<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="261"><p><said who="#Ξένος" resp="merge"><label>ΞΕ.</label> διὰ ταῦτʼ οὖν λόγον πρῶτον καὶ δόξαν καὶ φαντασίαν διερευνητέον ὅτι ποτʼ ἔστιν, ἵνα φανέντων καὶ τὴν κοινωνίαν αὐτῶν τῷ
<milestone n="261" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="261a"/> μὴ ὄντι κατίδωμεν, κατιδόντες δὲ τὸ ψεῦδος ὂν ἀποδείξωμεν, ἀποδείξαντες δὲ τὸν σοφιστὴν εἰς αὐτὸ ἐνδήσωμεν, εἴπερ ἔνοχός ἐστιν, ἢ καὶ ἀπολύσαντες ἐν ἄλλῳ γένει ζητῶμεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κομιδῇ δέ γε, ὦ ξένε, ἔοικεν ἀληθὲς εἶναι τὸ περὶ τὸν σοφιστὴν κατʼ ἀρχὰς λεχθέν, ὅτι δυσθήρευτον εἴη τὸ γένος. φαίνεται γὰρ οὖν προβλημάτων γέμειν, ὧν ἐπειδάν τι προβάλῃ, τοῦτο πρότερον ἀναγκαῖον διαμάχεσθαι πρὶν ἐπʼ αὐτὸν ἐκεῖνον ἀφικέσθαι. νῦν γὰρ μόγις μὲν τὸ μὴ ὂν ὡς οὐκ ἔστι προβληθὲν διεπεράσαμεν, ἕτερον δὲ
<milestone unit="section" resp="Stephanus" n="261b"/> προβέβληται, καὶ δεῖ δὴ ψεῦδος ὡς ἔστι καὶ περὶ λόγον καὶ περὶ δόξαν ἀποδεῖξαι, καὶ μετὰ τοῦτο ἴσως ἕτερον, καὶ ἔτʼ ἄλλο μετʼ ἐκεῖνο· καὶ πέρας, ὡς ἔοικεν, οὐδὲν φανήσεταί ποτε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> θαρρεῖν, ὦ Θεαίτητε, χρὴ τὸν καὶ σμικρόν τι δυνάμενον εἰς τὸ πρόσθεν ἀεὶ προϊέναι. τί γὰρ ὅ γʼ ἀθυμῶν ἐν τούτοις δράσειεν ἂν ἐν ἄλλοις, ἢ μηδὲν ἐν ἐκείνοις ἀνύτων ἢ καὶ πάλιν εἰς τοὔπισθεν ἀπωσθείς; σχολῇ που, τὸ κατὰ
<milestone unit="section" resp="Stephanus" n="261c"/> τὴν παροιμίαν λεγόμενον, ὅ γε τοιοῦτος ἄν ποτε ἕλοι πόλιν. νῦν δʼ ἐπεί, ὠγαθέ, τοῦτο ὃ λέγεις διαπεπέρανται, τό τοι μέγιστον ἡμῖν τεῖχος ᾑρημένον ἂν εἴη, τὰ δʼ ἄλλα ἤδη ῥᾴω καὶ σμικρότερα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καλῶς εἶπες.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λόγον δὴ πρῶτον καὶ δόξαν, καθάπερ ἐρρήθη νυνδή, λάβωμεν, ἵνα ἐναργέστερον ἀπολογισώμεθα πότερον αὐτῶν ἅπτεται τὸ μὴ ὂν ἢ παντάπασιν ἀληθῆ μέν ἐστιν ἀμφότερα ταῦτα, ψεῦδος δὲ οὐδέποτε οὐδέτερον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="261d"/><label>ΞΕ.</label> φέρε δή, καθάπερ περὶ τῶν εἰδῶν καὶ τῶν γραμμάτων ἐλέγομεν, περὶ τῶν ὀνομάτων πάλιν ὡσαύτως ἐπισκεψώμεθα. φαίνεται γάρ πῃ ταύτῃ τὸ νῦν ζητούμενον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον οὖν δὴ περὶ τῶν ὀνομάτων ὑπακουστέον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἴτε πάντα ἀλλήλοις συναρμόττει εἴτε μηδέν, εἴτε τὰ μὲν ἐθέλει, τὰ δὲ μή.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δῆλον τοῦτό γε, ὅτι τὰ μὲν ἐθέλει, τὰ δʼ οὔ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ τοιόνδε λέγεις ἴσως, ὅτι τὰ μὲν ἐφεξῆς λεγόμενα
