<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="263"><p><said who="#Θεαίτητος"><milestone n="263" unit="page"/><milestone unit="section" resp="Stephanus" n="263a"/><label>ΘΕΑΙ.</label> ταῦτʼ ἔσται κατὰ δύναμιν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label><q><term>Θεαίτητος κάθηται</term>.</q> μῶν μὴ μακρὸς ὁ λόγος;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὔκ, ἀλλὰ μέτριος.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σὸν ἔργον δὴ φράζειν περὶ οὗ τʼ ἐστὶ καὶ ὅτου.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δῆλον ὅτι περὶ ἐμοῦ τε καὶ ἐμός.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ ὅδʼ αὖ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖος;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label><q><term>Θεαίτητος</term>, ᾧ νῦν ἐγὼ διαλέγομαι, <term>πέτεται</term>.</q></said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ τοῦτον οὐδʼ ἂν εἷς ἄλλως εἴποι πλὴν ἐμόν τε καὶ περὶ ἐμοῦ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ποιὸν δέ γέ τινά φαμεν ἀναγκαῖον ἕκαστον εἶναι τῶν λόγων.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="263b"/><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τούτων δὴ ποῖόν τινα ἑκάτερον φατέον εἶναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸν μὲν ψευδῆ που, τὸν δὲ ἀληθῆ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λέγει δὲ αὐτῶν ὁ μὲν ἀληθὴς τὰ ὄντα ὡς ἔστιν περὶ σοῦ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὁ δὲ δὴ ψευδὴς ἕτερα τῶν ὄντων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὰ μὴ ὄντʼ ἄρα ὡς ὄντα λέγει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σχεδόν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὄντων δέ γε ὄντα ἕτερα περὶ σοῦ. πολλὰ μὲν γὰρ ἔφαμεν ὄντα περὶ ἕκαστον εἶναί που, πολλὰ δὲ οὐκ ὄντα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="263c"/><label>ΞΕ.</label> ὃν ὕστερον δὴ λόγον εἴρηκα περὶ σοῦ, πρῶτον μέν, ἐξ ὧν ὡρισάμεθα τί ποτʼ ἔστι λόγος, ἀναγκαιότατον αὐτὸν ἕνα τῶν βραχυτάτων εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> νυνδὴ γοῦν ταύτῃ συνωμολογήσαμεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἔπειτα δέ γε τινός.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἰ δὲ μὴ ἔστιν σός, οὐκ ἄλλου γε οὐδενός.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γάρ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μηδενὸς <add>δέ</add> γε ὢν οὐδʼ ἂν λόγος εἴη τὸ παράπαν· ἀπεφήναμεν γὰρ ὅτι τῶν ἀδυνάτων ἦν λόγον ὄντα μηδενὸς εἶναι λόγον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθότατα.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="263d"/><label>ΞΕ.</label> περὶ δὴ σοῦ λεγόμενα, <add>λεγόμενα</add> μέντοι θάτερα ὡς τὰ αὐτὰ καὶ μὴ ὄντα ὡς ὄντα, παντάπασιν <del>ὡς</del> ἔοικεν ἡ τοιαύτη σύνθεσις ἔκ τε ῥημάτων γιγνομένη καὶ ὀνομάτων ὄντως τε καὶ ἀληθῶς γίγνεσθαι λόγος ψευδής.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθέστατα μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ δή; διάνοιά τε καὶ δόξα καὶ φαντασία, μῶν οὐκ ἤδη δῆλον ὅτι ταῦτά γε ψευδῆ τε καὶ ἀληθῆ πάνθʼ ἡμῶν ἐν ταῖς ψυχαῖς ἐγγίγνεται;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὧδʼ εἴσῃ ῥᾷον, ἂν πρῶτον λάβῃς αὐτὰ τί ποτʼ ἔστιν
