<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="146"><p><said who="#Κέφαλος" rend="merge"><said>ἕστηκε μέν που, εἴπερ αὐτὸ ἐν ἑαυτῷ

<milestone n="146" unit="page"/><milestone unit="section" resp="Stephanus" n="146a"/>ἐστιν· ἐν γὰρ ἑνὶ ὂν καὶ ἐκ τούτου μὴ μεταβαῖνον ἐν τῷ αὐτῷ ἂν εἴη, ἐν ἑαυτῷ.</said><said>ἔστι γάρ.</said><said>τὸ δέ γε ἐν τῷ αὐτῷ ἀεὶ ὂν ἑστὸς δήπου ἀνάγκη ἀεὶ εἶναι.</said><said>πάνυ γε.</said><said>τί δέ; τὸ ἐν ἑτέρῳ ἀεὶ ὂν οὐ τὸ ἐναντίον ἀνάγκη μηδέποτʼ ἐν ταὐτῷ εἶναι, μηδέποτε δὲ ὂν ἐν τῷ αὐτῷ μηδὲ ἑστάναι, μὴ ἑστὸς δὲ κινεῖσθαι;</said><said>οὕτως.</said><said>ἀνάγκη ἄρα τὸ ἕν, αὐτό τε ἐν ἑαυτῷ ἀεὶ ὂν καὶ ἐν ἑτέρῳ, ἀεὶ κινεῖσθαί τε καὶ ἑστάναι.</said><said>φαίνεται.<milestone unit="para" ed="P"/>καὶ μὴν ταὐτόν γε δεῖ εἶναι αὐτὸ ἑαυτῷ καὶ ἕτερον
<milestone unit="section" resp="Stephanus" n="146b"/>ἑαυτοῦ, καὶ τοῖς ἄλλοις ὡσαύτως ταὐτόν τε καὶ ἕτερον εἶναι, εἴπερ καὶ τὰ πρόσθεν πέπονθεν.</said><said>πῶς;</said><said>πᾶν που πρὸς ἅπαν ὧδε ἔχει, ἢ ταὐτόν ἐστιν ἢ ἕτερον· ἢ ἐὰν μὴ ταὐτὸν ᾖ μηδʼ ἕτερον, μέρος ἂν εἴη τούτου πρὸς ὃ οὕτως ἔχει, ἢ ὡς πρὸς μέρος ὅλον ἂν εἴη.</said><said>φαίνεται.</said><said>ἆρʼ οὖν τὸ ἓν αὐτὸ αὑτοῦ μέρος ἐστίν;</said><said>οὐδαμῶς.</said><said>οὐδʼ ἄρα ὡς πρὸς μέρος αὐτὸ αὑτοῦ ὅλον ἂν εἴη, πρὸς ἑαυτὸ μέρος ὄν.</said><said>οὐ γὰρ οἷόν
<milestone unit="section" resp="Stephanus" n="146c"/>τε.</said><said>ἀλλʼ ἆρα ἕτερόν ἐστιν ἑνὸς τὸ ἕν;</said><said>οὐ δῆτα.</said><said>οὐδʼ ἄρα ἑαυτοῦ γε ἕτερον ἂν εἴη.</said><said>οὐ μέντοι.</said><said>εἰ οὖν μήτε ἕτερον μήτε ὅλον μήτε μέρος αὐτὸ πρὸς ἑαυτό ἐστιν, οὐκ ἀνάγκη ἤδη ταὐτὸν εἶναι αὐτὸ ἑαυτῷ;</said><said>ἀνάγκη.</said><said>τί δέ; τὸ ἑτέρωθι ὂν αὐτὸ ἑαυτοῦ ἐν τῷ αὐτῷ ὄντος ἑαυτῷ οὐκ ἀνάγκη αὐτὸ ἑαυτοῦ ἕτερον εἶναι, εἴπερ καὶ ἑτέρωθι ἔσται;</said><said>ἔμοιγε δοκεῖ.</said><said>οὕτω μὴν ἐφάνη ἔχον τὸ ἕν, αὐτό τε ἐν ἑαυτῷ ὂν ἅμα καὶ ἐν ἑτέρῳ.</said><said>ἐφάνη γάρ.</said><said>ἕτερον ἄρα, ὡς ἔοικεν,
