<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="131"><p><said who="#Κέφαλος" rend="merge"><milestone unit="para" ed="P"/>πάνυ γε, φάναι τὸν Σωκράτη.<milestone unit="para" ed="P"/>οὐκοῦν ἤτοι ὅλου τοῦ εἴδους ἢ μέρους ἕκαστον τὸ μεταλαμβάνον μεταλαμβάνει; ἢ ἄλλη τις ἂν μετάληψις χωρὶς τούτων γένοιτο;<milestone unit="para" ed="P"/>καὶ πῶς ἄν; εἶπεν.<milestone unit="para" ed="P"/>πότερον οὖν δοκεῖ σοι ὅλον τὸ εἶδος ἐν ἑκάστῳ εἶναι τῶν πολλῶν ἓν ὄν, ἢ πῶς;<milestone unit="para" ed="P"/>τί γὰρ κωλύει, φάναι τὸν Σωκράτη, ὦ Παρμενίδη, <del>ἓν εἶναι</del>;
<milestone unit="section" resp="Stephanus" n="131b"/><milestone unit="para" ed="P"/>ἓν ἄρα ὂν καὶ ταὐτὸν ἐν πολλοῖς καὶ χωρὶς οὖσιν ὅλον ἅμα ἐνέσται, καὶ οὕτως αὐτὸ αὑτοῦ χωρὶς ἂν εἴη.<milestone unit="para" ed="P"/>οὐκ ἄν, εἴ γε, φάναι, οἷον <del>εἰ</del> ἡμέρα <del>εἴη</del> μία καὶ ἡ αὐτὴ οὖσα πολλαχοῦ ἅμα ἐστὶ καὶ οὐδέν τι μᾶλλον αὐτὴ αὑτῆς χωρίς ἐστιν, εἰ οὕτω καὶ ἕκαστον τῶν εἰδῶν ἓν ἐν πᾶσιν ἅμα ταὐτὸν εἴη.<milestone unit="para" ed="P"/>ἡδέως γε, φάναι, ὦ Σώκρατες, ἓν ταὐτὸν ἅμα πολλαχοῦ ποιεῖς, οἷον εἰ ἱστίῳ καταπετάσας πολλοὺς ἀνθρώπους φαίης ἓν ἐπὶ πολλοῖς εἶναι ὅλον· ἢ οὐ τὸ τοιοῦτον ἡγῇ λέγειν;
<milestone unit="section" resp="Stephanus" n="131c"/><milestone unit="para" ed="P"/>ἴσως, φάναι.<milestone unit="para" ed="P"/>ἦ οὖν ὅλον ἐφʼ ἑκάστῳ τὸ ἱστίον εἴη ἄν, ἢ μέρος αὐτοῦ ἄλλο ἐπʼ ἄλλῳ;<milestone unit="para" ed="P"/>μέρος.<milestone unit="para" ed="P"/>μεριστὰ ἄρα, φάναι, ὦ Σώκρατες, ἔστιν αὐτὰ τὰ εἴδη, καὶ τὰ μετέχοντα αὐτῶν μέρους ἂν μετέχοι, καὶ οὐκέτι ἐν ἑκάστῳ ὅλον, ἀλλὰ μέρος ἑκάστου ἂν εἴη.<milestone unit="para" ed="P"/>φαίνεται οὕτω γε.<milestone unit="para" ed="P"/>ἦ οὖν ἐθελήσεις, ὦ Σώκρατες, φάναι τὸ ἓν εἶδος ἡμῖν τῇ ἀληθείᾳ μερίζεσθαι, καὶ ἔτι ἓν ἔσται;<milestone unit="para" ed="P"/>οὐδαμῶς, εἰπεῖν.<milestone unit="para" ed="P"/>ὅρα γάρ, φάναι· εἰ αὐτὸ τὸ μέγεθος μεριεῖς καὶ ἕκαστον
<milestone unit="section" resp="Stephanus" n="131d"/>τῶν πολλῶν μεγάλων μεγέθους μέρει σμικροτέρῳ αὐτοῦ τοῦ μεγέθους μέγα ἔσται, ἆρα οὐκ ἄλογον φανεῖται;<milestone unit="para" ed="P"/>πάνυ γʼ, ἔφη.<milestone unit="para" ed="P"/>τί δέ; τοῦ ἴσου μέρος ἕκαστον σμικρὸν ἀπολαβόν τι ἕξει ᾧ ἐλάττονι ὄντι αὐτοῦ τοῦ ἴσου τὸ ἔχον ἴσον τῳ ἔσται;<milestone unit="para" ed="P"/>ἀδύνατον.<milestone unit="para" ed="P"/>ἀλλὰ τοῦ σμικροῦ μέρος τις ἡμῶν ἕξει, τούτου δὲ αὐτοῦ τὸ σμικρὸν μεῖζον ἔσται ἅτε μέρους ἑαυτοῦ ὄντος, καὶ οὕτω δὴ αὐτὸ τὸ σμικρὸν μεῖζον ἔσται· ᾧ δʼ ἂν προστεθῇ τὸ