<milestone unit="section" resp="Stephanus" n="261e"/> καὶ δηλοῦντά τι συναρμόττει, τὰ δὲ τῇ συνεχείᾳ μηδὲν σημαίνοντα ἀναρμοστεῖ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς τί τοῦτʼ εἶπας;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὅπερ ᾠήθην ὑπολαβόντα σε προσομολογεῖν. ἔστι γὰρ ἡμῖν που τῶν τῇ φωνῇ περὶ τὴν οὐσίαν δηλωμάτων διττὸν γένος.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="262"><p><said who="#Ξένος"><milestone n="262" unit="page"/><milestone unit="section" resp="Stephanus" n="262a"/><label>ΞΕ.</label> τὸ μὲν ὀνόματα, τὸ δὲ ῥήματα κληθέν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> εἰπὲ ἑκάτερον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὲν ἐπὶ ταῖς πράξεσιν ὂν δήλωμα ῥῆμά που λέγομεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γʼ ἐπʼ αὐτοῖς τοῖς ἐκείνας πράττουσι σημεῖον τῆς φωνῆς ἐπιτεθὲν ὄνομα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν ἐξ ὀνομάτων μὲν μόνων συνεχῶς λεγομένων οὐκ ἔστι ποτὲ λόγος, οὐδʼ αὖ ῥημάτων χωρὶς ὀνομάτων λεχθέντων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ταῦτʼ οὐκ ἔμαθον.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="262b"/><label>ΞΕ.</label> δῆλον γὰρ ὡς πρὸς ἕτερόν τι βλέπων ἄρτι συνωμολόγεις· ἐπεὶ τοῦτʼ αὐτὸ ἐβουλόμην εἰπεῖν, ὅτι συνεχῶς ὧδε λεγόμενα ταῦτα οὐκ ἔστι λόγος.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οἷον <q><term>βαδίζει</term></q> <q><term>τρέχει</term></q> <q><term>καθεύδει,</term></q> καὶ τἆλλα ὅσα πράξεις σημαίνει ῥήματα, κἂν πάντα τις ἐφεξῆς αὔτʼ εἴπῃ, λόγον οὐδέν τι μᾶλλον ἀπεργάζεται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γάρ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν καὶ πάλιν ὅταν λέγηται <q><term>λέων</term></q> <q><term>ἔλαφος</term></q> <q><term>ἵππος</term>,</q> ὅσα τε ὀνόματα τῶν τὰς πράξεις αὖ πραττόντων
<milestone unit="section" resp="Stephanus" n="262c"/> ὠνομάσθη, καὶ κατὰ ταύτην δὴ τὴν συνέχειαν οὐδείς πω συνέστη λόγος· οὐδεμίαν γὰρ οὔτε οὕτως οὔτʼ ἐκείνως πρᾶξιν οὐδʼ ἀπραξίαν οὐδὲ οὐσίαν ὄντος οὐδὲ μὴ ὄντος δηλοῖ τὰ φωνηθέντα, πρὶν ἄν τις τοῖς ὀνόμασι τὰ ῥήματα κεράσῃ. τότε δʼ ἥρμοσέν τε καὶ λόγος ἐγένετο εὐθὺς ἡ πρώτη συμπλοκή, σχεδὸν τῶν λόγων ὁ πρῶτός τε καὶ σμικρότατος.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς ἄρʼ ὧδε λέγεις;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὅταν εἴπῃ τις· <q><term>ἄνθρωπος μανθάνει</term>,</q> λόγον εἶναι φῂς τοῦτον ἐλάχιστόν τε καὶ πρῶτον;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="262d"/><label>ΘΕΑΙ.</label> ἔγωγε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δηλοῖ γὰρ ἤδη που τότε περὶ τῶν ὄντων ἢ γιγνομένων ἢ γεγονότων ἢ μελλόντων, καὶ οὐκ ὀνομάζει μόνον ἀλλά τι περαίνει, συμπλέκων τὰ ῥήματα τοῖς ὀνόμασι. διὸ λέγειν τε αὐτὸν ἀλλʼ οὐ μόνον ὀνομάζειν εἴπομεν, καὶ δὴ καὶ τῷ πλέγματι τούτῳ τὸ ὄνομα ἐφθεγξάμεθα λόγον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὕτω δὴ καθάπερ τὰ πράγματα τὰ μὲν ἀλλήλοις ἥρμοττεν, τὰ δʼ οὔ, καὶ περὶ τὰ τῆς φωνῆς αὖ σημεῖα τὰ μὲν