<milestone unit="section" resp="Stephanus" n="146d"/>εἴη ταύτῃ ἂν ἑαυτοῦ τὸ ἕν.</said><said>ἔοικεν.</said><said>τί οὖν; εἴ τού τι ἕτερόν ἐστιν, οὐχ ἑτέρου ὄντος ἕτερον ἔσται;</said><said>ἀνάγκη.</said><said>οὐκοῦν ὅσα μὴ ἕν ἐστιν, ἅπανθʼ ἕτερα τοῦ ἑνός, καὶ τὸ ἓν τῶν μὴ ἕν;</said><said>πῶς δʼ οὔ;</said><said>ἕτερον ἄρα ἂν εἴη τὸ ἓν τῶν ἄλλων.</said><said>ἕτερον.</said><said>ὅρα δή· αὐτό τε ταὐτὸν καὶ τὸ ἕτερον ἆρʼ οὐκ ἐναντία ἀλλήλοις;</said><said>πῶς δʼ οὔ;</said><said>ἦ οὖν ἐθελήσει ταὐτὸν ἐν τῷ ἑτέρῳ ἢ τὸ ἕτερον ἐν ταὐτῷ ποτε εἶναι;</said><said>οὐκ ἐθελήσει.</said><said>εἰ ἄρα τὸ ἕτερον ἐν τῷ αὐτῷ μηδέποτε ἔσται, οὐδὲν ἔστι τῶν ὄντων ἐν ᾧ ἐστὶν τὸ ἕτερον χρόνον οὐδένα·
<milestone unit="section" resp="Stephanus" n="146e"/>εἰ γὰρ ὁντινοῦν εἴη ἔν τῳ, ἐκεῖνον ἂν τὸν χρόνον ἐν ταὐτῷ εἴη τὸ ἕτερον. οὐχ οὕτως;</said><said>οὕτως.</said><said>ἐπειδὴ δʼ οὐδέποτε ἐν τῷ αὐτῷ ἐστιν, οὐδέποτε ἔν τινι τῶν ὄντων ἂν εἴη τὸ ἕτερον.</said><said>ἀληθῆ.</said><said>οὔτʼ ἄρα ἐν τοῖς μὴ ἓν οὔτε ἐν τῷ ἑνὶ ἐνείη ἂν τὸ ἕτερον.</said><said>οὐ γὰρ οὖν.</said><said>οὐκ ἄρα τῷ ἑτέρῳ γʼ ἂν εἴη τὸ ἓν τῶν μὴ ἓν οὐδὲ τὰ μὴ ἓν τοῦ ἑνὸς ἕτερα.</said><said>οὐ γάρ.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="147"><p><said who="#Κέφαλος" rend="merge"><said>οὐδὲ μὴν ἑαυτοῖς γε ἕτερʼ ἂν εἴη ἀλλήλων, μὴ μετέχοντα

<milestone n="147" unit="page"/><milestone unit="section" resp="Stephanus" n="147a"/>τοῦ ἑτέρου.</said><said>πῶς γάρ;</said><said>εἰ δὲ μήτε αὑτοῖς ἕτερά ἐστι μήτε τῷ ἑτέρῳ, οὐ πάντῃ ἤδη ἂν ἐκφεύγοι τὸ μὴ ἕτερα εἶναι ἀλλήλων;</said><said>ἐκφεύγοι.</said><said>ἀλλὰ μὴν οὐδὲ τοῦ ἑνός γε μετέχει τὰ μὴ ἕν· οὐ γὰρ ἂν μὴ ἓν ἦν, ἀλλά πῃ ἂν ἓν ἦν.</said><said>ἀληθῆ.</said><said>οὐδʼ ἂν ἀριθμὸς εἴη ἄρα τὰ μὴ ἕν· οὐδὲ γὰρ ἂν οὕτω μὴ ἓν ἦν παντάπασιν, ἀριθμόν γε ἔχοντα.</said><said>οὐ γὰρ οὖν.</said><said>τί δέ; τὰ μὴ ἓν τοῦ ἑνὸς ἆρα μόριά ἐστιν; ἢ κἂν οὕτω μετεῖχε τοῦ ἑνὸς τὰ μὴ ἕν;</said><said>μετεῖχεν.</said><said>εἰ ἄρα πάντῃ τὸ μὲν ἕν ἐστι,
