<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="262"><p><said who="#Ξένος"><label>ΞΕ.</label> καλῶς γε, ὦ Σώκρατες· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασιν, πλουσιώτερος εἰς τὸ γῆρας ἀναφανήσῃ φρονήσεως. νῦν δὲ τοῦτο μέν, καθάπερ διακελεύῃ, ποιητέον· τὴν δὲ ἀγελαιοτροφικὴν ἆρʼ ἐννοεῖς πῇ <milestone unit="page" resp="Stephanus" n="262"/> <milestone unit="section" resp="Stephanus" n="262a"/>  τις δίδυμον ἀποφήνας τὸ ζητούμενον ἐν διπλασίοισι τὰ νῦν ἐν τοῖς ἡμίσεσιν εἰς τότε ποιήσει ζητεῖσθαι;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> προθυμήσομαι. καί μοι δοκεῖ τῶν μὲν ἀνθρώπων ἑτέρα τις εἶναι, τῶν δʼ αὖ θηρίων ἄλλη τροφή.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> παντάπασί γε προθυμότατα καὶ ἀνδρειότατα διῄρησαι· μὴ μέντοι τοῦτό γε εἰς αὖθις κατὰ δύναμιν πάσχωμεν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ σμικρὸν μόριον ἓν πρὸς μεγάλα καὶ πολλὰ <milestone unit="section" resp="Stephanus" n="262b"/> ἀφαιρῶμεν, μηδὲ εἴδους χωρίς· ἀλλὰ τὸ μέρος ἅμα εἶδος ἐχέτω. κάλλιστον μὲν γὰρ ἀπὸ τῶν ἄλλων εὐθὺς διαχωρίζειν τὸ ζητούμενον, ἂν ὀρθῶς ἔχῃ, καθάπερ ὀλίγον σὺ πρότερον οἰηθεὶς ἔχειν τὴν διαίρεσιν ἐπέσπευσας τὸν λόγον, ἰδὼν ἐπʼ ἀνθρώπους πορευόμενον· ἀλλὰ γάρ, ὦ φίλε, λεπτουργεῖν οὐκ ἀσφαλές, διὰ μέσων δὲ ἀσφαλέστερον ἰέναι τέμνοντας, καὶ μᾶλλον ἰδέαις ἄν τις προστυγχάνοι. τοῦτο δὲ διαφέρει τὸ <milestone unit="section" resp="Stephanus" n="262c"/> πᾶν πρὸς τὰς ζητήσεις.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς, ὦ ξένε, λέγεις τοῦτο;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πειρατέον ἔτι σαφέστερον φράζειν εὐνοίᾳ τῆς σῆς φύσεως, ὦ Σώκρατες. ἐν τῷ μὲν οὖν παρεστηκότι τὰ νῦν δηλῶσαι μηδὲν ἐνδεῶς ἀδύνατον· ἐπιχειρητέον δέ τι καὶ σμικρῷ πλέον αὐτὸ προαγαγεῖν εἰς τὸ πρόσθεν σαφηνείας ἕνεκα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποῖον οὖν δὴ φράζεις διαιρουμένους ἡμᾶς οὐκ ὀρθῶς ἄρτι δρᾶν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοιόνδε, οἷον εἴ τις τἀνθρώπινον ἐπιχειρήσας δίχα <milestone unit="section" resp="Stephanus" n="262d"/> διελέσθαι γένος διαιροῖ καθάπερ οἱ πολλοὶ τῶν ἐνθάδε διανέμουσι, τὸ μὲν Ἑλληνικὸν ὡς ἓν ἀπὸ πάντων ἀφαιροῦντες χωρίς, σύμπασι δὲ τοῖς ἄλλοις γένεσιν, ἀπείροις οὖσι καὶ ἀμείκτοις καὶ ἀσυμφώνοις πρὸς ἄλληλα, βάρβαρον μιᾷ κλήσει προσειπόντες αὐτὸ διὰ ταύτην τὴν μίαν κλῆσιν καὶ γένος ἓν αὐτὸ εἶναι προσδοκῶσιν· ἢ τὸν ἀριθμόν τις αὖ νομίζοι κατʼ εἴδη δύο διαιρεῖν μυριάδα ἀποτεμνόμενος ἀπὸ πάντων, <milestone unit="section" resp="Stephanus" n="262e"/> ὡς ἓν εἶδος ἀποχωρίζων, καὶ τῷ λοιπῷ δὴ παντὶ θέμενος ἓν ὄνομα διὰ τὴν κλῆσιν αὖ καὶ τοῦτʼ ἀξιοῖ γένος ἐκείνου χωρὶς ἕτερον ἓν γίγνεσθαι. κάλλιον δέ που καὶ μᾶλλον κατʼ εἴδη καὶ δίχα διαιροῖτʼ ἄν, εἰ τὸν μὲν ἀριθμὸν ἀρτίῳ καὶ περιττῷ τις τέμνοι, τὸ δὲ αὖ τῶν ἀνθρώπων γένος ἄρρενι καὶ θήλει, Λυδοὺς δὲ ἢ Φρύγας ἤ τινας ἑτέρους πρὸς ἅπαντας τάττων ἀποσχίζοι τότε, ἡνίκα ἀποροῖ γένος ἅμα καὶ μέρος εὑρίσκειν <milestone unit="page" resp="Stephanus" n="263"/> <milestone unit="section" resp="Stephanus" n="263a"/>  ἑκάτερον τῶν σχισθέντων.