<milestone unit="section" resp="Stephanus" n="131e"/>ἀφαιρεθέν, τοῦτο σμικρότερον ἔσται ἀλλʼ οὐ μεῖζον ἢ πρίν.<milestone unit="para" ed="P"/>οὐκ ἂν γένοιτο, φάναι, τοῦτό γε.<milestone unit="para" ed="P"/>τίνα οὖν τρόπον, εἰπεῖν, ὦ Σώκρατες, τῶν εἰδῶν σοι τὰ ἄλλα μεταλήψεται, μήτε κατὰ μέρη μήτε κατὰ ὅλα μεταλαμβάνειν δυνάμενα;<milestone unit="para" ed="P"/>οὐ μὰ τὸν Δία, φάναι, οὔ μοι δοκεῖ εὔκολον εἶναι τὸ τοιοῦτον οὐδαμῶς διορίσασθαι.<milestone unit="para" ed="P"/>τί δὲ δή; πρὸς τόδε πῶς ἔχεις;<milestone unit="para" ed="P"/>τὸ ποῖον;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="132"><p><said who="#Κέφαλος" rend="merge"><milestone n="132" unit="page"/><milestone unit="section" resp="Stephanus" n="132a"/><milestone unit="para" ed="P"/>οἶμαί σε ἐκ τοῦ τοιοῦδε ἓν ἕκαστον εἶδος οἴεσθαι εἶναι· ὅταν πόλλʼ ἄττα μεγάλα σοι δόξῃ εἶναι, μία τις ἴσως δοκεῖ ἰδέα ἡ αὐτὴ εἶναι ἐπὶ πάντα ἰδόντι, ὅθεν ἓν τὸ μέγα ἡγῇ εἶναι.<milestone unit="para" ed="P"/>ἀληθῆ λέγεις, φάναι.<milestone unit="para" ed="P"/>τί δʼ αὐτὸ τὸ μέγα καὶ τἆλλα τὰ μεγάλα, ἐὰν ὡσαύτως τῇ ψυχῇ ἐπὶ πάντα ἴδῃς, οὐχὶ ἕν τι αὖ μέγα φανεῖται, ᾧ ταῦτα πάντα μεγάλα φαίνεσθαι;<milestone unit="para" ed="P"/>ἔοικεν.<milestone unit="para" ed="P"/>ἄλλο ἄρα εἶδος μεγέθους ἀναφανήσεται, παρʼ αὐτό τε τὸ μέγεθος γεγονὸς καὶ τὰ μετέχοντα αὐτοῦ· καὶ ἐπὶ τούτοις αὖ
<milestone unit="section" resp="Stephanus" n="132b"/>πᾶσιν ἕτερον, ᾧ ταῦτα πάντα μεγάλα ἔσται· καὶ οὐκέτι δὴ ἓν ἕκαστόν σοι τῶν εἰδῶν ἔσται, ἀλλὰ ἄπειρα τὸ πλῆθος.<milestone unit="para" ed="P"/>ἀλλά, φάναι, ὦ Παρμενίδη, τὸν Σωκράτη, μὴ τῶν εἰδῶν ἕκαστον ᾖ τούτων νόημα, καὶ οὐδαμοῦ αὐτῷ προσήκῃ ἐγγίγνεσθαι ἄλλοθι ἢ ἐν ψυχαῖς· οὕτω γὰρ ἂν ἕν γε ἕκαστον εἴη καὶ οὐκ ἂν ἔτι πάσχοι ἃ νυνδὴ ἐλέγετο.<milestone unit="para" ed="P"/>τί οὖν; φάναι, ἓν ἕκαστόν ἐστι τῶν νοημάτων, νόημα δὲ οὐδενός;<milestone unit="para" ed="P"/>ἀλλʼ ἀδύνατον, εἰπεῖν.<milestone unit="para" ed="P"/>ἀλλὰ τινός;<milestone unit="para" ed="P"/>ναί.