<milestone unit="section" resp="Stephanus" n="147b"/>τὰ δὲ μὴ ἕν, οὔτʼ ἂν μόριον τῶν μὴ ἓν τὸ ἓν εἴη οὔτε ὅλον ὡς μορίων· οὔτε αὖ τὰ μὴ ἓν τοῦ ἑνὸς μόρια, οὔτε ὅλα ὡς μορίῳ τῷ ἑνί.</said><said>οὐ γάρ.</said><said>ἀλλὰ μὴν ἔφαμεν τὰ μήτε μόρια μήτε ὅλα μήτε ἕτερα ἀλλήλων ταὐτὰ ἔσεσθαι ἀλλήλοις.</said><said>ἔφαμεν γάρ.</said><said>φῶμεν ἄρα καὶ τὸ ἓν πρὸς τὰ μὴ ἓν οὕτως ἔχον τὸ αὐτὸ εἶναι αὐτοῖς;</said><said>φῶμεν.</said><said>τὸ ἓν ἄρα, ὡς ἔοικεν, ἕτερόν τε τῶν ἄλλων ἐστὶν καὶ ἑαυτοῦ καὶ ταὐτὸν ἐκείνοις τε καὶ ἑαυτῷ.</said><said>κινδυνεύει φαίνεσθαι ἐκ γε τοῦ λόγου.
<milestone unit="section" resp="Stephanus" n="147c"/><milestone unit="para" ed="P"/>ἆρʼ οὖν καὶ ὅμοιόν τε καὶ ἀνόμοιον ἑαυτῷ τε καὶ τοῖς ἄλλοις;</said><said>ἴσως.</said><said>ἐπειδὴ γοῦν ἕτερον τῶν ἄλλων ἐφάνη, καὶ τἆλλά που ἕτερα ἂν ἐκείνου εἴη.</said><said>τί μήν;</said><said>οὐκοῦν οὕτως ἕτερον τῶν ἄλλων, ὥσπερ καὶ τἆλλα ἐκείνου, καὶ οὔτε μᾶλλον οὔτε ἧττον;</said><said>τί γὰρ ἄν;</said><said>εἰ ἄρα μήτε μᾶλλον μήτε ἧττον, ὁμοίως.</said><said>ναί.</said><said>οὐκοῦν ᾗ ἕτερον εἶναι πέπονθεν τῶν ἄλλων καὶ τἆλλα ἐκείνου ὡσαύτως, ταύτῃ ταὐτὸν ἂν πεπονθότα εἶεν τό τε ἓν τοῖς ἄλλοις καὶ τἆλλα τῷ ἑνί.</said><said><milestone unit="section" resp="Stephanus" n="147d"/>πῶς λέγεις;</said><said>ὧδε· ἕκαστον τῶν ὀνομάτων οὐκ ἐπί τινι καλεῖς;</said><said>ἔγωγε.</said><said>τί οὖν; τὸ αὐτὸ ὄνομα εἴποις ἂν πλεονάκις ἢ ἅπαξ;</said><said>ἔγωγε.</said><said>πότερον οὖν ἐὰν μὲν ἅπαξ εἴπῃς, ἐκεῖνο προσαγορεύεις οὗπέρ ἐστι τοὔνομα, ἐὰν δὲ πολλάκις, οὐκ ἐκεῖνο; ἢ ἐάντε ἅπαξ ἐάντε πολλάκις ταὐτὸν ὄνομα φθέγξῃ, πολλὴ ἀνάγκη σε ταὐτὸν καὶ λέγειν ἀεί;</said><said>τί μήν;</said><said>οὐκοῦν καὶ τὸ ἕτερον ὄνομά ἐστιν ἐπί τινι;</said><said>πάνυ γε.