὸ μὴ ὂν οὐκ ἂν εἴη, μετέχοντα τὸ μὲν ὂν οὐσίας τοῦ εἶναι ὄν, μὴ οὐσίας δὲ τοῦ <add>μὴ</add> εἶναι μὴ
<milestone unit="section" resp="Stephanus" n="162b"/>ὄν, εἰ μέλλει τελέως εἶναι, τὸ δὲ μὴ ὂν μὴ οὐσίας μὲν τοῦ μὴ εἶναι <del>μὴ</del> ὄν, οὐσίας δὲ τοῦ εἶναι μὴ ὄν, εἰ καὶ τὸ μὴ ὂν αὖ τελέως μὴ ἔσται.</said><said>ἀληθέστατα.</said><said>οὐκοῦν ἐπείπερ τῷ τε ὄντι τοῦ μὴ εἶναι καὶ τῷ μὴ ὄντι τοῦ εἶναι μέτεστι, καὶ τῷ ἑνί, ἐπειδὴ οὐκ ἔστι, τοῦ εἶναι ἀνάγκη μετεῖναι εἰς τὸ μὴ εἶναι.</said><said>ἀνάγκη.</said><said>καὶ οὐσία δὴ φαίνεται τῷ ἑνί, εἰ μὴ ἔστιν.</said><said>φαίνεται.</said><said>καὶ μὴ οὐσία ἄρα, εἴπερ μὴ ἔστιν.</said><said>πῶς δʼ οὔ;<milestone unit="para" ed="P"/>οἷόν τε οὖν τὸ ἔχον πως μὴ ἔχειν οὕτω, μὴ μεταβάλλον ἐκ ταύτης τῆς ἕξεως;</said><said>οὐχ οἷόν τε.</said><said>πᾶν ἄρα τὸ τοιοῦτον
<milestone unit="section" resp="Stephanus" n="162c"/>μεταβολὴν σημαίνει, ὃ ἂν οὕτω τε καὶ μὴ οὕτως ἔχῃ.</said><said>πῶς δʼ οὔ;</said><said>μεταβολὴ δὲ κίνησις· ἢ τί φήσομεν;</said><said>κίνησις.</said><said>οὐκοῦν τὸ ἓν ὄν τε καὶ οὐκ ὂν ἐφάνη;</said><said>ναί.</said><said>οὕτως ἄρα καὶ οὐχ οὕτως ἔχον φαίνεται.</said><said>ἔοικεν.</said><said>καὶ κινούμενον ἄρα τὸ οὐκ ὂν ἓν πέφανται, ἐπείπερ καὶ μεταβολὴν ἐκ τοῦ εἶναι ἐπὶ τὸ μὴ εἶναι ἔχον.</said><said>κινδυνεύει.</said><said>ἀλλὰ μὴν εἰ μηδαμοῦ γέ ἐστι τῶν ὄντων, ὡς οὐκ ἔστιν εἴπερ μὴ ἔστιν, οὐδʼ ἂν μεθίσταιτό ποθέν ποι.</said><said>πῶς γάρ;</said><said>οὐκ ἄρα τῷ γε
<milestone unit="section" resp="Stephanus" n="162d"/>μεταβαίνειν κινοῖτʼ ἄν.</said><said>οὐ γάρ.</said><said>οὐδὲ μὴν ἐν τῷ αὐτῷ ἂν στρέφοιτο· ταὐτοῦ γὰρ οὐδαμοῦ ἅπτεται. ὂν γὰρ ἐστὶ τὸ ταὐτόν· τὸ δὲ μὴ ὂν ἔν τῳ τῶν ὄντων ἀδύνατον εἶναι.</said><said>ἀδύνατον γάρ.</said><said>οὐκ ἄρα τὸ ἕν γε μὴ ὂν στρέφεσθαι ἂν δύναιτο ἐν ἐκείνῳ ἐν ᾧ μὴ ἔστιν.</said><said>οὐ γὰρ οὖν.</said><said>οὐδὲ μὴν ἀλλοιοῦταί που τὸ ἓν ἑαυτοῦ, οὔτε τὸ ὂν οὔτε τὸ μὴ ὄν· οὐ γὰρ ἂν ἦν ὁ λόγος ἔτι περὶ τοῦ ἑνός, εἴπερ ἠλλοιοῦτο αὐτὸ ἑαυτοῦ, ἀλλὰ περὶ ἄλλου τινός.</said><said>ὀρθῶς.</said><said>εἰ δὲ μήτʼ ἀλλοιοῦται μήτε ἐν ταὐτῷ στρέφεται μήτε μεταβαίνει, ἆρʼ