<milestone unit="section" resp="Stephanus" n="263e"/> καὶ τί διαφέρουσιν ἕκαστα ἀλλήλων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δίδου μόνον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν διάνοια μὲν καὶ λόγος ταὐτόν· πλὴν ὁ μὲν ἐντὸς τῆς ψυχῆς πρὸς αὑτὴν διάλογος ἄνευ φωνῆς γιγνόμενος τοῦτʼ αὐτὸ ἡμῖν ἐπωνομάσθη, διάνοια;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γʼ ἀπʼ ἐκείνης ῥεῦμα διὰ τοῦ στόματος ἰὸν μετὰ φθόγγου κέκληται λόγος;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθῆ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ἐν λόγοις γε αὖ ἴσμεν ἐνὸν—</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> φάσιν τε καὶ ἀπόφασιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἴσμεν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="264"><p><said who="#Ξένος"><milestone n="264" unit="page"/><milestone unit="section" resp="Stephanus" n="264a"/><label>ΞΕ.</label> ὅταν οὖν τοῦτο ἐν ψυχῇ κατὰ διάνοιαν ἐγγίγνηται μετὰ σιγῆς, πλὴν δόξης ἔχεις ὅτι προσείπῃς αὐτό;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ ὅταν μὴ καθʼ αὑτὸ ἀλλὰ διʼ αἰσθήσεως παρῇ τινι, τὸ τοιοῦτον αὖ πάθος ἆρʼ οἷόν τε ὀρθῶς εἰπεῖν ἕτερόν τι πλὴν φαντασίαν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν ἐπείπερ λόγος ἀληθὴς ἦν καὶ ψευδής, τούτων δʼ ἐφάνη διάνοια μὲν αὐτῆς πρὸς ἑαυτὴν ψυχῆς διάλογος,
<milestone unit="section" resp="Stephanus" n="264b"/> δόξα δὲ διανοίας ἀποτελεύτησις, <q><term>φαίνεται</term></q> δὲ ὃ λέγομεν σύμμειξις αἰσθήσεως καὶ δόξης, ἀνάγκη δὴ καὶ τούτων τῷ λόγῳ συγγενῶν ὄντων ψευδῆ <del>τε</del> αὐτῶν ἔνια καὶ ἐνίοτε εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κατανοεῖς οὖν ὅτι πρότερον ηὑρέθη ψευδὴς δόξα καὶ λόγος ἢ κατὰ τὴν προσδοκίαν ἣν ἐφοβήθημεν ἄρτι, μὴ παντάπασιν ἀνήνυτον ἔργον ἐπιβαλλοίμεθα ζητοῦντες αὐτό;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κατανοῶ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ τοίνυν μηδʼ εἰς τὰ λοιπὰ ἀθυμῶμεν. ἐπειδὴ
<milestone unit="section" resp="Stephanus" n="264c"/> γὰρ πέφανται ταῦτα, τῶν ἔμπροσθεν ἀναμνησθῶμεν κατʼ εἴδη διαιρέσεων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποίων δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> διειλόμεθα τῆς εἰδωλοποιικῆς εἴδη δύο, τὴν μὲν εἰκαστικήν, τὴν δὲ φανταστικήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τὸν σοφιστὴν εἴπομεν ὡς ἀποροῖμεν εἰς ὁποτέραν θήσομεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἦν ταῦτα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τοῦθʼ ἡμῶν ἀπορουμένων ἔτι μείζων κατεχύθη σκοτοδινία, φανέντος τοῦ λόγου τοῦ πᾶσιν ἀμφισβητοῦντος ὡς οὔτε εἰκὼν οὔτε εἴδωλον οὔτε φάντασμʼ εἴη τὸ παράπαν
<milestone unit="section" resp="Stephanus" n="264d"/> οὐδὲν διὰ τὸ μηδαμῶς μηδέποτε μηδαμοῦ ψεῦδος εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγεις ἀληθῆ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> νῦν δέ γʼ ἐπειδὴ πέφανται μὲν λόγος, πέφανται δʼ οὖσα δόξα ψευδής, ἐγχωρεῖ δὴ μιμήματα τῶν ὄντων εἶναι καὶ τέχνην ἐκ ταύτης γίγνεσθαι τῆς διαθέσεως ἀπατητικήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἐγχωρεῖ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ὅτι γʼ ἦν ὁ σοφιστὴς τούτων πότερον, διωμολογημένον ἡμῖν ἐν τοῖς πρόσθεν ἦν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="265"><p><said who="#Ξένος"><label>ΞΕ.</label> πάλιν τοίνυν ἐπιχειρῶμεν, σχίζοντες διχῇ τὸ
<milestone unit="section" resp="Stephanus" n="264e"/> προτεθὲν γένος, πορεύεσθαι κατὰ τοὐπὶ δεξιὰ ἀεὶ μέρος τοῦ τμηθέντος, ἐχόμενοι τῆς τοῦ σοφιστοῦ κοινωνίας, ἕως ἂν αὐτοῦ τὰ κοινὰ πάντα περιελόντες, τὴν οἰκείαν λιπόντες
<milestone n="265" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="265a"/> φύσιν ἐπιδείξωμεν μάλιστα μὲν ἡμῖν αὐτοῖς, ἔπειτα καὶ τοῖς ἐγγυτάτω γένει τῆς τοιαύτης μεθόδου πεφυκόσιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν τότε μὲν ἠρχόμεθα ποιητικὴν καὶ κτητικὴν τέχνην διαιρούμενοι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τῆς κτητικῆς ἐν θηρευτικῇ καὶ ἀγωνίᾳ καὶ ἐμπορικῇ καί τισιν ἐν τοιούτοις εἴδεσιν ἐφαντάζεθʼ ἡμῖν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> νῦν δέ γʼ ἐπειδὴ μιμητικὴ περιείληφεν αὐτὸν τέχνη, δῆλον ὡς αὐτὴν τὴν ποιητικὴν δίχα διαιρετέον πρώτην.