</said><said><milestone unit="section" resp="Stephanus" n="147e"/>ὅταν ἄρα αὐτὸ φθέγγῃ, ἐάντε ἅπαξ ἐάντε πολλάκις, οὐκ ἐπʼ ἄλλῳ οὐδὲ ἄλλο τι ὀνομάζεις ἢ ἐκεῖνο οὗπερ ἦν ὄνομα.</said><said>ἀνάγκη.</said><said>ὅταν δὴ λέγωμεν ὅτι ἕτερον μὲν τἆλλα τοῦ ἑνός, ἕτερον δὲ τὸ ἓν τῶν ἄλλων, δὶς τὸ ἕτερον εἰπόντες οὐδέν τι μᾶλλον ἐπʼ ἄλλῃ, ἀλλʼ ἐπʼ ἐκείνῃ τῇ φύσει αὐτὸ ἀεὶ λέγομεν ἧσπερ ἦν τοὔνομα.</said><said>πάνυ μὲν οὖν.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="148"><p><said who="#Κέφαλος" rend="merge"><said>ἧι ἄρα ἕτερον τῶν
<milestone n="148" unit="page"/><milestone unit="section" resp="Stephanus" n="148a"/>ἄλλων τὸ ἓν καὶ τἆλλα τοῦ ἑνός, κατʼ αὐτὸ τὸ ἕτερον πεπονθέναι οὐκ ἄλλο ἀλλὰ τὸ αὐτὸ ἂν πεπονθὸς εἴη τὸ ἓν τοῖς ἄλλοις· τὸ δέ που ταὐτὸν πεπονθὸς ὅμοιον· οὐχί;</said><said>ναί.</said><said>ἧι δὴ τὸ ἓν ἕτερον τῶν ἄλλων πέπονθεν εἶναι, κατʼ αὐτὸ τοῦτο ἅπαν ἅπασιν ὅμοιον ἂν εἴη· ἅπαν γὰρ ἁπάντων ἕτερόν ἐστιν.</said><said>ἔοικεν.</said><said>ἀλλὰ μὴν τό γε ὅμοιον τῷ ἀνομοίῳ ἐναντίον.</said><said>ναί.</said><said>οὐκοῦν καὶ τὸ ἕτερον τῷ ταὐτῷ.</said><said>καὶ τοῦτο.</said><said>ἀλλὰ μὴν καὶ τοῦτό γʼ ἐφάνη, ὡς ἄρα τὸ ἓν τοῖς
<milestone unit="section" resp="Stephanus" n="148b"/>ἄλλοις ταὐτόν.</said><said>ἐφάνη γάρ.</said><said>τοὐναντίον δέ γε πάθος ἐστὶ τὸ εἶναι ταὐτὸν τοῖς ἄλλοις τῷ ἕτερον εἶναι τῶν ἄλλων.</said><said>πάνυ γε.</said><said>ἧι γε μὴν ἕτερον, ὅμοιον ἐφάνη.</said><said>ναί.</said><said>ἧι ἄρα ταὐτόν, ἀνόμοιον ἔσται κατὰ τοὐναντίον πάθος τῷ ὁμοιοῦντι πάθει. ὡμοίου δέ που τὸ ἕτερον;</said><said>ναί.</said><said>ἀνομοιώσει ἄρα τὸ ταὐτόν, ἢ οὐκ ἐναντίον ἔσται τῷ ἑτέρῳ.</said><said><milestone unit="section" resp="Stephanus" n="148c"/>ἔοικεν.</said><said>ὅμοιον ἄρα καὶ ἀνόμοιον ἔσται τὸ ἓν τοῖς ἄλλοις, ᾗ μὲν ἕτερον, ὅμοιον, ᾗ δὲ ταὐτόν, ἀνόμοιον.</said><said>ἔχει γὰρ οὖν δή, ὡς ἔοικεν, καὶ τοιοῦτον λόγον.