<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="266"><p><said who="#Ξένος"><milestone n="266" unit="page"/><milestone unit="section" resp="Stephanus" n="266a"/><label>ΞΕ.</label> οἷον τότε μὲν κατὰ πλάτος τέμνων τὴν ποιητικὴν πᾶσαν, νῦν δὲ αὖ κατὰ μῆκος.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τετμήσθω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τέτταρα μὴν αὐτῆς οὕτω τὰ πάντα μέρη γίγνεται, δύο μὲν τὰ πρὸς ἡμῶν, ἀνθρώπεια, δύο δʼ αὖ τὰ πρὸς θεῶν, θεῖα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὰ δέ γʼ ὡς ἑτέρως αὖ διῃρημένα, μέρος μὲν ἓν ἀφʼ ἑκατέρας τῆς μερίδος αὐτοποιητικόν, τὼ δʼ ὑπολοίπω σχεδὸν μάλιστʼ ἂν λεγοίσθην εἰδωλοποιικώ· καὶ κατὰ ταῦτα δὴ πάλιν ἡ ποιητικὴ διχῇ διαιρεῖται.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="266b"/><label>ΘΕΑΙ.</label> λέγε ὅπῃ ἑκατέρα αὖθις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἡμεῖς μέν που καὶ τἆλλα ζῷα καὶ ἐξ ὧν τὰ πεφυκότʼ ἐστίν, πῦρ καὶ ὕδωρ καὶ τὰ τούτων ἀδελφά, θεοῦ γεννήματα πάντα ἴσμεν αὐτὰ ἀπειργασμένα ἕκαστα· ἢ πῶς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τούτων δέ γε ἑκάστων εἴδωλα ἀλλʼ οὐκ αὐτὰ παρέπεται, δαιμονίᾳ καὶ ταῦτα μηχανῇ γεγονότα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖα;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τά τε ἐν τοῖς ὕπνοις καὶ ὅσα μεθʼ ἡμέραν φαντάσματα αὐτοφυῆ λέγεται, σκιὰ μὲν ὅταν ἐν τῷ πυρὶ σκότος
<milestone unit="section" resp="Stephanus" n="266c"/>  ἐγγίγνηται, διπλοῦν δὲ ἡνίκʼ ἂν φῶς οἰκεῖόν τε καὶ ἀλλότριον περὶ τὰ λαμπρὰ καὶ λεῖα εἰς ἓν συνελθὸν τῆς ἔμπροσθεν εἰωθυίας ὄψεως ἐναντίαν αἴσθησιν παρέχον εἶδος ἀπεργάζηται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δύο γὰρ οὖν ἐστι ταῦτα θείας ἔργα ποιήσεως, αὐτό τε καὶ τὸ παρακολουθοῦν εἴδωλον ἑκάστῳ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ τὴν ἡμετέραν τέχνην; ἆρʼ οὐκ αὐτὴν μὲν οἰκίαν οἰκοδομικῇ φήσομεν ποιεῖν, γραφικῇ δέ τινʼ ἑτέραν, οἷον ὄναρ ἀνθρώπινον ἐγρηγορόσιν ἀπειργασμένην;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="266d"/><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν καὶ τἆλλα οὕτω κατὰ δύο διττὰ ἔργα τῆς ἡμετέρας αὖ ποιητικῆς πράξεως, τὸ μὲν αὐτό, φαμέν, <del>αὐτουργική</del>, τὸ δὲ εἴδωλον <del>εἰδωλοποιική</del>.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> νῦν μᾶλλον ἔμαθον, καὶ τίθημι δύο διχῇ ποιητικῆς εἴδει· θείαν μὲν καὶ ἀνθρωπίνην κατὰ θάτερον τμῆμα, κατὰ δὲ θάτερον τὸ μὲν αὐτῶν ὄν, τὸ δὲ ὁμοιωμάτων τινῶν γέννημα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς τοίνυν εἰδωλουργικῆς ἀναμνησθῶμεν ὅτι τὸ μὲν εἰκαστικόν, τὸ δὲ φανταστικὸν ἔμελλεν εἶναι γένος, εἰ τὸ