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="263"><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ὀρθότατα· ἀλλὰ γὰρ τοῦτο αὐτό, ὦ ξένε, πῶς ἄν τις γένος καὶ μέρος ἐναργέστερον γνοίη, ὡς οὐ ταὐτόν ἐστον ἀλλʼ ἕτερον ἀλλήλοιν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὦ βέλτιστε ἀνδρῶν, οὐ φαῦλον προστάττεις, Σώκρατες. ἡμεῖς μὲν καὶ νῦν μακροτέραν τοῦ δέοντος ἀπὸ τοῦ προτεθέντος λόγου πεπλανήμεθα, σὺ δὲ ἔτι πλέον ἡμᾶς κελεύεις πλανηθῆναι. νῦν μὲν οὖν, ὥσπερ εἰκός, ἐπανίωμεν <milestone unit="section" resp="Stephanus" n="263b"/> πάλιν· ταῦτα δὲ εἰς αὖθις κατὰ σχολὴν καθάπερ ἰχνεύοντες μέτιμεν. οὐ μὴν ἀλλὰ τοῦτό γε αὖ παντάπασιν φύλαξαι, μή ποτε παρʼ ἐμοῦ δόξῃς αὐτὸ ἐναργῶς διωρισμένον ἀκηκοέναι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἶδός τε καὶ μέρος ἕτερον ἀλλήλων εἶναι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὡς εἶδος μὲν ὅταν ᾖ του, καὶ μέρος αὐτὸ ἀναγκαῖον εἶναι τοῦ πράγματος ὅτουπερ ἂν εἶδος λέγηται· μέρος δὲ εἶδος οὐδεμία ἀνάγκη. ταύτῃ με ἢ ʼκείνῃ μᾶλλον, ὦ Σώκρατες, ἀεὶ φάθι λέγειν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ταῦτʼ ἔσται.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="263c"/><label>ΞΕ.</label> φράσον δή μοι τὸ μετὰ τοῦτο.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ τῆς ἀποπλανήσεως ὁπόθεν ἡμᾶς δεῦρʼ ἤγαγεν. οἶμαι μὲν γὰρ μάλιστα, ὅθεν ἐρωτηθεὶς σὺ τὴν ἀγελαιοτροφίαν ὅπῃ διαιρετέον εἶπες μάλα προθύμως δύʼ εἶναι ζῴων γένη, τὸ μὲν ἀνθρώπινον, ἕτερον δὲ τῶν ἄλλων συμπάντων θηρίων ἕν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἀληθῆ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ ἔμοιγε δὴ τότʼ ἐφάνης μέρος ἀφαιρῶν ἡγεῖσθαι καταλιπεῖν τὸ λοιπὸν αὖ πάντων γένος ἕν, ὅτι πᾶσι ταὐτὸν <milestone unit="section" resp="Stephanus" n="263d"/> ἐπονομάζειν ἔσχες ὄνομα, θηρία καλέσας.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἦν καὶ ταῦτα οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε, ὦ πάντων ἀνδρειότατε, τάχʼ ἄν, εἴ που φρόνιμόν ἐστί τι ζῷον ἕτερον, οἷον δοκεῖ τὸ τῶν γεράνων, ἤ τι τοιοῦτον ἄλλο, ὃ κατὰ ταὐτὰ ἴσως διονομάζει καθάπερ καὶ σύ, γεράνους μὲν ἓν γένος ἀντιτιθὲν τοῖς ἄλλοις ζῴοις καὶ σεμνῦνον αὐτὸ ἑαυτό, τὰ δὲ ἄλλα μετὰ τῶν ἀνθρώπων συλλαβὸν εἰς ταὐτὸ οὐδὲν ἄλλο πλὴν ἴσως θηρία προσείποι. <milestone