</said><said>καὶ γὰρ τόνδε ἔχει.</said><said>τίνα;</said><said>ἧι ταὐτὸν πέπονθε, μὴ ἀλλοῖον πεπονθέναι, μὴ ἀλλοῖον δὲ πεπονθὸς μὴ ἀνόμοιον, μὴ ἀνόμοιον δὲ ὅμοιον εἶναι· ᾗ δʼ ἄλλο πέπονθεν, ἀλλοῖον, ἀλλοῖον δὲ ὂν ἀνόμοιον εἶναι.</said><said>ἀληθῆ λέγεις.</said><said>ταὐτόν τε ἄρα ὂν τὸ ἓν τοῖς ἄλλοις καὶ ὅτι ἕτερόν ἐστι, κατʼ ἀμφότερα καὶ κατὰ ἑκάτερον, ὅμοιόν
<milestone unit="section" resp="Stephanus" n="148d"/>τε ἂν εἴη καὶ ἀνόμοιον τοῖς ἄλλοις.</said><said>πάνυ γε.</said><said>οὐκοῦν καὶ ἑαυτῷ ὡσαύτως, ἐπείπερ ἕτερόν τε ἑαυτοῦ καὶ ταὐτὸν ἑαυτῷ ἐφάνη, κατʼ ἀμφότερα καὶ κατὰ ἑκάτερον ὅμοιόν τε καὶ ἀνόμοιον φανήσεται;</said><said>ἀνάγκη.<milestone unit="para" ed="P"/>τί δὲ δή; περὶ τοῦ ἅπτεσθαι τὸ ἓν αὑτοῦ καὶ τῶν ἄλλων καὶ τοῦ μὴ ἅπτεσθαι πέρι πῶς ἔχει, σκόπει.</said><said>σκοπῶ.</said><said>αὐτὸ γάρ που ἐν ἑαυτῷ ὅλῳ τὸ ἓν ἐφάνη ὄν.</said><said>ὀρθῶς.</said><said>οὐκοῦν καὶ ἐν τοῖς ἄλλοις τὸ ἕν;</said><said>ναί.</said><said>ἧι μὲν ἄρα ἐν τοῖς ἄλλοις,
<milestone unit="section" resp="Stephanus" n="148e"/>τῶν ἄλλων ἅπτοιτο ἄν· ᾗ δὲ αὐτὸ ἐν ἑαυτῷ, τῶν μὲν ἄλλων ἀπείργοιτο ἅπτεσθαι, αὐτὸ δὲ αὑτοῦ ἅπτοιτο ἂν ἐν ἑαυτῷ ὄν.</said><said>φαίνεται.</said><said>οὕτω μὲν δὴ ἅπτοιτο ἂν τὸ ἓν αὑτοῦ τε καὶ τῶν ἄλλων.</said><said>ἅπτοιτο.</said><said>τί δὲ τῇδε; ἆρʼ οὐ πᾶν τὸ μέλλον ἅψεσθαί τινος ἐφεξῆς δεῖ κεῖσθαι ἐκείνῳ οὗ μέλλει ἅπτεσθαι, ταύτην τὴν ἕδραν κατέχον ἣ ἂν μετʼ ἐκείνην ᾖ <del>ἕδρα</del> ᾗ ἂν κέηται, ἅπτεται;</said><said>ἀνάγκη.</said><said>καὶ τὸ ἓν ἄρα εἰ μέλλει αὐτὸ αὑτοῦ ἅψεσθαι, ἐφεξῆς δεῖ εὐθὺς μετὰ ἑαυτὸ κεῖσθαι, τὴν ἐχομένην χώραν κατέχον ἐκείνης ἐν ᾗ αὐτό ἐστιν.</said><said>δεῖ γὰρ οὖν.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="149"><p><said who="#Κέφαλος" rend="merge"><said>οὐκοῦν δύο μὲν ὂν τὸ ἓν ποιήσειεν

