ΘΕΑΙ. ταῦτʼ ἔσται κατὰ δύναμιν. ΞΕ. Θεαίτητος κάθηται . μῶν μὴ μακρὸς ὁ λόγος; ΘΕΑΙ. οὔκ, ἀλλὰ μέτριος. ΞΕ. σὸν ἔργον δὴ φράζειν περὶ οὗ τʼ ἐστὶ καὶ ὅτου. ΘΕΑΙ. δῆλον ὅτι περὶ ἐμοῦ τε καὶ ἐμός. ΞΕ. τί δὲ ὅδʼ αὖ; ΘΕΑΙ. ποῖος; ΞΕ. Θεαίτητος , ᾧ νῦν ἐγὼ διαλέγομαι, πέτεται . ΘΕΑΙ. καὶ τοῦτον οὐδʼ ἂν εἷς ἄλλως εἴποι πλὴν ἐμόν τε καὶ περὶ ἐμοῦ. ΞΕ. ποιὸν δέ γέ τινά φαμεν ἀναγκαῖον ἕκαστον εἶναι τῶν λόγων. ΘΕΑΙ. ναί. ΞΕ. τούτων δὴ ποῖόν τινα ἑκάτερον φατέον εἶναι; ΘΕΑΙ. τὸν μὲν ψευδῆ που, τὸν δὲ ἀληθῆ. ΞΕ. λέγει δὲ αὐτῶν ὁ μὲν ἀληθὴς τὰ ὄντα ὡς ἔστιν περὶ σοῦ. ΘΕΑΙ. τί μήν; ΞΕ. ὁ δὲ δὴ ψευδὴς ἕτερα τῶν ὄντων. ΘΕΑΙ. ναί. ΞΕ. τὰ μὴ ὄντʼ ἄρα ὡς ὄντα λέγει. ΘΕΑΙ. σχεδόν. ΞΕ. ὄντων δέ γε ὄντα ἕτερα περὶ σοῦ. πολλὰ μὲν γὰρ ἔφαμεν ὄντα περὶ ἕκαστον εἶναί που, πολλὰ δὲ οὐκ ὄντα. ΘΕΑΙ. κομιδῇ μὲν οὖν. ΞΕ. ὃν ὕστερον δὴ λόγον εἴρηκα περὶ σοῦ, πρῶτον μέν, ἐξ ὧν ὡρισάμεθα τί ποτʼ ἔστι λόγος, ἀναγκαιότατον αὐτὸν ἕνα τῶν βραχυτάτων εἶναι. ΘΕΑΙ. νυνδὴ γοῦν ταύτῃ συνωμολογήσαμεν. ΞΕ. ἔπειτα δέ γε τινός. ΘΕΑΙ. οὕτως. ΞΕ. εἰ δὲ μὴ ἔστιν σός, οὐκ ἄλλου γε οὐδενός. ΘΕΑΙ. πῶς γάρ; ΞΕ. μηδενὸς δέ γε ὢν οὐδʼ ἂν λόγος εἴη τὸ παράπαν· ἀπεφήναμεν γὰρ ὅτι τῶν ἀδυνάτων ἦν λόγον ὄντα μηδενὸς εἶναι λόγον. ΘΕΑΙ. ὀρθότατα. ΞΕ. περὶ δὴ σοῦ λεγόμενα, λεγόμενα μέντοι θάτερα ὡς τὰ αὐτὰ καὶ μὴ ὄντα ὡς ὄντα, παντάπασιν ὡς ἔοικεν ἡ τοιαύτη σύνθεσις ἔκ τε ῥημάτων γιγνομένη καὶ ὀνομάτων ὄντως τε καὶ ἀληθῶς γίγνεσθαι λόγος ψευδής. ΘΕΑΙ. ἀληθέστατα μὲν οὖν. ΞΕ. τί δὲ δή; διάνοιά τε καὶ δόξα καὶ φαντασία, μῶν οὐκ ἤδη δῆλον ὅτι ταῦτά γε ψευδῆ τε καὶ ἀληθῆ πάνθʼ ἡμῶν ἐν ταῖς ψυχαῖς ἐγγίγνεται; ΘΕΑΙ. πῶς; ΞΕ. ὧδʼ εἴσῃ ῥᾷον, ἂν πρῶτον λάβῃς αὐτὰ τί ποτʼ ἔστιν καὶ τί διαφέρουσιν ἕκαστα ἀλλήλων. ΘΕΑΙ. δίδου μόνον. ΞΕ. οὐκοῦν διάνοια μὲν καὶ λόγος ταὐτόν· πλὴν ὁ μὲν ἐντὸς τῆς ψυχῆς πρὸς αὑτὴν διάλογος ἄνευ φωνῆς γιγνόμενος τοῦτʼ αὐτὸ ἡμῖν ἐπωνομάσθη, διάνοια; ΘΕΑΙ. πάνυ μὲν οὖν. ΞΕ. τὸ δέ γʼ ἀπʼ ἐκείνης ῥεῦμα διὰ τοῦ στόματος ἰὸν μετὰ φθόγγου κέκληται