<milestone unit="section" resp="Stephanus" n="265b"/> ἡ γάρ που μίμησις ποίησίς τίς ἐστιν, εἰδώλων μέντοι, φαμέν, ἀλλʼ οὐκ αὐτῶν ἑκάστων· ἦ γάρ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ποιητικῆς δὴ πρῶτον δύʼ ἔστω μέρη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποίω;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὲν θεῖον, τὸ δʼ ἀνθρώπινον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὔπω μεμάθηκα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ποιητικήν, εἴπερ μεμνήμεθα τὰ κατʼ ἀρχὰς λεχθέντα, πᾶσαν ἔφαμεν εἶναι δύναμιν ἥτις ἂν αἰτία γίγνηται τοῖς μὴ πρότερον οὖσιν ὕστερον γίγνεσθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μεμνήμεθα.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="265c"/><label>ΞΕ.</label> ζῷα δὴ πάντα θνητά, καὶ δὴ καὶ φυτὰ ὅσα τʼ ἐπὶ γῆς ἐκ σπερμάτων καὶ ῥιζῶν φύεται, καὶ ὅσα ἄψυχα ἐν γῇ συνίσταται σώματα τηκτὰ καὶ ἄτηκτα, μῶν ἄλλου τινὸς ἢ θεοῦ δημιουργοῦντος φήσομεν ὕστερον γίγνεσθαι πρότερον οὐκ ὄντα; ἢ τῷ τῶν πολλῶν δόγματι καὶ ῥήματι χρώμενοι—</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποίῳ τῳ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν φύσιν αὐτὰ γεννᾶν ἀπό τινος αἰτίας αὐτομάτης καὶ ἄνευ διανοίας φυούσης, ἢ μετὰ λόγου τε καὶ ἐπιστήμης θείας ἀπὸ θεοῦ γιγνομένης;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="265d"/><label>ΘΕΑΙ.</label> ἐγὼ μὲν ἴσως διὰ τὴν ἡλικίαν πολλάκις ἀμφότερα μεταδοξάζω· νῦν μὴν βλέπων εἰς σὲ καὶ ὑπολαμβάνων οἴεσθαί σε κατά γε θεὸν αὐτὰ γίγνεσθαι, ταύτῃ καὶ αὐτὸς νενόμικα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καλῶς γε, ὦ Θεαίτητε. καὶ εἰ μέν γέ σε ἡγούμεθα τῶν εἰς τὸν ἔπειτʼ <add>ἂν</add> χρόνον ἄλλως πως δοξαζόντων εἶναι, νῦν ἂν τῷ λόγῳ μετὰ πειθοῦς ἀναγκαίας ἐπεχειροῦμεν ποιεῖν ὁμολογεῖν· ἐπειδὴ δέ σου καταμανθάνω τὴν φύσιν, ὅτι καὶ
<milestone unit="section" resp="Stephanus" n="265e"/> ἄνευ τῶν παρʼ ἡμῶν λόγων αὐτὴ πρόσεισιν ἐφʼ ἅπερ νῦν ἕλκεσθαι φῄς, ἐάσω· χρόνος γὰρ ἐκ περιττοῦ γίγνοιτʼ ἄν. ἀλλὰ θήσω τὰ μὲν φύσει λεγόμενα ποιεῖσθαι θείᾳ τέχνῃ, τὰ δʼ ἐκ τούτων ὑπʼ ἀνθρώπων συνιστάμενα ἀνθρωπίνῃ, καὶ κατὰ τοῦτον δὴ τὸν λόγον δύο ποιητικῆς γένη, τὸ μὲν ἀνθρώπινον εἶναι, τὸ δὲ θεῖον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τέμνε δὴ δυοῖν οὔσαιν δίχα ἑκατέραν αὖθις.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p></div></div></body></text></TEI>