<milestone unit="section" resp="Stephanus" n="162e"/>ἄν πῃ ἔτι κινοῖτο;</said><said>πῶς γάρ;</said><said>τό γε μὴν ἀκίνητον ἀνάγκη ἡσυχίαν ἄγειν, τὸ δὲ ἡσυχάζον ἑστάναι.</said><said>ἀνάγκη.</said><said>τὸ ἓν ἄρα, ὡς ἔοικεν, οὐκ ὂν ἕστηκέ τε καὶ κινεῖται.</said><said>ἔοικεν.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="163"><p><said who="#Κέφαλος" rend="merge"><said>καὶ μὴν εἴπερ γε κινεῖται, μεγάλη ἀνάγκη αὐτῷ ἀλλοιοῦσθαι·

<milestone n="163" unit="page"/><milestone unit="section" resp="Stephanus" n="163a"/>ὅπῃ γὰρ ἄν τι κινηθῇ, κατὰ τοσοῦτον οὐκέθʼ ὡσαύτως ἔχει ὡς εἶχεν, ἀλλʼ ἑτέρως.</said><said>οὕτως.</said><said>κινούμενον δὴ τὸ ἓν καὶ ἀλλοιοῦται.</said><said>ναί.</said><said>καὶ μὴν μηδαμῇ γε κινούμενον οὐδαμῇ ἂν ἀλλοιοῖτο.</said><said>οὐ γάρ.</said><said>ἧι μὲν ἄρα κινεῖται τὸ οὐκ ὂν ἕν, ἀλλοιοῦται· ᾗ δὲ μὴ κινεῖται, οὐκ ἀλλοιοῦται.</said><said>οὐ γάρ.</said><said>τὸ ἓν ἄρα μὴ ὂν ἀλλοιοῦταί τε καὶ οὐκ ἀλλοιοῦται.</said><said>φαίνεται.</said><said>τὸ δʼ ἀλλοιούμενον ἆρʼ οὐκ ἀνάγκη γίγνεσθαι μὲν ἕτερον ἢ πρότερον, ἀπόλλυσθαι δὲ ἐκ τῆς
<milestone unit="section" resp="Stephanus" n="163b"/>προτέρας ἕξεως· τὸ δὲ μὴ ἀλλοιούμενον μήτε γίγνεσθαι μήτε ἀπόλλυσθαι;</said><said>ἀνάγκη.</said><said>καὶ τὸ ἓν ἄρα μὴ ὂν ἀλλοιούμενον μὲν γίγνεταί τε καὶ ἀπόλλυται, μὴ ἀλλοιούμενον δὲ οὔτε γίγνεται οὔτε ἀπόλλυται· καὶ οὕτω τὸ ἓν μὴ ὂν γίγνεταί τε καὶ ἀπόλλυται, καὶ οὔτε γίγνεται οὔτʼ ἀπόλλυται.</said><said>οὐ γὰρ οὖν.<milestone unit="para" ed="P"/>αὖθις δὴ ἐπὶ τὴν ἀρχὴν ἴωμεν πάλιν ὀψόμενοι εἰ ταὐτὰ ἡμῖν φανεῖται ἅπερ καὶ νῦν ἢ ἕτερα.</said><said>ἀλλὰ χρή.</said><said>οὐκοῦν