<milestone unit="section" resp="Stephanus" n="132c"/><milestone unit="para" ed="P"/>ὄντος ἢ οὐκ ὄντος;<milestone unit="para" ed="P"/>ὄντος.<milestone unit="para" ed="P"/>οὐχ ἑνός τινος, ὃ ἐπὶ πᾶσιν ἐκεῖνο τὸ νόημα ἐπὸν νοεῖ, μίαν τινὰ οὖσαν ἰδέαν;<milestone unit="para" ed="P"/>ναί.<milestone unit="para" ed="P"/>εἶτα οὐκ εἶδος ἔσται τοῦτο τὸ νοούμενον ἓν εἶναι, ἀεὶ ὂν τὸ αὐτὸ ἐπὶ πᾶσιν;<milestone unit="para" ed="P"/>ἀνάγκη αὖ φαίνεται.<milestone unit="para" ed="P"/>τί δὲ δή; εἰπεῖν τὸν Παρμενίδην, οὐκ ἀνάγκῃ ᾗ τἆλλα φῂς τῶν εἰδῶν μετέχειν ἢ δοκεῖ σοι ἐκ νοημάτων ἕκαστον εἶναι καὶ πάντα νοεῖν, ἢ νοήματα ὄντα ἀνόητα εἶναι;<milestone unit="para" ed="P"/>ἀλλʼ οὐδὲ τοῦτο, φάναι, ἔχει λόγον, ἀλλʼ, ὦ Παρμενίδη,
<milestone unit="section" resp="Stephanus" n="132d"/>μάλιστα ἔμοιγε καταφαίνεται ὧδε ἔχειν· τὰ μὲν εἴδη ταῦτα ὥσπερ παραδείγματα ἑστάναι ἐν τῇ φύσει, τὰ δὲ ἄλλα τούτοις ἐοικέναι καὶ εἶναι ὁμοιώματα, καὶ ἡ μέθεξις αὕτη τοῖς ἄλλοις γίγνεσθαι τῶν εἰδῶν οὐκ ἄλλη τις ἢ εἰκασθῆναι αὐτοῖς.<milestone unit="para" ed="P"/>εἰ οὖν τι, ἔφη, ἔοικεν τῷ εἴδει, οἷόν τε ἐκεῖνο τὸ εἶδος μὴ ὅμοιον εἶναι τῷ εἰκασθέντι, καθʼ ὅσον αὐτῷ ἀφωμοιώθη; ἢ ἔστι τις μηχανὴ τὸ ὅμοιον μὴ ὁμοίῳ ὅμοιον εἶναι;<milestone unit="para" ed="P"/>οὐκ ἔστι.<milestone unit="para" ed="P"/>τὸ δὲ ὅμοιον τῷ ὁμοίῳ ἆρʼ οὐ μεγάλη ἀνάγκη ἑνὸς τοῦ
<milestone unit="section" resp="Stephanus" n="132e"/>αὐτοῦ <del>εἴδους</del> μετέχειν;<milestone unit="para" ed="P"/>ἀνάγκη.<milestone unit="para" ed="P"/>οὗ δʼ ἂν τὰ ὅμοια μετέχοντα ὅμοια ᾖ, οὐκ ἐκεῖνο ἔσται αὐτὸ τὸ εἶδος;<milestone unit="para" ed="P"/>παντάπασι μὲν οὖν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="133"><p><said who="#Κέφαλος" rend="merge"><milestone unit="para" ed="P"/> 