λόγος; ΘΕΑΙ. ἀληθῆ. ΞΕ. καὶ μὴν ἐν λόγοις γε αὖ ἴσμεν ἐνὸν— ΘΕΑΙ. τὸ ποῖον; ΞΕ. φάσιν τε καὶ ἀπόφασιν. ΘΕΑΙ. ἴσμεν. ΞΕ. ὅταν οὖν τοῦτο ἐν ψυχῇ κατὰ διάνοιαν ἐγγίγνηται μετὰ σιγῆς, πλὴν δόξης ἔχεις ὅτι προσείπῃς αὐτό; ΘΕΑΙ. καὶ πῶς; ΞΕ. τί δʼ ὅταν μὴ καθʼ αὑτὸ ἀλλὰ διʼ αἰσθήσεως παρῇ τινι, τὸ τοιοῦτον αὖ πάθος ἆρʼ οἷόν τε ὀρθῶς εἰπεῖν ἕτερόν τι πλὴν φαντασίαν; ΘΕΑΙ. οὐδέν. ΞΕ. οὐκοῦν ἐπείπερ λόγος ἀληθὴς ἦν καὶ ψευδής, τούτων δʼ ἐφάνη διάνοια μὲν αὐτῆς πρὸς ἑαυτὴν ψυχῆς διάλογος, δόξα δὲ διανοίας ἀποτελεύτησις, φαίνεται δὲ ὃ λέγομεν σύμμειξις αἰσθήσεως καὶ δόξης, ἀνάγκη δὴ καὶ τούτων τῷ λόγῳ συγγενῶν ὄντων ψευδῆ τε αὐτῶν ἔνια καὶ ἐνίοτε εἶναι. ΘΕΑΙ. πῶς δʼ οὔ; ΞΕ. κατανοεῖς οὖν ὅτι πρότερον ηὑρέθη ψευδὴς δόξα καὶ λόγος ἢ κατὰ τὴν προσδοκίαν ἣν ἐφοβήθημεν ἄρτι, μὴ παντάπασιν ἀνήνυτον ἔργον ἐπιβαλλοίμεθα ζητοῦντες αὐτό; ΘΕΑΙ. κατανοῶ. ΞΕ. μὴ τοίνυν μηδʼ εἰς τὰ λοιπὰ ἀθυμῶμεν. ἐπειδὴ γὰρ πέφανται ταῦτα, τῶν ἔμπροσθεν ἀναμνησθῶμεν κατʼ εἴδη διαιρέσεων. ΘΕΑΙ. ποίων δή; ΞΕ. διειλόμεθα τῆς εἰδωλοποιικῆς εἴδη δύο, τὴν μὲν εἰκαστικήν, τὴν δὲ φανταστικήν. ΘΕΑΙ. ναί. ΞΕ. καὶ τὸν σοφιστὴν εἴπομεν ὡς ἀποροῖμεν εἰς ὁποτέραν θήσομεν. ΘΕΑΙ. ἦν ταῦτα. ΞΕ. καὶ τοῦθʼ ἡμῶν ἀπορουμένων ἔτι μείζων κατεχύθη σκοτοδινία, φανέντος τοῦ λόγου τοῦ πᾶσιν ἀμφισβητοῦντος ὡς οὔτε εἰκὼν οὔτε εἴδωλον οὔτε φάντασμʼ εἴη τὸ παράπαν οὐδὲν διὰ τὸ μηδαμῶς μηδέποτε μηδαμοῦ ψεῦδος εἶναι. ΘΕΑΙ. λέγεις ἀληθῆ. ΞΕ. νῦν δέ γʼ ἐπειδὴ πέφανται μὲν λόγος, πέφανται δʼ οὖσα δόξα ψευδής, ἐγχωρεῖ δὴ μιμήματα τῶν ὄντων εἶναι καὶ τέχνην ἐκ ταύτης γίγνεσθαι τῆς διαθέσεως ἀπατητικήν. ΘΕΑΙ. ἐγχωρεῖ. ΞΕ. καὶ μὴν ὅτι γʼ ἦν ὁ σοφιστὴς τούτων πότερον, διωμολογημένον ἡμῖν ἐν τοῖς πρόσθεν ἦν. ΘΕΑΙ. ναί. ΞΕ. πάλιν τοίνυν ἐπιχειρῶμεν, σχίζοντες διχῇ τὸ προτεθὲν γένος, πορεύεσθαι κατὰ τοὐπὶ δεξιὰ ἀεὶ μέρος τοῦ τμηθέντος, ἐχόμενοι τῆς τοῦ σοφιστοῦ κοινωνίας, ἕως ἂν αὐτοῦ τὰ κοινὰ πάντα περιελόντες, τὴν οἰκείαν λιπόντες φύσιν ἐπιδείξωμεν μάλιστα μὲν ἡμῖν αὐτοῖς, ἔπειτα καὶ τοῖς ἐγγυτάτω