<milestone n="149" unit="page"/><milestone unit="section" resp="Stephanus" n="149a"/>ἂν ταῦτα καὶ ἐν δυοῖν χώραιν ἅμα γένοιτο· ἕως δʼ ἂν ᾖ ἕν, οὐκ ἐθελήσει;</said><said>οὐ γὰρ οὖν.</said><said>ἡ αὐτὴ ἄρα ἀνάγκη τῷ ἑνὶ μήτε δύο εἶναι μήτε ἅπτεσθαι αὐτῷ αὑτοῦ.</said><said>ἡ αὐτή.</said><said>ἀλλʼ οὐδὲ μὴν τῶν ἄλλων ἅψεται.</said><said>τί δή;</said><said>ὅτι, φαμέν, τὸ μέλλον ἅψεσθαι χωρὶς ὂν ἐφεξῆς δεῖ ἐκείνῳ εἶναι οὗ μέλλει ἅψεσθαι, τρίτον δὲ αὐτῶν ἐν μέσῳ μηδὲν εἶναι.</said><said>ἀληθῆ.</said><said>δύο ἄρα δεῖ τὸ ὀλίγιστον εἶναι, εἰ μέλλει ἅψις εἶναι.</said><said>δεῖ.</said><said>ἐὰν δὲ τοῖν δυοῖν ὅροιν τρίτον προσγένηται ἑξῆς, αὐτὰ
<milestone unit="section" resp="Stephanus" n="149b"/>μὲν τρία ἔσται, αἱ δὲ ἅψεις δύο.</said><said>ναί.</said><said>καὶ οὕτω δὴ ἀεὶ ἑνὸς προσγιγνομένου μία καὶ ἅψις προσγίγνεται, καὶ συμβαίνει τὰς ἅψεις τοῦ πλήθους τῶν ἀριθμῶν μιᾷ ἐλάττους εἶναι. ᾧ γὰρ τὰ πρῶτα δύο ἐπλεονέκτησεν τῶν ἅψεων εἰς τὸ πλείω εἶναι τὸν ἀριθμὸν ἢ τὰς ἅψεις, τῷ ἴσῳ τούτῳ καὶ ὁ ἔπειτα ἀριθμὸς πᾶς πασῶν τῶν ἅψεων πλεονεκτεῖ· ἤδη
<milestone unit="section" resp="Stephanus" n="149c"/>γὰρ τὸ λοιπὸν ἅμα ἕν τε τῷ ἀριθμῷ προσγίγνεται καὶ μία ἅψις ταῖς ἅψεσιν.</said><said>ὀρθῶς.</said><said>ὅσα ἄρα ἐστὶν τὰ ὄντα τὸν ἀριθμόν, ἀεὶ μιᾷ αἱ ἅψεις ἐλάττους εἰσὶν αὐτῶν.</said><said>ἀληθῆ.</said><said>εἰ δέ γε ἓν μόνον ἐστίν, δυὰς δὲ μὴ ἔστιν, ἅψις οὐκ ἂν εἴη.</said><said>πῶς γάρ;</said><said>οὔκουν, φαμέν, τὰ ἄλλα τοῦ ἑνὸς οὔτε ἕν ἐστιν οὔτε μετέχει αὐτοῦ, εἴπερ ἄλλα ἐστίν.</said><said>οὐ γάρ.</said><said>οὐκ ἄρα ἔνεστιν ἀριθμὸς ἐν τοῖς ἄλλοις, ἑνὸς μὴ ἐνόντος ἐν αὐτοῖς.</said><said>πῶς γάρ;</said><said>οὔτʼ ἄρα ἕν ἐστι τὰ ἄλλα οὔτε δύο οὔτε