<milestone unit="section" resp="Stephanus" n="163c"/><term>ἓν εἰ μὴ ἔστι</term>, φαμέν, τί χρὴ περὶ αὐτοῦ συμβαίνειν;</said><said>ναί.</said><said>τὸ δὲ μὴ ἔστιν ὅταν λέγωμεν, ἆρα μή τι ἄλλο σημαίνει ἢ οὐσίας ἀπουσίαν τούτῳ ᾧ ἂν φῶμεν μὴ εἶναι;</said><said>οὐδὲν ἄλλο.</said><said>πότερον οὖν, ὅταν φῶμεν μὴ εἶναί τι, πὼς οὐκ εἶναί φαμεν αὐτό, πὼς δὲ εἶναι; ἢ τοῦτο τὸ μὴ ἔστι λεγόμενον ἁπλῶς σημαίνει ὅτι οὐδαμῶς οὐδαμῇ ἔστιν οὐδέ πῃ μετέχει οὐσίας τό γε μὴ ὄν;</said><said>ἁπλούστατα μὲν οὖν.</said><said>οὔτε ἄρα εἶναι δύναιτο ἂν τὸ μὴ ὂν οὔτε ἄλλως οὐδαμῶς
<milestone unit="section" resp="Stephanus" n="163d"/>οὐσίας μετέχειν.</said><said>οὐ γάρ.</said><said>τὸ δὲ γίγνεσθαι καὶ τὸ ἀπόλλυσθαι μή τι ἄλλο ἦν ἢ τὸ μὲν οὐσίας μεταλαμβάνειν, τὸ δʼ ἀπολλύναι οὐσίαν;</said><said>οὐδὲν ἄλλο.</said><said>ὧι δέ γε μηδὲν τούτου μέτεστιν, οὔτʼ ἂν λαμβάνοι οὔτʼ ἀπολλύοι αὐτό.</said><said>πῶς γάρ;</said><said>τῷ ἑνὶ ἄρα, ἐπειδὴ οὐδαμῇ ἔστιν, οὔτε ἑκτέον οὔτε ἀπαλλακτέον οὔτε μεταληπτέον οὐσίας οὐδαμῶς.</said><said>εἰκός.</said><said>οὔτε ἄρα ἀπόλλυται τὸ μὴ ὂν ἓν οὔτε γίγνεται, ἐπείπερ οὐδαμῇ μετέχει οὐσίας.</said><said>οὐ φαίνεται.</said><said>οὐδʼ ἄρʼ
<milestone unit="section" resp="Stephanus" n="163e"/>ἀλλοιοῦται οὐδαμῇ· ἤδη γὰρ ἂν γίγνοιτό τε καὶ ἀπολλύοιτο τοῦτο πάσχον.</said><said>ἀληθῆ.</said><said>εἰ δὲ μὴ ἀλλοιοῦται, οὐκ ἀνάγκη μηδὲ κινεῖσθαι;</said><said>ἀνάγκη.</said><said>οὐδὲ μὴν ἑστάναι φήσομεν τὸ μηδαμοῦ ὄν· τὸ γὰρ ἑστὸς ἐν τῷ αὐτῷ τινι δεῖ ἀεὶ εἶναι.</said><said>τῷ αὐτῷ· πῶς γὰρ οὔ;</said><said>οὕτω δὴ αὖ τὸ μὴ ὂν μήτε ποτὲ ἑστάναι μήτε κινεῖσθαι λέγωμεν.</said><said>μὴ γὰρ οὖν.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="164"><p><said who="#Κέφαλος" rend="merge"><said>ἀλλὰ μὴν οὐδʼ ἔστι γε αὐτῷ τι τῶν ὄντων· ἤδη γὰρ ἂν τούτου