						οὐκ ἄρα οἷόν τέ τι τῷ εἴδει ὅμοιον εἶναι, οὐδὲ τὸ εἶδος ἄλλῳ· εἰ δὲ μή, παρὰ τὸ εἶδος ἀεὶ ἄλλο ἀναφανήσεται εἶδος,

<milestone n="133" unit="page"/><milestone unit="section" resp="Stephanus" n="133a"/>καὶ ἂν ἐκεῖνό τῳ ὅμοιον ᾖ, ἕτερον αὖ, καὶ οὐδέποτε παύσεται ἀεὶ καινὸν εἶδος γιγνόμενον, ἐὰν τὸ εἶδος τῷ ἑαυτοῦ μετέχοντι ὅμοιον γίγνηται.<milestone unit="para" ed="P"/>ἀληθέστατα λέγεις.<milestone unit="para" ed="P"/>οὐκ ἄρα ὁμοιότητι τἆλλα τῶν εἰδῶν μεταλαμβάνει, ἀλλά τι ἄλλο δεῖ ζητεῖν ᾧ μεταλαμβάνει.<milestone unit="para" ed="P"/>ἔοικεν.<milestone unit="para" ed="P"/>ὁρᾷς οὖν, φάναι, ὦ Σώκρατες, ὅση ἡ ἀπορία ἐάν τις ὡς εἴδη ὄντα αὐτὰ καθʼ αὑτὰ διορίζηται;<milestone unit="para" ed="P"/>καὶ μάλα.<milestone unit="para" ed="P"/>εὖ τοίνυν ἴσθι, φάναι, ὅτι ὡς ἔπος εἰπεῖν οὐδέπω ἅπτῃ
<milestone unit="section" resp="Stephanus" n="133b"/>αὐτῆς ὅση ἐστὶν ἡ ἀπορία, εἰ ἓν εἶδος ἕκαστον τῶν ὄντων ἀεί τι ἀφοριζόμενος θήσεις.<milestone unit="para" ed="P"/>πῶς δή; εἰπεῖν.<milestone unit="para" ed="P"/>πολλὰ μὲν καὶ ἄλλα, φάναι, μέγιστον δὲ τόδε. εἴ τις φαίη μηδὲ προσήκειν αὐτὰ γιγνώσκεσθαι ὄντα τοιαῦτα οἷά φαμεν δεῖν εἶναι τὰ εἴδη, τῷ ταῦτα λέγοντι οὐκ ἂν ἔχοι τις ἐνδείξασθαι ὅτι ψεύδεται, εἰ μὴ πολλῶν μὲν τύχοι ἔμπειρος ὢν ὁ ἀμφισβητῶν καὶ μὴ ἀφυής, ἐθέλοι δὲ πάνυ πολλὰ καὶ πόρρωθεν πραγματευομένου τοῦ ἐνδεικνυμένου ἕπεσθαι, ἀλλʼ
<milestone unit="section" resp="Stephanus" n="133c"/>ἀπίθανος εἴη ὁ ἄγνωστα ἀναγκάζων αὐτὰ εἶναι.<milestone unit="para" ed="P"/>πῇ δή, ὦ Παρμενίδη; φάναι τὸν Σωκράτη.<milestone unit="para" ed="P"/>ὅτι, ὦ Σώκρατες, οἶμαι ἂν καὶ σὲ καὶ ἄλλον, ὅστις αὐτήν τινα καθʼ αὑτὴν ἑκάστου οὐσίαν τίθεται εἶναι, ὁμολογῆσαι ἂν πρῶτον μὲν μηδεμίαν αὐτῶν εἶναι ἐν ἡμῖν.