<milestone unit="section" resp="Stephanus" n="266e"/> ψεῦδος ὄντως ὂν ψεῦδος καὶ τῶν ὄντων ἕν τι φανείη πεφυκός.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἦν γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν ἐφάνη τε καὶ διὰ ταῦτα δὴ καταριθμήσομεν αὐτὼ νῦν ἀναμφισβητήτως εἴδη δύο;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="267"><p><said who="#Ξένος"><milestone n="267" unit="page"/><milestone unit="section" resp="Stephanus" n="267a"/><label>ΞΕ.</label> τὸ τοίνυν φανταστικὸν αὖθις διορίζωμεν δίχα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῇ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὲν διʼ ὀργάνων γιγνόμενον, τὸ δὲ αὐτοῦ παρέχοντος ἑαυτὸν ὄργανον τοῦ ποιοῦντος τὸ φάντασμα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς φῄς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὅταν οἶμαι τὸ σὸν σχῆμά τις τῷ ἑαυτοῦ χρώμενος σώματι προσόμοιον ἢ φωνὴν φωνῇ φαίνεσθαι ποιῇ, μίμησις τοῦτο τῆς φανταστικῆς μάλιστα κέκληταί που.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μιμητικὸν δὴ τοῦτο αὐτῆς προσειπόντες ἀπονειμώμεθα· τὸ δʼ ἄλλο πᾶν ἀφῶμεν μαλακισθέντες καὶ παρέντες
<milestone unit="section" resp="Stephanus" n="267b"/> ἑτέρῳ συναγαγεῖν τε εἰς ἓν καὶ πρέπουσαν ἐπωνυμίαν ἀποδοῦναί τινʼ αὐτῷ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> νενεμήσθω, τὸ δὲ μεθείσθω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν καὶ τοῦτο ἔτι διπλοῦν, ὦ Θεαίτητε, ἄξιον ἡγεῖσθαι· διʼ ἃ δέ, σκόπει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῶν μιμουμένων οἱ μὲν εἰδότες ὃ μιμοῦνται τοῦτο πράττουσιν, οἱ δʼ οὐκ εἰδότες. καίτοι τίνα μείζω διαίρεσιν ἀγνωσίας τε καὶ γνώσεως θήσομεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδεμίαν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν τό γε ἄρτι λεχθὲν εἰδότων ἦν μίμημα; τὸ γὰρ σὸν σχῆμα καὶ σὲ γιγνώσκων ἄν τις μιμήσαιτο.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="267c"/><label>ΘΕΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ δικαιοσύνης τὸ σχῆμα καὶ ὅλης συλλήβδην ἀρετῆς; ἆρʼ οὐκ ἀγνοοῦντες μέν, δοξάζοντες δέ πῃ, σφόδρα ἐπιχειροῦσιν πολλοὶ τὸ δοκοῦν σφίσιν τοῦτο ὡς ἐνὸν αὐτοῖς προθυμεῖσθαι φαίνεσθαι ποιεῖν, ὅτι μάλιστα ἔργοις τε καὶ λόγοις μιμούμενοι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ πάνυ γε πολλοί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μῶν οὖν πάντες ἀποτυγχάνουσι τοῦ δοκεῖν εἶναι δίκαιοι μηδαμῶς ὄντες; ἢ τούτου πᾶν τοὐναντίον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πᾶν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="267d"/><label>ΞΕ.</label> μιμητὴν δὴ τοῦτόν γε ἕτερον ἐκείνου λεκτέον οἶμαι, τὸν ἀγνοοῦντα τοῦ γιγνώσκοντος.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πόθεν οὖν ὄνομα ἑκατέρῳ τις αὐτῶν λήψεται πρέπον; ἢ δῆλον δὴ χαλεπὸν ὄν, διότι τῆς τῶν γενῶν κατʼ εἴδη διαιρέσεως παλαιά τις, ὡς ἔοικεν, ἀργία τοῖς ἔμπροσθεν καὶ ἀσύννους παρῆν, ὥστε μηδʼ ἐπιχειρεῖν μηδένα διαιρεῖσθαι· καθὸ δὴ τῶν ὀνομάτων ἀνάγκη μὴ σφόδρα εὐπορεῖν. ὅμως δέ, κἂν εἰ τολμηρότερον εἰρῆσθαι, διαγνώσεως ἕνεκα τὴν