γένει τῆς τοιαύτης μεθόδου πεφυκόσιν. ΘΕΑΙ. ὀρθῶς. ΞΕ. οὐκοῦν τότε μὲν ἠρχόμεθα ποιητικὴν καὶ κτητικὴν τέχνην διαιρούμενοι; ΘΕΑΙ. ναί. ΞΕ. καὶ τῆς κτητικῆς ἐν θηρευτικῇ καὶ ἀγωνίᾳ καὶ ἐμπορικῇ καί τισιν ἐν τοιούτοις εἴδεσιν ἐφαντάζεθʼ ἡμῖν; ΘΕΑΙ. πάνυ μὲν οὖν. ΞΕ. νῦν δέ γʼ ἐπειδὴ μιμητικὴ περιείληφεν αὐτὸν τέχνη, δῆλον ὡς αὐτὴν τὴν ποιητικὴν δίχα διαιρετέον πρώτην. ἡ γάρ που μίμησις ποίησίς τίς ἐστιν, εἰδώλων μέντοι, φαμέν, ἀλλʼ οὐκ αὐτῶν ἑκάστων· ἦ γάρ; ΘΕΑΙ. παντάπασι μὲν οὖν. ΞΕ. ποιητικῆς δὴ πρῶτον δύʼ ἔστω μέρη. ΘΕΑΙ. ποίω; ΞΕ. τὸ μὲν θεῖον, τὸ δʼ ἀνθρώπινον. ΘΕΑΙ. οὔπω μεμάθηκα. ΞΕ. ποιητικήν, εἴπερ μεμνήμεθα τὰ κατʼ ἀρχὰς λεχθέντα, πᾶσαν ἔφαμεν εἶναι δύναμιν ἥτις ἂν αἰτία γίγνηται τοῖς μὴ πρότερον οὖσιν ὕστερον γίγνεσθαι. ΘΕΑΙ. μεμνήμεθα. ΞΕ. ζῷα δὴ πάντα θνητά, καὶ δὴ καὶ φυτὰ ὅσα τʼ ἐπὶ γῆς ἐκ σπερμάτων καὶ ῥιζῶν φύεται, καὶ ὅσα ἄψυχα ἐν γῇ συνίσταται σώματα τηκτὰ καὶ ἄτηκτα, μῶν ἄλλου τινὸς ἢ θεοῦ δημιουργοῦντος φήσομεν ὕστερον γίγνεσθαι πρότερον οὐκ ὄντα; ἢ τῷ τῶν πολλῶν δόγματι καὶ ῥήματι χρώμενοι— ΘΕΑΙ. ποίῳ τῳ; ΞΕ. τὴν φύσιν αὐτὰ γεννᾶν ἀπό τινος αἰτίας αὐτομάτης καὶ ἄνευ διανοίας φυούσης, ἢ μετὰ λόγου τε καὶ ἐπιστήμης θείας ἀπὸ θεοῦ γιγνομένης; ΘΕΑΙ. ἐγὼ μὲν ἴσως διὰ τὴν ἡλικίαν πολλάκις ἀμφότερα μεταδοξάζω· νῦν μὴν βλέπων εἰς σὲ καὶ ὑπολαμβάνων οἴεσθαί σε κατά γε θεὸν αὐτὰ γίγνεσθαι, ταύτῃ καὶ αὐτὸς νενόμικα. ΞΕ. καλῶς γε, ὦ Θεαίτητε. καὶ εἰ μέν γέ σε ἡγούμεθα τῶν εἰς τὸν ἔπειτʼ ἂν χρόνον ἄλλως πως δοξαζόντων εἶναι, νῦν ἂν τῷ λόγῳ μετὰ πειθοῦς ἀναγκαίας ἐπεχειροῦμεν ποιεῖν ὁμολογεῖν· ἐπειδὴ δέ σου καταμανθάνω τὴν φύσιν, ὅτι καὶ ἄνευ τῶν παρʼ ἡμῶν λόγων αὐτὴ πρόσεισιν ἐφʼ ἅπερ νῦν ἕλκεσθαι φῄς, ἐάσω· χρόνος γὰρ ἐκ περιττοῦ γίγνοιτʼ ἄν. ἀλλὰ θήσω τὰ μὲν φύσει λεγόμενα ποιεῖσθαι θείᾳ τέχνῃ, τὰ δʼ ἐκ τούτων ὑπʼ ἀνθρώπων συνιστάμενα ἀνθρωπίνῃ, καὶ κατὰ τοῦτον δὴ τὸν λόγον δύο ποιητικῆς γένη, τὸ μὲν ἀνθρώπινον εἶναι, τὸ δὲ θεῖον. ΘΕΑΙ. ὀρθῶς. ΞΕ. τέμνε δὴ δυοῖν οὔσαιν δίχα ἑκατέραν αὖθις. ΘΕΑΙ. πῶς;