<milestone unit="section" resp="Stephanus" n="262e"/> οὐχ ἁρμόττει, τὰ δὲ ἁρμόττοντα αὐτῶν λόγον ἀπηργάσατο.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἔτι δὴ σμικρὸν τόδε.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λόγον ἀναγκαῖον, ὅτανπερ ᾖ, τινὸς εἶναι λόγον, μὴ δὲ τινὸς ἀδύνατον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν καὶ ποιόν τινα αὐτὸν εἶναι δεῖ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> προσέχωμεν δὴ τὸν νοῦν ἡμῖν αὐτοῖς.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δεῖ γοῦν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λέξω τοίνυν σοι λόγον συνθεὶς πρᾶγμα πράξει διʼ ὀνόματος καὶ ῥήματος· ὅτου δʼ ἂν ὁ λόγος ᾖ, σύ μοι φράζειν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="263"><p><said who="#Θεαίτητος"><milestone n="263" unit="page"/><milestone unit="section" resp="Stephanus" n="263a"/><label>ΘΕΑΙ.</label> ταῦτʼ ἔσται κατὰ δύναμιν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label><q><term>Θεαίτητος κάθηται</term>.</q> μῶν μὴ μακρὸς ὁ λόγος;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὔκ, ἀλλὰ μέτριος.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σὸν ἔργον δὴ φράζειν περὶ οὗ τʼ ἐστὶ καὶ ὅτου.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δῆλον ὅτι περὶ ἐμοῦ τε καὶ ἐμός.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ ὅδʼ αὖ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖος;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label><q><term>Θεαίτητος</term>, ᾧ νῦν ἐγὼ διαλέγομαι, <term>πέτεται</term>.</q></said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ τοῦτον οὐδʼ ἂν εἷς ἄλλως εἴποι πλὴν ἐμόν τε καὶ περὶ ἐμοῦ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ποιὸν δέ γέ τινά φαμεν ἀναγκαῖον ἕκαστον εἶναι τῶν λόγων.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="263b"/><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τούτων δὴ ποῖόν τινα ἑκάτερον φατέον εἶναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸν μὲν ψευδῆ που, τὸν δὲ ἀληθῆ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λέγει δὲ αὐτῶν ὁ μὲν ἀληθὴς τὰ ὄντα ὡς ἔστιν περὶ σοῦ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὁ δὲ δὴ ψευδὴς ἕτερα τῶν ὄντων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὰ μὴ ὄντʼ ἄρα ὡς ὄντα λέγει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σχεδόν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὄντων δέ γε ὄντα ἕτερα περὶ σοῦ. πολλὰ μὲν γὰρ ἔφαμεν ὄντα περὶ ἕκαστον εἶναί που, πολλὰ δὲ οὐκ ὄντα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="263c"/><label>ΞΕ.</label> ὃν ὕστερον δὴ λόγον εἴρηκα περὶ σοῦ, πρῶτον μέν, ἐξ ὧν ὡρισάμεθα τί ποτʼ ἔστι λόγος, ἀναγκαιότατον αὐτὸν ἕνα τῶν βραχυτάτων εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> νυνδὴ γοῦν ταύτῃ συνωμολογήσαμεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἔπειτα δέ γε τινός.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἰ δὲ μὴ ἔστιν σός, οὐκ ἄλλου γε οὐδενός.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γάρ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μηδενὸς <add>δέ</add> γε ὢν οὐδʼ ἂν λόγος εἴη τὸ παράπαν· ἀπεφήναμεν γὰρ ὅτι τῶν ἀδυνάτων ἦν λόγον ὄντα μηδενὸς εἶναι λόγον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθότατα.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="263d"/><label>ΞΕ.</label> περὶ δὴ σοῦ λεγόμενα, <add>λεγόμενα</add> μέντοι θάτερα ὡς τὰ αὐτὰ καὶ μὴ ὄντα ὡς ὄντα, παντάπασιν <del>ὡς</del> ἔοικεν ἡ τοιαύτη σύνθεσις ἔκ τε ῥημάτων γιγνομένη καὶ ὀνομάτων ὄντως τε καὶ ἀληθῶς γίγνεσθαι λόγος ψευδής.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθέστατα μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ δή; διάνοιά τε καὶ δόξα καὶ φαντασία, μῶν οὐκ ἤδη δῆλον ὅτι ταῦτά γε ψευδῆ τε καὶ ἀληθῆ πάνθʼ ἡμῶν ἐν ταῖς ψυχαῖς ἐγγίγνεται;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὧδʼ εἴσῃ ῥᾷον, ἂν πρῶτον λάβῃς αὐτὰ τί ποτʼ ἔστιν