<milestone unit="section" resp="Stephanus" n="149d"/>ἄλλου ἀριθμοῦ ἔχοντα ὄνομα οὐδέν.</said><said>οὔ.</said><said>τὸ ἓν ἄρα μόνον ἐστὶν ἕν, καὶ δυὰς οὐκ ἂν εἴη.</said><said>οὐ φαίνεται.</said><said>ἅψις ἄρα οὐκ ἔστιν δυοῖν μὴ ὄντοιν.</said><said>οὐκ ἔστιν.</said><said>οὔτʼ ἄρα τὸ ἓν τῶν ἄλλων ἅπτεται οὔτε τὰ ἄλλα τοῦ ἑνός, ἐπείπερ ἅψις οὐκ ἔστιν.</said><said>οὐ γὰρ οὖν.</said><said>οὕτω δὴ κατὰ πάντα ταῦτα τὸ ἓν τῶν τε ἄλλων καὶ ἑαυτοῦ ἅπτεταί τε καὶ οὐχ ἅπτεται.</said><said>ἔοικεν.<milestone unit="para" ed="P"/>ἆρʼ οὖν καὶ ἴσον ἐστὶ καὶ ἄνισον αὑτῷ τε καὶ τοῖς ἄλλοις;</said><said>πῶς;</said><said>εἰ μεῖζον εἴη τὸ ἓν ἢ τἆλλα ἢ ἔλαττον,
<milestone unit="section" resp="Stephanus" n="149e"/>ἢ αὖ τὰ ἄλλα τοῦ ἑνὸς μείζω ἢ ἐλάττω, ἆρα οὐκ ἂν τῷ μὲν ἓν εἶναι τὸ ἓν καὶ τἆλλα ἄλλα τοῦ ἑνὸς οὔτε τι μείζω οὔτε τι ἐλάττω ἂν εἴη ἀλλήλων αὐταῖς γε ταύταις ταῖς οὐσίαις; ἀλλʼ εἰ μὲν πρὸς τῷ τοιαῦτα εἶναι ἑκάτερα ἰσότητα ἔχοιεν, ἴσα ἂν εἴη πρὸς ἄλληλα· εἰ δὲ τὰ μὲν μέγεθος, τὸ δὲ σμικρότητα, ἢ καὶ μέγεθος μὲν τὸ ἕν, σμικρότητα δὲ τἆλλα, ὁποτέρῳ μὲν τῷ εἴδει μέγεθος προσείη, μεῖζον ἂν εἴη, ᾧ δὲ σμικρότης, ἔλαττον;</said><said>ἀνάγκη.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="150"><p><said who="#Κέφαλος" rend="merge"><said>οὐκοῦν ἐστόν γέ τινε τούτω εἴδη, τό τε μέγεθος καὶ ἡ σμικρότης; οὐ γὰρ ἄν που μὴ ὄντε γε ἐναντίω τε ἀλλήλοιν εἴτην καὶ ἐν τοῖς

<milestone n="150" unit="page"/><milestone unit="section" resp="Stephanus" n="150a"/>οὖσιν ἐγγιγνοίσθην.</said><said>πῶς γὰρ ἄν;</said><said>εἰ ἄρα ἐν τῷ ἑνὶ σμικρότης ἐγγίγνεται, ἤτοι ἐν ὅλῳ ἂν ἢ ἐν μέρει αὐτοῦ ἐνείη.</said><said>ἀνάγκη.</said><said>τί δʼ εἰ ἐν ὅλῳ ἐγγίγνοιτο; οὐχὶ ἢ ἐξ ἴσου ἂν τῷ ἑνὶ διʼ ὅλου αὐτοῦ τεταμένη εἴη ἢ περιέχουσα αὐτό;</said><said>δῆλον δή.</said><said>ἆρʼ οὖν οὐκ ἐξ ἴσου μὲν οὖσα ἡ σμικρότης τῷ ἑνὶ ἴση ἂν αὐτῷ εἴη, περιέχουσα δὲ μείζων;</said><said>πῶς δʼ οὔ;</said><said>δυνατὸν οὖν σμικρότητα ἴσην τῳ εἶναι ἢ μείζω τινός, καὶ πράττειν τὰ μεγέθους τε καὶ ἰσότητος, ἀλλὰ
