<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="266"><p><said who="#Ξένος"><milestone n="266" unit="page"/><milestone unit="section" resp="Stephanus" n="266a"/><label>ΞΕ.</label> οἷον τότε μὲν κατὰ πλάτος τέμνων τὴν ποιητικὴν πᾶσαν, νῦν δὲ αὖ κατὰ μῆκος.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τετμήσθω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τέτταρα μὴν αὐτῆς οὕτω τὰ πάντα μέρη γίγνεται, δύο μὲν τὰ πρὸς ἡμῶν, ἀνθρώπεια, δύο δʼ αὖ τὰ πρὸς θεῶν, θεῖα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὰ δέ γʼ ὡς ἑτέρως αὖ διῃρημένα, μέρος μὲν ἓν ἀφʼ ἑκατέρας τῆς μερίδος αὐτοποιητικόν, τὼ δʼ ὑπολοίπω σχεδὸν μάλιστʼ ἂν λεγοίσθην εἰδωλοποιικώ· καὶ κατὰ ταῦτα δὴ πάλιν ἡ ποιητικὴ διχῇ διαιρεῖται.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="266b"/><label>ΘΕΑΙ.</label> λέγε ὅπῃ ἑκατέρα αὖθις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἡμεῖς μέν που καὶ τἆλλα ζῷα καὶ ἐξ ὧν τὰ πεφυκότʼ ἐστίν, πῦρ καὶ ὕδωρ καὶ τὰ τούτων ἀδελφά, θεοῦ γεννήματα πάντα ἴσμεν αὐτὰ ἀπειργασμένα ἕκαστα· ἢ πῶς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τούτων δέ γε ἑκάστων εἴδωλα ἀλλʼ οὐκ αὐτὰ παρέπεται, δαιμονίᾳ καὶ ταῦτα μηχανῇ γεγονότα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖα;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τά τε ἐν τοῖς ὕπνοις καὶ ὅσα μεθʼ ἡμέραν φαντάσματα αὐτοφυῆ λέγεται, σκιὰ μὲν ὅταν ἐν τῷ πυρὶ σκότος
<milestone unit="section" resp="Stephanus" n="266c"/>  ἐγγίγνηται, διπλοῦν δὲ ἡνίκʼ ἂν φῶς οἰκεῖόν τε καὶ ἀλλότριον περὶ τὰ λαμπρὰ καὶ λεῖα εἰς ἓν συνελθὸν τῆς ἔμπροσθεν εἰωθυίας ὄψεως ἐναντίαν αἴσθησιν παρέχον εἶδος ἀπεργάζηται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δύο γὰρ οὖν ἐστι ταῦτα θείας ἔργα ποιήσεως, αὐτό τε καὶ τὸ παρακολουθοῦν εἴδωλον ἑκάστῳ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ τὴν ἡμετέραν τέχνην; ἆρʼ οὐκ αὐτὴν μὲν οἰκίαν οἰκοδομικῇ φήσομεν ποιεῖν, γραφικῇ δέ τινʼ ἑτέραν, οἷον ὄναρ ἀνθρώπινον ἐγρηγορόσιν ἀπειργασμένην;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="266d"/><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν καὶ τἆλλα οὕτω κατὰ δύο διττὰ ἔργα τῆς ἡμετέρας αὖ ποιητικῆς πράξεως, τὸ μὲν αὐτό, φαμέν, <del>αὐτουργική</del>, τὸ δὲ εἴδωλον <del>εἰδωλοποιική</del>.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> νῦν μᾶλλον ἔμαθον, καὶ τίθημι δύο διχῇ ποιητικῆς εἴδει· θείαν μὲν καὶ ἀνθρωπίνην κατὰ θάτερον τμῆμα, κατὰ δὲ θάτερον τὸ μὲν αὐτῶν ὄν, τὸ δὲ ὁμοιωμάτων τινῶν γέννημα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς τοίνυν εἰδωλουργικῆς ἀναμνησθῶμεν ὅτι τὸ μὲν εἰκαστικόν, τὸ δὲ φανταστικὸν ἔμελλεν εἶναι γένος, εἰ τὸ
<milestone unit="section" resp="Stephanus" n="266e"/> ψεῦδος ὄντως ὂν ψεῦδος καὶ τῶν ὄντων ἕν τι φανείη πεφυκός.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἦν γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν ἐφάνη τε καὶ διὰ ταῦτα δὴ καταριθμήσομεν αὐτὼ νῦν ἀναμφισβητήτως εἴδη δύο;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p></div></div></body></text></TEI>