unit="section" resp="Stephanus" n="263e"/> πειραθῶμεν οὖν ἡμεῖς ἐξευλαβεῖσθαι πάνθʼ ὁπόσα τοιαῦτα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ πᾶν τὸ τῶν ζῴων γένος διαιρούμενοι, ἵνα ἧττον αὐτὰ πάσχωμεν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐδὲν γὰρ δεῖ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ γὰρ οὖν καὶ τότε ἡμαρτάνετο ταύτῃ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς γνωστικῆς ὅσον ἐπιτακτικὸν ἡμῖν μέρος ἦν που τοῦ ζῳοτροφικοῦ γένους, ἀγελαίων μὴν ζῴων. ἦ γάρ;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="264"><p><said who="#Ξένος"><milestone unit="page" resp="Stephanus" n="264"/><milestone unit="section" resp="Stephanus" n="264a"/><label>ΞΕ.</label> διῄρητο τοίνυν ἤδη καὶ τότε σύμπαν τὸ ζῷον τῷ τιθασῷ καὶ ἀγρίῳ. τὰ μὲν γὰρ ἔχοντα τιθασεύεσθαι φύσιν ἥμερα προσείρηται, τὰ δὲ μὴ ʼθέλοντα ἄγρια.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καλῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἣν δέ γε θηρεύομεν ἐπιστήμην, ἐν τοῖς ἡμέροις ἦν τε καὶ ἔστιν, ἐπὶ τοῖς ἀγελαίοις μὴν ζητητέα θρέμμασιν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ τοίνυν διαιρώμεθα ὥσπερ τότε πρὸς ἅπαντα ἀποβλέψαντες, μηδὲ σπεύσαντες, ἵνα δὴ ταχὺ γενώμεθα <milestone unit="section" resp="Stephanus" n="264b"/> πρὸς τῇ πολιτικῇ. πεποίηκε γὰρ ἡμᾶς καὶ νῦν παθεῖν τὸ κατὰ τὴν παροιμίαν πάθος.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐχ ἡσύχους εὖ διαιροῦντας ἠνυκέναι βραδύτερον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καὶ καλῶς γε, ὦ ξένε, πεποίηκε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταῦτʼ ἔστω. πάλιν δʼ οὖν ἐξ ἀρχῆς τὴν κοινοτροφικὴν πειρώμεθα διαιρεῖν· ἴσως γὰρ καὶ τοῦτο ὃ σὺ προθυμῇ διαπεραινόμενος ὁ λόγος αὐτός σοι κάλλιον μηνύσει. καί μοι φράζε.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποῖον δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τόδε, εἴ τινων πολλάκις ἄρα διακήκοας· οὐ γὰρ δὴ <milestone unit="section" resp="Stephanus" n="264c"/> προστυχής γε αὐτὸς οἶδʼ ὅτι γέγονας ταῖς ἐν τῷ Νείλῳ τιθασείαις τῶν ἰχθύων καὶ τῶν ἐν ταῖς βασιλικαῖς λίμναις. ἐν μὲν γὰρ κρήναις τάχʼ ἂν ἴσως εἴης ᾐσθημένος.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ μὲν οὖν καὶ ταῦτα τεθέαμαι κἀκεῖνα πολλῶν ἀκήκοα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν χηνοβωτίας γε καὶ γερανοβωτίας, εἰ καὶ μὴ πεπλάνησαι περὶ τὰ Θετταλικὰ πεδία, πέπυσαι γοῦν καὶ πιστεύεις εἶναι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="264d"/><label>ΞΕ.