<milestone unit="para" ed="P"/>πῶς γὰρ ἂν αὐτὴ καθʼ αὑτὴν ἔτι εἴη; φάναι τὸν Σωκράτη.<milestone unit="para" ed="P"/>καλῶς λέγεις, εἰπεῖν.<milestone unit="para" ed="P"/>οὐκοῦν καὶ ὅσαι τῶν ἰδεῶν πρὸς ἀλλήλας εἰσὶν αἵ εἰσιν, αὐταὶ πρὸς αὑτὰς τὴν οὐσίαν ἔχουσιν, ἀλλʼ οὐ πρὸς τὰ παρʼ
<milestone unit="section" resp="Stephanus" n="133d"/>ἡμῖν εἴτε ὁμοιώματα εἴτε ὅπῃ δή τις αὐτὰ τίθεται, ὧν ἡμεῖς μετέχοντες εἶναι ἕκαστα ἐπονομαζόμεθα· τὰ δὲ παρʼ ἡμῖν ταῦτα ὁμώνυμα ὄντα ἐκείνοις αὐτὰ αὖ πρὸς αὑτά ἐστιν ἀλλʼ οὐ πρὸς τὰ εἴδη, καὶ ἑαυτῶν ἀλλʼ οὐκ ἐκείνων ὅσα αὖ ὀνομάζεται οὕτως.<milestone unit="para" ed="P"/>πῶς λέγεις; φάναι τὸν Σωκράτη.<milestone unit="para" ed="P"/>οἷον, φάναι τὸν Παρμενίδην, εἴ τις ἡμῶν του δεσπότης ἢ δοῦλός ἐστιν, οὐκ αὐτοῦ δεσπότου δήπου, ὃ ἔστι δεσπότης,
<milestone unit="section" resp="Stephanus" n="133e"/>ἐκείνου δοῦλός ἐστιν, οὐδὲ αὐτοῦ δούλου, ὃ ἔστι δοῦλος, δεσπότης ὁ δεσπότης, ἀλλʼ ἄνθρωπος ὢν ἀνθρώπου ἀμφότερα ταῦτʼ ἐστίν· αὐτὴ δὲ δεσποτεία αὐτῆς δουλείας ἐστὶν ὅ ἐστι, καὶ δουλεία ὡσαύτως αὐτὴ δουλεία αὐτῆς δεσποτείας, ἀλλʼ οὐ τὰ ἐν ἡμῖν πρὸς ἐκεῖνα τὴν δύναμιν ἔχει οὐδὲ ἐκεῖνα πρὸς ἡμᾶς, ἀλλʼ, ὃ λέγω, αὐτὰ αὑτῶν καὶ πρὸς αὑτὰ ἐκεῖνά τέ ἐστι, καὶ

<milestone n="134" unit="page"/><milestone unit="section" resp="Stephanus" n="134a"/>τὰ παρʼ ἡμῖν ὡσαύτως πρὸς αὑτά.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="134"><p><said who="#Κέφαλος" rend="merge">ἢ οὐ μανθάνεις ὃ λέγω;<milestone unit="para" ed="P"/>πάνυ γʼ, εἰπεῖν τὸν Σωκράτη, μανθάνω.<milestone unit="para" ed="P"/>οὐκοῦν καὶ ἐπιστήμη, φάναι, αὐτὴ μὲν ὃ ἔστι ἐπιστήμη τῆς ὃ ἔστιν ἀλήθεια αὐτῆς ἂν ἐκείνης εἴη ἐπιστήμη;<milestone unit="para" ed="P"/>πάνυ γε.