<milestone unit="section" resp="Stephanus" n="150b"/>μὴ τὰ ἑαυτῆς;</said><said>ἀδύνατον.</said><said>ἐν μὲν ὅλῳ ἄρα τῷ ἑνὶ οὐκ ἂν εἴη σμικρότης, ἀλλʼ εἴπερ, ἐν μέρει.</said><said>ναί.</said><said>οὐδέ γε ἐν παντὶ αὖ τῷ μέρει· εἰ δὲ μή, ταὐτὰ ποιήσει ἅπερ πρὸς τὸ ὅλον· ἴση ἔσται ἢ μείζων τοῦ μέρους ἐν ᾧ ἂν ἀεὶ ἐνῇ.</said><said>ἀνάγκη.</said><said>οὐδενί ποτε ἄρα ἐνέσται τῶν ὄντων σμικρότης, μήτʼ ἐν μέρει μήτʼ ἐν ὅλῳ ἐγγιγνομένη· οὐδέ τι ἔσται σμικρὸν πλὴν αὐτῆς σμικρότητος.</said><said>οὐκ ἔοικεν.</said><said>οὐδʼ ἄρα μέγεθος ἐνέσται ἐν αὐτῷ· μεῖζον γὰρ ἄν τι εἴη ἄλλο καὶ
<milestone unit="section" resp="Stephanus" n="150c"/>πλὴν αὐτοῦ μεγέθους, ἐκεῖνο ἐν ᾧ τὸ μέγεθος ἐνείη, καὶ ταῦτα σμικροῦ αὐτῷ οὐκ ὄντος, οὗ ἀνάγκη ὑπερέχειν, ἐάνπερ ᾖ μέγα· τοῦτο δὲ ἀδύνατον, ἐπειδὴ σμικρότης οὐδαμοῦ ἔνι.</said><said>ἀληθῆ.</said><said>ἀλλὰ μὴν αὐτὸ μέγεθος οὐκ ἄλλου μεῖζον ἢ αὐτῆς σμικρότητος, οὐδὲ σμικρότης ἄλλου ἔλαττον ἢ αὐτοῦ μεγέθους.</said><said>οὐ γάρ.</said><said>οὔτε ἄρα τὰ ἄλλα μείζω τοῦ ἑνὸς οὐδὲ ἐλάττω, μήτε μέγεθος μήτε σμικρότητα ἔχοντα, οὔτε
<milestone unit="section" resp="Stephanus" n="150d"/>αὐτὼ τούτω πρὸς τὸ ἓν ἔχετον τὴν δύναμιν τὴν τοῦ ὑπερέχειν καὶ ὑπερέχεσθαι, ἀλλὰ πρὸς ἀλλήλω, οὔτε αὖ τὸ ἓν τούτοιν οὐδὲ τῶν ἄλλων μεῖζον ἂν οὐδʼ ἔλαττον εἴη, μήτε μέγεθος μήτε σμικρότητα ἔχον.</said><said>οὔκουν φαίνεταί γε.</said><said>ἆρʼ οὖν, εἰ μήτε μεῖζον μήτε ἔλαττον τὸ ἓν τῶν ἄλλων, ἀνάγκη αὐτὸ ἐκείνων μήτε ὑπερέχειν μήτε ὑπερέχεσθαι;</said><said>ἀνάγκη.</said><said>οὐκοῦν τό γε μήτε ὑπερέχον μήτε ὑπερεχόμενον πολλὴ ἀνάγκη ἐξ ἴσου εἶναι, ἐξ ἴσου δὲ ὂν ἴσον εἶναι.</said><said>πῶς γὰρ
<milestone unit="section" resp="Stephanus" n="150e"/>οὔ;</said><said>καὶ μὴν καὶ αὐτό γε τὸ ἓν πρὸς ἑαυτὸ οὕτως ἂν ἔχοι· μήτε μέγεθος ἐν ἑαυτῷ μήτε σμικρότητα ἔχον οὔτʼ ἂν ὑπερέχοιτο οὔτʼ ἂν ὑπερέχοι ἑαυτοῦ, ἀλλʼ ἐξ ἴσου ὂν ἴσον ἂν εἴη ἑαυτῷ.</said><said>πάνυ μὲν οὖν.</said><said>τὸ ἓν ἄρα ἑαυτῷ τε καὶ τοῖς ἄλλοις ἴσον ἂν εἴη.</said><said>φαίνεται.</said></said></p></div></div></body></text></TEI>