</label> τοῦδʼ ἕνεκά τοι πάντα ἠρώτησα ταῦτα, διότι τῆς τῶν ἀγελαίων τροφῆς ἔστι μὲν ἔνυδρον, ἔστι δὲ καὶ ξηροβατικόν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔστι γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρʼ οὖν καὶ σοὶ συνδοκεῖ ταύτῃ δεῖν διχάζειν τὴν κοινοτροφικὴν ἐπιστήμην, ἐφʼ ἑκατέρῳ τούτων τὸ μέρος αὐτῆς ἐπινέμοντας ἑκάτερον, τὸ μὲν ἕτερον ὑγροτροφικὸν ὀνομάζοντας, τὸ δʼ ἕτερον ξηροτροφικόν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔμοιγε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν καὶ τὸ βασιλικὸν οὕτως οὐ ζητήσομεν <milestone unit="section" resp="Stephanus" n="264e"/> ὁποτέρας ἐστὶ τῆς τέχνης· δῆλον <del>δὴ</del> γὰρ παντί.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πᾶς μὲν δὴ τό γε ξηροτροφικὸν τῆς ἀγελαιοτροφίας διέλοιτʼ ἂν φῦλον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῷ πτηνῷ τε καὶ πεζῷ διορισάμενος.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τὸ πολιτικὸν ἦ περὶ τὸ πεζὸν ζητητέον; ἢ οὐκ οἴει καὶ τὸν ἀφρονέστατον ὡς ἔπος εἰπεῖν δοξάζειν οὕτως;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔγωγε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν δὲ πεζονομικήν, καθάπερ ἄρτι τὸν ἀριθμόν, δεῖ τεμνομένην δίχα ἀποφαίνειν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> δῆλον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="265"><p><said who="#Ξένος"><milestone unit="page" resp="Stephanus" n="265"/><milestone unit="section" resp="Stephanus" n="265a"/><label>ΞΕ.</label> καὶ μὴν ἐφʼ ὅ γε μέρος ὥρμηκεν ἡμῖν ὁ λόγος, ἐπʼ ἐκεῖνο δύο τινὲ καθορᾶν ὁδὼ τεταμένα φαίνεται, τὴν μὲν θάττω, πρὸς μέγα μέρος σμικρὸν διαιρουμένην, τὴν δέ, ὅπερ ἐν τῷ πρόσθεν ἐλέγομεν ὅτι δεῖ μεσοτομεῖν ὡς μάλιστα, τοῦτʼ ἔχουσαν μᾶλλον, μακροτέραν γε μήν. ἔξεστιν οὖν ὁποτέραν ἂν βουληθῶμεν, ταύτην πορευθῆναι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί δέ; ἀμφοτέρας ἀδύνατον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἅμα γʼ, ὦ θαυμαστέ· ἐν μέρει γε μὴν δῆλον ὅτι δυνατόν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="265b"/><label>ΝΕ. ΣΩ.</label> ἐν μέρει τοίνυν ἔγωγε ἀμφοτέρας αἱροῦμαι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ῥᾴδιον, ἐπειδὴ τὸ λοιπὸν βραχύ· κατʼ ἀρχὰς μὴν καὶ μεσοῦσιν ἅμα τῆς πορείας χαλεπὸν ἂν ἦν ἡμῖν τὸ πρόσταγμα. νῦν δʼ, ἐπειδὴ δοκεῖ ταύτῃ, τὴν μακροτέραν πρότερον ἴωμεν· νεαλέστεροι γὰρ ὄντες ῥᾷον αὐτὴν πορευσόμεθα. τὴν δὲ δὴ διαίρεσιν ὅρα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> λέγε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὰ πεζὰ ἡμῖν τῶν ἡμέρων, ὅσαπερ ἀγελαῖα, διῃρημένα ἐστὶ φύσει δίχα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τίνι;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῷ τῶν μὲν τὴν γένεσιν ἄκερων εἶναι, τῶν δὲ κερασφόρον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="265c"/><label>ΝΕ. ΣΩ.