<milestone n="164" unit="page"/><milestone unit="section" resp="Stephanus" n="164a"/>μετέχον <del>ὄντος</del> οὐσίας μετέχοι.</said><said>δῆλον.</said><said>οὔτε ἄρα μέγεθος οὔτε σμικρότης οὔτε ἰσότης αὐτῷ ἔστιν.</said><said>οὐ γάρ.</said><said>οὐδὲ μὴν ὁμοιότης γε οὐδὲ ἑτεροιότης οὔτε πρὸς αὑτὸ οὔτε πρὸς τἆλλα εἴη ἂν αὐτῷ.</said><said>οὐ φαίνεται.</said><said>τί δέ; τἆλλα ἔσθʼ ὅπως ἂν εἴη αὐτῷ, εἰ μηδὲν αὐτῷ δεῖ εἶναι;</said><said>οὐκ ἔστιν.</said><said>οὔτε ἄρα ὅμοια οὔτε ἀνόμοια οὔτε ταὐτὰ οὔθʼ ἕτερά ἐστιν αὐτῷ τὰ ἄλλα.</said><said>οὐ γάρ.</said><said>τί δέ; τὸ ἐκείνου ἢ τὸ ἐκείνῳ ἢ τὸ τὶ ἢ τὸ τοῦτο ἢ τὸ τούτου ἢ ἄλλου ἢ ἄλλῳ ἢ ποτὲ ἢ
<milestone unit="section" resp="Stephanus" n="164b"/>ἔπειτα ἢ νῦν ἢ ἐπιστήμη ἢ δόξα ἢ αἴσθησις ἢ λόγος ἢ ὄνομα ἢ ἄλλο ὁτιοῦν τῶν ὄντων περὶ τὸ μὴ ὂν ἔσται;</said><said>οὐκ ἔσται.</said><said>οὕτω δὴ ἓν οὐκ ὂν οὐκ ἔχει πως οὐδαμῇ.</said><said>οὔκουν δὴ ἔοικέν γε οὐδαμῇ ἔχειν.<milestone unit="para" ed="P"/>ἔτι δὴ λέγωμεν, <term>ἓν εἰ μὴ ἔστι</term>, τἆλλα τί χρὴ πεπονθέναι.</said><said>λέγωμεν γάρ.</said><said>ἄλλα μέν που δεῖ αὐτὰ εἶναι· εἰ γὰρ μηδὲ ἄλλα ἐστίν, οὐκ ἂν περὶ τῶν ἄλλων λέγοιτο.</said><said>οὕτω.</said><said>εἰ δὲ περὶ τῶν ἄλλων ὁ λόγος, τά γε ἄλλα ἕτερά ἐστιν. ἢ οὐκ ἐπὶ τῷ αὐτῷ καλεῖς τό τε ἄλλο καὶ τὸ
<milestone unit="section" resp="Stephanus" n="164c"/>ἕτερον;</said><said>ἔγωγε.</said><said>ἕτερον δέ γέ πού φαμεν τὸ ἕτερον εἶναι ἑτέρου, καὶ τὸ ἄλλο δὴ ἄλλο εἶναι ἄλλου;</said><said>ναί.</said><said>καὶ τοῖς ἄλλοις ἄρα, εἰ μέλλει ἄλλα εἶναι, ἔστι τι οὗ ἄλλα ἔσται.</said><said>ἀνάγκη.</said><said>τί δὴ οὖν ἂν εἴη; τοῦ μὲν γὰρ ἑνὸς οὐκ ἔσται ἄλλα, μὴ ὄντος γε.</said><said>οὐ γάρ.</said><said>ἀλλήλων ἄρα ἐστί· τοῦτο γὰρ αὐτοῖς ἔτι λείπεται, ἢ μηδενὸς εἶναι ἄλλοις.</said><said>ὀρθῶς.</said><said>κατὰ πλήθη ἄρα ἕκαστα ἀλλήλων ἄλλα ἐστί· κατὰ ἓν γὰρ οὐκ ἂν οἷά τε εἴη, μὴ ὄντος ἑνός. ἀλλʼ ἕκαστος, ὡς