<milestone unit="para" ed="P"/>ἑκάστη δὲ αὖ τῶν ἐπιστημῶν, ἣ ἔστιν, ἑκάστου τῶν ὄντων, ὃ ἔστιν, εἴη ἂν ἐπιστήμη· ἢ οὔ;<milestone unit="para" ed="P"/>ναί.<milestone unit="para" ed="P"/>ἡ δὲ παρʼ ἡμῖν ἐπιστήμη οὐ τῆς παρʼ ἡμῖν ἂν ἀληθείας εἴη, καὶ αὖ ἑκάστη ἡ παρʼ ἡμῖν ἐπιστήμη τῶν παρʼ ἡμῖν
<milestone unit="section" resp="Stephanus" n="134b"/>ὄντων ἑκάστου ἂν ἐπιστήμη συμβαίνοι εἶναι;<milestone unit="para" ed="P"/>ἀνάγκη.<milestone unit="para" ed="P"/>ἀλλὰ μὴν αὐτά γε τὰ εἴδη, ὡς ὁμολογεῖς, οὔτε ἔχομεν οὔτε παρʼ ἡμῖν οἷόν τε εἶναι.<milestone unit="para" ed="P"/>οὐ γὰρ οὖν.<milestone unit="para" ed="P"/>γιγνώσκεται δέ γέ που ὑπʼ αὐτοῦ τοῦ εἴδους τοῦ τῆς ἐπιστήμης αὐτὰ τὰ γένη ἃ ἔστιν ἕκαστα;<milestone unit="para" ed="P"/>ναί.<milestone unit="para" ed="P"/>ὅ γε ἡμεῖς οὐκ ἔχομεν.<milestone unit="para" ed="P"/>οὐ γάρ.<milestone unit="para" ed="P"/>οὐκ ἄρα ὑπό γε ἡμῶν γιγνώσκεται τῶν εἰδῶν οὐδέν, ἐπειδὴ αὐτῆς ἐπιστήμης οὐ μετέχομεν.<milestone unit="para" ed="P"/>οὐκ ἔοικεν.<milestone unit="para" ed="P"/>ἄγνωστον ἄρα ἡμῖν καὶ αὐτὸ τὸ καλὸν ὃ ἔστι καὶ
<milestone unit="section" resp="Stephanus" n="134c"/>τὸ ἀγαθὸν καὶ πάντα ἃ δὴ ὡς ἰδέας αὐτὰς οὔσας ὑπολαμβάνομεν.<milestone unit="para" ed="P"/>κινδυνεύει.<milestone unit="para" ed="P"/>ὅρα δὴ ἔτι τούτου δεινότερον τόδε.<milestone unit="para" ed="P"/>τὸ ποῖον;<milestone unit="para" ed="P"/>φαίης ἄν που, εἴπερ ἔστιν αὐτό τι γένος ἐπιστήμης, πολὺ αὐτὸ ἀκριβέστερον εἶναι ἢ τὴν παρʼ ἡμῖν ἐπιστήμην, καὶ κάλλος καὶ τἆλλα πάντα οὕτω.<milestone unit="para" ed="P"/>ναί.<milestone unit="para" ed="P"/>οὐκοῦν εἴπερ τι ἄλλο αὐτῆς ἐπιστήμης μετέχει, οὐκ ἄν τινα μᾶλλον ἢ θεὸν φαίης ἔχειν τὴν ἀκριβεστάτην ἐπιστήμην;<milestone unit="para" ed="P"/>ἀνάγκη.