</label> φαίνεται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν δὴ πεζονομικὴν διελὼν ἀπόδος ἑκατέρῳ τῷ μέρει λόγῳ χρώμενος. ἂν γὰρ ὀνομάζειν αὐτὰ βουληθῇς, ἔσται σοι περιπεπλεγμένον μᾶλλον τοῦ δέοντος.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς οὖν χρὴ λέγειν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὧδε· τῆς πεζονομικῆς ἐπιστήμης δίχα διαιρεθείσης τὸ μόριον θάτερον ἐπὶ τῷ κερασφόρῳ μέρει τῷ τῆς ἀγέλης ἐπιτετάχθαι, τὸ δὲ ἕτερον ἐπὶ τῷ τῆς ἀκεράτου.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="265d"/><label>ΝΕ. ΣΩ.</label> ταῦτʼ ἔστω ταύτῃ λεχθέντα· πάντως γὰρ ἱκανῶς δεδήλωται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ὅ γε βασιλεὺς ἡμῖν αὖ καταφανὴς ὅτι κολοβὸν ἀγέλην τινὰ κεράτων νομεύει.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς γὰρ οὐ δῆλος;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταύτην τοίνυν καταθραύσαντες τὸ γιγνόμενον αὐτῷ πειρώμεθα ἀποδοῦναι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πότερον οὖν βούλει τῷ σχιστῷ τε καὶ τῷ καλουμένῳ μώνυχι διαιρεῖν αὐτὴν ἢ τῇ κοινογονίᾳ τε καὶ ἰδιογονίᾳ; μανθάνεις γάρ που.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="265e"/><label>ΞΕ.</label> ὅτι τὸ μὲν τῶν ἵππων καὶ ὄνων πέφυκεν ἐξ ἀλλήλων γεννᾶν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε λοιπὸν ἔτι τῆς λείας ἀγέλης τῶν ἡμέρων ἀμιγὲς γένει πρὸς ἄλληλα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ; ὁ πολιτικὸς ἄρʼ ἐπιμέλειαν ἔχειν φαίνεται πότερα κοινογενοῦς φύσεως ἤ τινος ἰδιογενοῦς;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> δῆλον ὅτι τῆς ἀμείκτου.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταύτην δὴ δεῖ καθάπερ τὰ ἔμπροσθεν, ὡς ἔοικεν, ἡμᾶς δίχα διαστέλλειν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> δεῖ γὰρ οὖν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="266"><p><said who="#Ξένος"><milestone unit="page" resp="Stephanus" n="266"/><milestone unit="section" resp="Stephanus" n="266a"/><label>ΞΕ.</label> καὶ μὴν τό γε ζῷον, ὅσον ἥμερον καὶ ἀγελαῖον, σχεδὸν πλὴν γενοῖν δυοῖν πᾶν ἤδη κατακεκερμάτισται. τὸ γὰρ τῶν κυνῶν οὐκ ἐπάξιον καταριθμεῖν γένος ὡς ἐν ἀγελαίοις θρέμμασιν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐ γὰρ οὖν. ἀλλὰ τίνι δὴ τὼ δύο διαιροῦμεν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὧιπερ καὶ δίκαιόν γε Θεαίτητόν τε καὶ σὲ διανέμειν, ἐπειδὴ καὶ γεωμετρίας ἅπτεσθον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τῷ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῇ διαμέτρῳ δήπου καὶ πάλιν τῇ τῆς διαμέτρου διαμέτρῳ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς εἶπες;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="266b"/><label>ΞΕ.