<milestone unit="section" resp="Stephanus" n="164d"/>ἔοικεν, ὁ ὄγκος αὐτῶν ἄπειρός ἐστι πλήθει, κἂν τὸ σμικρότατον δοκοῦν εἶναι λάβῃ τις, ὥσπερ ὄναρ ἐν ὕπνῳ φαίνεται ἐξαίφνης ἀντὶ ἑνὸς δόξαντος εἶναι πολλὰ καὶ ἀντὶ σμικροτάτου παμμέγεθες πρὸς τὰ κερματιζόμενα ἐξ αὐτοῦ.</said><said>ὀρθότατα.</said><said>τοιούτων δὴ ὄγκων ἄλλα ἀλλήλων ἂν εἴη τἆλλα, εἰ ἑνὸς μὴ ὄντος ἄλλα ἐστίν.</said><said>κομιδῇ μὲν οὖν.</said><said>οὐκοῦν πολλοὶ ὄγκοι ἔσονται, εἷς ἕκαστος φαινόμενος, ὢν δὲ οὔ, εἴπερ ἓν μὴ ἔσται;</said><said>οὕτω.</said><said>καὶ ἀριθμὸς δὲ εἶναι αὐτῶν
<milestone unit="section" resp="Stephanus" n="164e"/>δόξει, εἴπερ καὶ ἓν ἕκαστον, πολλῶν ὄντων.</said><said>πάνυ γε.</said><said>καὶ τὰ μὲν δὴ ἄρτια, τὰ δὲ περιττὰ ἐν αὐτοῖς ὄντα οὐκ ἀληθῶς φαίνεται, εἴπερ ἓν μὴ ἔσται.</said><said>οὐ γὰρ οὖν.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="165"><p><said who="#Κέφαλος" rend="merge"><said>καὶ μὴν καὶ σμικρότατόν γε, φαμέν, δόξει ἐν αὐτοῖς ἐνεῖναι· φαίνεται δὲ τοῦτο πολλὰ καὶ μεγάλα πρὸς ἕκαστον τῶν

<milestone n="165" unit="page"/><milestone unit="section" resp="Stephanus" n="165a"/>πολλῶν ὡς σμικρῶν ὄντων.</said><said>πῶς δʼ οὔ;</said><said>καὶ ἴσος μὴν τοῖς πολλοῖς καὶ σμικροῖς ἕκαστος ὄγκος δοξασθήσεται εἶναι· οὐ γὰρ ἂν μετέβαινεν ἐκ μείζονος εἰς ἔλαττον φαινόμενος, πρὶν εἰς τὸ μεταξὺ δόξειεν ἐλθεῖν, τοῦτο δʼ εἴη ἂν φάντασμα ἰσότητος.</said><said>εἰκός.</said><said>οὐκοῦν καὶ πρὸς ἄλλον ὄγκον πέρας ἔχων, αὐτός γε πρὸς αὑτὸν οὔτε ἀρχὴν οὔτε πέρας οὔτε μέσον ἔχων;</said><said>πῇ δή;</said><said>ὅτι ἀεὶ αὐτῶν ὅταν τίς τι λάβῃ τῇ διανοίᾳ ὥς τι τούτων ὄν, πρό τε τῆς ἀρχῆς ἄλλη
<milestone unit="section" resp="Stephanus" n="165b"/>ἀεὶ φαίνεται ἀρχή, μετά τε τὴν τελευτὴν ἑτέρα ὑπολειπομένη τελευτή, ἔν τε τῷ μέσῳ ἄλλα μεσαίτερα τοῦ μέσου, σμικρότερα δέ, διὰ τὸ μὴ δύνασθαι ἑνὸς αὐτῶν ἑκάστου λαμβάνεσθαι, ἅτε οὐκ ὄντος τοῦ ἑνός.</said><said>ἀληθέστατα.</said><said>θρύπτεσθαι δὴ οἶμαι κερματιζόμενον ἀνάγκη πᾶν τὸ ὄν, ὃ ἄν τις λάβῃ τῇ διανοίᾳ· ὄγκος γάρ που ἄνευ ἑνὸς ἀεὶ λαμβάνοιτʼ ἄν.</said><said>πάνυ μὲν οὖν.</said><said>οὐκοῦν τό γε τοιοῦτον πόρρωθεν μὲν