<milestone unit="section" resp="Stephanus" n="134d"/><milestone unit="para" ed="P"/>ἆρʼ οὖν οἷός τε αὖ ἔσται ὁ θεὸς τὰ παρʼ ἡμῖν γιγνώσκειν αὐτὴν ἐπιστήμην ἔχων;<milestone unit="para" ed="P"/>τί γὰρ οὔ;<milestone unit="para" ed="P"/>ὅτι, ἔφη ὁ Παρμενίδης, ὡμολόγηται ἡμῖν, ὦ Σώκρατες, μήτε ἐκεῖνα τὰ εἴδη πρὸς τὰ παρʼ ἡμῖν τὴν δύναμιν ἔχειν ἣν ἔχει, μήτε τὰ παρʼ ἡμῖν πρὸς ἐκεῖνα, ἀλλʼ αὐτὰ πρὸς αὑτὰ ἑκάτερα.<milestone unit="para" ed="P"/>ὡμολόγηται γάρ.<milestone unit="para" ed="P"/>οὐκοῦν εἰ παρὰ τῷ θεῷ αὕτη ἐστὶν ἡ ἀκριβεστάτη δεσποτεία καὶ αὕτη ἡ ἀκριβεστάτη ἐπιστήμη, οὔτʼ ἂν ἡ δεσποτεία ἡ ἐκείνων ἡμῶν ποτὲ ἂν δεσπόσειεν, οὔτʼ ἂν
<milestone unit="section" resp="Stephanus" n="134e"/>ἐπιστήμη ἡμᾶς γνοίη οὐδέ τι ἄλλο τῶν παρʼ ἡμῖν, ἀλλὰ ὁμοίως ἡμεῖς τε ἐκείνων οὐκ ἄρχομεν τῇ παρʼ ἡμῖν ἀρχῇ οὐδὲ γιγνώσκομεν τοῦ θείου οὐδὲν τῇ ἡμετέρᾳ ἐπιστήμῃ, ἐκεῖνοί τε αὖ κατὰ τὸν αὐτὸν λόγον οὔτε δεσπόται ἡμῶν εἰσὶν οὔτε γιγνώσκουσι τὰ ἀνθρώπεια πράγματα θεοὶ ὄντες.<milestone unit="para" ed="P"/>ἀλλὰ μὴ λίαν, ἔφη, <add>ᾖ</add> θαυμαστὸς ὁ λόγος, εἴ τις τὸν θεὸν ἀποστερήσει τοῦ εἰδέναι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="135"><p><said who="#Κέφαλος" rend="merge"><milestone unit="para" ed="P"/>ταῦτα μέντοι, ὦ Σώκρατες, ἔφη ὁ Παρμενίδης, καὶ ἔτι

<milestone n="135" unit="page"/><milestone unit="section" resp="Stephanus" n="135a"/>ἄλλα πρὸς τούτοις πάνυ πολλὰ ἀναγκαῖον ἔχειν τὰ εἴδη, εἰ εἰσὶν αὗται αἱ ἰδέαι τῶν ὄντων καὶ ὁριεῖταί τις αὐτό τι ἕκαστον εἶδος· ὥστε ἀπορεῖν τε τὸν ἀκούοντα καὶ ἀμφισβητεῖν ὡς οὔτε ἔστι ταῦτα, εἴ τε ὅτι μάλιστα εἴη, πολλὴ ἀνάγκη αὐτὰ εἶναι τῇ ἀνθρωπίνῃ φύσει ἄγνωστα, καὶ ταῦτα λέγοντα δοκεῖν τε τὶ λέγειν καί, ὃ ἄρτι ἐλέγομεν, θαυμαστῶς ὡς δυσανάπειστον εἶναι. καὶ ἀνδρὸς πάνυ μὲν εὐφυοῦς τοῦ δυνησομένου μαθεῖν ὡς ἔστι γένος τι ἑκάστου καὶ οὐσία αὐτὴ