<milestone unit="section" resp="Stephanus" n="267e"/> μὲν μετὰ δόξης μίμησιν δοξομιμητικὴν προσείπωμεν, τὴν δὲ μετʼ ἐπιστήμης ἱστορικήν τινα μίμησιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔστω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> θατέρῳ τοίνυν χρηστέον· ὁ γὰρ σοφιστὴς οὐκ ἐν τοῖς εἰδόσιν ἦν ἀλλʼ ἐν τοῖς μιμουμένοις δή.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ μάλα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸν δοξομιμητὴν δὴ σκοπώμεθα ὥσπερ σίδηρον, εἴτε ὑγιὴς εἴτε διπλόην ἔτʼ ἔχων τινά ἐστιν ἐν αὑτῷ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σκοπῶμεν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="268"><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἔχει τοίνυν καὶ μάλα συχνήν. ὁ μὲν γὰρ εὐήθης
<milestone n="268" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="268a"/>  αὐτῶν ἐστιν, οἰόμενος εἰδέναι ταῦτα ἃ δοξάζει· τὸ δὲ θατέρου σχῆμα διὰ τὴν ἐν τοῖς λόγοις κυλίνδησιν ἔχει πολλὴν ὑποψίαν καὶ φόβον ὡς ἀγνοεῖ ταῦτα ἃ πρὸς τοὺς ἄλλους ὡς εἰδὼς ἐσχημάτισται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν ἔστιν ἑκατέρου γένος ὧν εἴρηκας.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν τὸν μὲν ἁπλοῦν μιμητήν τινα, τὸν δὲ εἰρωνικὸν μιμητὴν θήσομεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> εἰκὸς γοῦν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τούτου δʼ αὖ τὸ γένος ἓν ἢ δύο φῶμεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὅρα σύ.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="268b"/><label>ΞΕ.</label> σκοπῶ, καί μοι διττὼ καταφαίνεσθόν τινε· τὸν μὲν δημοσίᾳ τε καὶ μακροῖς λόγοις πρὸς πλήθη δυνατὸν εἰρωνεύεσθαι καθορῶ, τὸν δὲ ἰδίᾳ τε καὶ βραχέσι λόγοις ἀναγκάζοντα τὸν προσδιαλεγόμενον ἐναντιολογεῖν αὐτὸν αὑτῷ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγεις ὀρθότατα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τίνα οὖν ἀποφαινώμεθα τὸν μακρολογώτερον εἶναι; πότερα πολιτικὸν ἢ δημολογικόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δημολογικόν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ τὸν ἕτερον ἐροῦμεν; σοφὸν ἢ σοφιστικόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ μέν που σοφὸν ἀδύνατον, ἐπείπερ οὐκ εἰδότα
<milestone unit="section" resp="Stephanus" n="268c"/>  αὐτὸν ἔθεμεν· μιμητὴς δʼ ὢν τοῦ σοφοῦ δῆλον ὅτι παρωνύμιον αὐτοῦ τι λήψεται, καὶ σχεδὸν ἤδη μεμάθηκα ὅτι τοῦτον δεῖ προσειπεῖν ἀληθῶς αὐτὸν ἐκεῖνον τὸν παντάπασιν ὄντως σοφιστήν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν συνδήσομεν αὐτοῦ, καθάπερ ἔμπροσθεν, τοὔνομα συμπλέξαντες ἀπὸ τελευτῆς ἐπʼ ἀρχήν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δὴ τῆς ἐναντιοποιολογικῆς εἰρωνικοῦ μέρους τῆς δοξαστικῆς μιμητικόν, τοῦ φανταστικοῦ γένους ἀπὸ τῆς
<milestone unit="section" resp="Stephanus" n="268d"/>  εἰδωλοποιικῆς οὐ θεῖον ἀλλʼ ἀνθρωπικὸν τῆς ποιήσεως ἀφωρισμένον ἐν λόγοις τὸ θαυματοποιικὸν μόριον, <q>ταύτης τῆς γενεᾶς τε καὶ αἵματος</q> ὃς ἂν φῇ τὸν ὄντως σοφιστὴν εἶναι, τἀληθέστατα, ὡς ἔοικεν, ἐρεῖ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p></div></div></body></text></TEI>