<milestone unit="section" resp="Stephanus" n="165c"/>ὁρῶντι καὶ ἀμβλὺ ἓν φαίνεσθαι ἀνάγκη, ἐγγύθεν δὲ καὶ ὀξὺ νοοῦντι πλήθει ἄπειρον ἓν ἕκαστον φανῆναι, εἴπερ στέρεται τοῦ ἑνὸς μὴ ὄντος;</said><said>ἀναγκαιότατον μὲν οὖν.</said><said>οὕτω δὴ ἄπειρά τε καὶ πέρας ἔχοντα καὶ ἓν καὶ πολλὰ ἕκαστα τἆλλα δεῖ φαίνεσθαι, <term>ἓν εἰ μὴ ἔστιν, τἆλλα δὲ τοῦ ἑνός</term>.</said><said>δεῖ γάρ.</said><said>οὐκοῦν καὶ ὅμοιά τε καὶ ἀνόμοια δόξει εἶναι;</said><said>πῇ δή;</said><said>οἷον ἐσκιαγραφημένα ἀποστάντι μὲν ἓν πάντα φαινόμενα ταὐτὸν φαίνεσθαι πεπονθέναι καὶ ὅμοια εἶναι.</said><said>πάνυ
<milestone unit="section" resp="Stephanus" n="165d"/>γε.</said><said>προσελθόντι δέ γε πολλὰ καὶ ἕτερα καὶ τῷ τοῦ ἑτέρου φαντάσματι ἑτεροῖα καὶ ἀνόμοια ἑαυτοῖς.</said><said>οὕτω.</said><said>καὶ ὁμοίους δὴ καὶ ἀνομοίους τοὺς ὄγκους αὐτούς τε αὑτοῖς ἀνάγκη φαίνεσθαι καὶ ἀλλήλοις.</said><said>πάνυ μὲν οὖν.</said><said>οὐκοῦν καὶ τοὺς αὐτοὺς καὶ ἑτέρους ἀλλήλων, καὶ ἁπτομένους καὶ χωρὶς ἑαυτῶν, καὶ κινουμένους πάσας κινήσεις καὶ ἑστῶτας πάντῃ, καὶ γιγνομένους καὶ ἀπολλυμένους καὶ μηδέτερα, καὶ πάντα που τὰ τοιαῦτα, ἃ διελθεῖν εὐπετὲς ἤδη ἡμῖν, εἰ ἑνὸς
<milestone unit="section" resp="Stephanus" n="165e"/>μὴ ὄντος πολλὰ ἔστιν.</said><said>ἀληθέστατα μὲν οὖν.<milestone unit="para" ed="P"/>ἔτι δὴ ἅπαξ ἐλθόντες πάλιν ἐπὶ τὴν ἀρχὴν εἴπωμεν, <term>ἓν εἰ μὴ ἔστι, τἆλλα δὲ τοῦ ἑνός</term>, τί χρὴ εἶναι.</said><said>εἴπωμεν γὰρ οὖν.</said><said>οὐκοῦν ἓν μὲν οὐκ ἔσται τἆλλα.</said><said>πῶς γάρ;</said><said>οὐδὲ μὴν πολλά γε· ἐν γὰρ πολλοῖς οὖσιν ἐνείη ἂν καὶ ἕν. εἰ γὰρ μηδὲν αὐτῶν ἐστὶν ἕν, ἅπαντα οὐδέν ἐστιν, ὥστε οὐδʼ ἂν πολλὰ εἴη.</said><said>ἀληθῆ.</said><said>μὴ ἐνόντος δὲ ἑνὸς ἐν τοῖς ἄλλοις, οὔτε πολλὰ οὔτε ἕν ἐστι τἆλλα.</said><said>οὐ γάρ.</said></said></p></div></div></body></text></TEI>