</label> ἡ φύσις, ἣν τὸ γένος ἡμῶν τῶν ἀνθρώπων κέκτηται, μῶν ἄλλως πως εἰς τὴν πορείαν πέφυκεν ἢ καθάπερ ἡ διάμετρος ἡ δυνάμει δίπους;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐκ ἄλλως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ἥ γε τοῦ λοιποῦ γένους πάλιν ἐστὶ κατὰ δύναμιν αὖ τῆς ἡμετέρας δυνάμεως διάμετρος, εἴπερ δυοῖν γέ ἐστι ποδοῖν δὶς πεφυκυῖα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὐκ ἔστι; καὶ δὴ καὶ σχεδὸν ὃ βούλει δηλοῦν μανθάνω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πρὸς δὴ τούτοις ἕτερον αὖ τι τῶν πρὸς γέλωτα <milestone unit="section" resp="Stephanus" n="266c"/> εὐδοκιμησάντων ἄν, ὦ Σώκρατες, ἆρα καθορῶμεν ἡμῖν γεγονὸς ἐν τοῖς διῃρημένοις;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τἀνθρώπινον ἡμῶν ἅμα γένος συνειληχὸς καὶ συνδεδραμηκὸς γένει τῷ τῶν ὄντων γενναιοτάτῳ καὶ ἅμα εὐχερεστάτῳ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καθορῶ καὶ μάλʼ ἀτόπως συμβαῖνον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ; οὐκ εἰκὸς ὕστατα ἀφικνεῖσθαι τὰ βραδύτατα;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί, τοῦτό γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τόδε δὲ οὐκ ἐννοοῦμεν, ὡς ἔτι γελοιότερος ὁ βασιλεὺς φαίνεται μετὰ τῆς ἀγέλης συνδιαθέων καὶ σύνδρομα <milestone unit="section" resp="Stephanus" n="266d"/> πεπορευμένος τῷ τῶν ἀνδρῶν αὖ πρὸς τὸν εὐχερῆ βίον ἄριστα γεγυμνασμένῳ;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> νῦν γάρ, ὦ Σώκρατες, ἐκεῖνό ἐστι καταφανὲς μᾶλλον τὸ ῥηθὲν τότʼ ἐν τῇ περὶ τὸν σοφιστὴν ζητήσει.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὅτι τῇ τοιᾷδε μεθόδῳ τῶν λόγων οὔτε σεμνοτέρου μᾶλλον ἐμέλησεν ἢ μή, τόν τε σμικρότερον οὐδὲν ἠτίμακε πρὸ τοῦ μείζονος, ἀεὶ δὲ καθʼ αὑτὴν περαίνει τἀληθέστατον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔοικεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν μετὰ τοῦτο, ἵνα μή με φθῇς ἐρωτήσας τὴν <milestone unit="section" resp="Stephanus" n="266e"/> βραχυτέραν ὁδὸν ἥτις τότε ἦν ἐπὶ τὸν τοῦ βασιλέως ὅρον, αὐτός σοι πρότερον ἔλθω;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> σφόδρα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λέγω δὴ δεῖν τότε εὐθὺς τὸ πεζὸν τῷ δίποδι πρὸς τὸ τετράπουν γένος διανεῖμαι, κατιδόντα δὲ τἀνθρώπινον ἔτι μόνῳ τῷ πτηνῷ συνειληχὸς τὴν δίποδα ἀγέλην πάλιν τῷ ψιλῷ καὶ τῷ πτεροφυεῖ τέμνειν, τμηθείσης δὲ αὐτῆς καὶ τότʼ ἤδη τῆς ἀνθρωπονομικῆς δηλωθείσης τέχνης, φέροντα τὸν πολιτικὸν καὶ βασιλικὸν οἷον ἡνίοχον εἰς αὐτὴν ἐνστήσαντα, παραδοῦναι τὰς τῆς πόλεως ἡνίας ὡς οἰκείας καὶ αὐτῷ ταύτης οὔσης τῆς ἐπιστήμης.</said></p></div></div></body></text></TEI>