<milestone unit="section" resp="Stephanus" n="135b"/>καθʼ αὑτήν, ἔτι δὲ θαυμαστοτέρου τοῦ εὑρήσοντος καὶ ἄλλον δυνησομένου διδάξαι ταῦτα πάντα ἱκανῶς διευκρινησάμενον.<milestone unit="para" ed="P"/>συγχωρῶ σοι, ἔφη, ὦ Παρμενίδη, ὁ Σωκράτης· πάνυ γάρ μοι κατὰ νοῦν λέγεις.<milestone unit="para" ed="P"/>ἀλλὰ μέντοι, εἶπεν ὁ Παρμενίδης, εἴ γέ τις δή, ὦ Σώκρατες, αὖ μὴ ἐάσει εἴδη τῶν ὄντων εἶναι, εἰς πάντα τὰ νυνδὴ καὶ ἄλλα τοιαῦτα ἀποβλέψας, μηδέ τι ὁριεῖται εἶδος ἑνὸς ἑκάστου, οὐδὲ ὅποι τρέψει τὴν διάνοιαν ἕξει, μὴ ἐῶν
<milestone unit="section" resp="Stephanus" n="135c"/>ἰδέαν τῶν ὄντων ἑκάστου τὴν αὐτὴν ἀεὶ εἶναι, καὶ οὕτως τὴν τοῦ διαλέγεσθαι δύναμιν παντάπασι διαφθερεῖ. τοῦ τοιούτου μὲν οὖν μοι δοκεῖς καὶ μᾶλλον ᾐσθῆσθαι.<milestone unit="para" ed="P"/>ἀληθῆ λέγεις, φάναι.<milestone unit="para" ed="P"/>τί οὖν ποιήσεις φιλοσοφίας πέρι; πῇ τρέψῃ ἀγνοουμένων τούτων;<milestone unit="para" ed="P"/>οὐ πάνυ μοι δοκῶ καθορᾶν ἔν γε τῷ παρόντι.<milestone unit="para" ed="P"/>πρῲ γάρ, εἰπεῖν, πρὶν γυμνασθῆναι, ὦ Σώκρατες, ὁρίζεσθαι ἐπιχειρεῖς καλόν τέ τι καὶ δίκαιον καὶ ἀγαθὸν καὶ ἓν
<milestone unit="section" resp="Stephanus" n="135d"/>ἕκαστον τῶν εἰδῶν. ἐνενόησα γὰρ καὶ πρῴην σου ἀκούων διαλεγομένου ἐνθάδε Ἀριστοτέλει τῷδε. καλὴ μὲν οὖν καὶ θεία, εὖ ἴσθι, ἡ ὁρμὴ ἣν ὁρμᾷς ἐπὶ τοὺς λόγους· ἕλκυσον δὲ σαυτὸν καὶ γύμνασαι μᾶλλον διὰ τῆς δοκούσης ἀχρήστου εἶναι καὶ καλουμένης ὑπὸ τῶν πολλῶν ἀδολεσχίας, ἕως ἔτι νέος εἶ· εἰ δὲ μή, σὲ διαφεύξεται ἡ ἀλήθεια.<milestone unit="para" ed="P"/>τίς οὖν ὁ τρόπος, φάναι, ὦ Παρμενίδη, τῆς γυμνασίας;<milestone unit="para" ed="P"/>οὗτος, εἶπεν, ὅνπερ ἤκουσας Ζήνωνος. πλὴν τοῦτό γέ
<milestone unit="section" resp="Stephanus" n="135e"/>σου καὶ πρὸς τοῦτον ἠγάσθην εἰπόντος, ὅτι οὐκ εἴας ἐν τοῖς ὁρωμένοις οὐδὲ περὶ ταῦτα τὴν πλάνην ἐπισκοπεῖν, ἀλλὰ περὶ ἐκεῖνα ἃ μάλιστά τις ἂν λόγῳ λάβοι καὶ εἴδη ἂν ἡγήσαιτο εἶναι.<milestone unit="para" ed="P"/>δοκεῖ γάρ μοι, ἔφη, ταύτῃ γε οὐδὲν χαλεπὸν εἶναι καὶ ὅμοια καὶ ἀνόμοια καὶ ἄλλο ὁτιοῦν τὰ ὄντα πάσχοντα ἀποφαίνειν.</said></p></div></div></body></text></TEI>