<milestone unit="section" resp="Stephanus" n="263e"/> καὶ τί διαφέρουσιν ἕκαστα ἀλλήλων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δίδου μόνον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν διάνοια μὲν καὶ λόγος ταὐτόν· πλὴν ὁ μὲν ἐντὸς τῆς ψυχῆς πρὸς αὑτὴν διάλογος ἄνευ φωνῆς γιγνόμενος τοῦτʼ αὐτὸ ἡμῖν ἐπωνομάσθη, διάνοια;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γʼ ἀπʼ ἐκείνης ῥεῦμα διὰ τοῦ στόματος ἰὸν μετὰ φθόγγου κέκληται λόγος;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθῆ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ἐν λόγοις γε αὖ ἴσμεν ἐνὸν—</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> φάσιν τε καὶ ἀπόφασιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἴσμεν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="264"><p><said who="#Ξένος"><milestone n="264" unit="page"/><milestone unit="section" resp="Stephanus" n="264a"/><label>ΞΕ.</label> ὅταν οὖν τοῦτο ἐν ψυχῇ κατὰ διάνοιαν ἐγγίγνηται μετὰ σιγῆς, πλὴν δόξης ἔχεις ὅτι προσείπῃς αὐτό;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ ὅταν μὴ καθʼ αὑτὸ ἀλλὰ διʼ αἰσθήσεως παρῇ τινι, τὸ τοιοῦτον αὖ πάθος ἆρʼ οἷόν τε ὀρθῶς εἰπεῖν ἕτερόν τι πλὴν φαντασίαν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν ἐπείπερ λόγος ἀληθὴς ἦν καὶ ψευδής, τούτων δʼ ἐφάνη διάνοια μὲν αὐτῆς πρὸς ἑαυτὴν ψυχῆς διάλογος,
<milestone unit="section" resp="Stephanus" n="264b"/> δόξα δὲ διανοίας ἀποτελεύτησις, <q><term>φαίνεται</term></q> δὲ ὃ λέγομεν σύμμειξις αἰσθήσεως καὶ δόξης, ἀνάγκη δὴ καὶ τούτων τῷ λόγῳ συγγενῶν ὄντων ψευδῆ <del>τε</del> αὐτῶν ἔνια καὶ ἐνίοτε εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κατανοεῖς οὖν ὅτι πρότερον ηὑρέθη ψευδὴς δόξα καὶ λόγος ἢ κατὰ τὴν προσδοκίαν ἣν ἐφοβήθημεν ἄρτι, μὴ παντάπασιν ἀνήνυτον ἔργον ἐπιβαλλοίμεθα ζητοῦντες αὐτό;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κατανοῶ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ τοίνυν μηδʼ εἰς τὰ λοιπὰ ἀθυμῶμεν. ἐπειδὴ
<milestone unit="section" resp="Stephanus" n="264c"/> γὰρ πέφανται ταῦτα, τῶν ἔμπροσθεν ἀναμνησθῶμεν κατʼ εἴδη διαιρέσεων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποίων δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> διειλόμεθα τῆς εἰδωλοποιικῆς εἴδη δύο, τὴν μὲν εἰκαστικήν, τὴν δὲ φανταστικήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τὸν σοφιστὴν εἴπομεν ὡς ἀποροῖμεν εἰς ὁποτέραν θήσομεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἦν ταῦτα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τοῦθʼ ἡμῶν ἀπορουμένων ἔτι μείζων κατεχύθη σκοτοδινία, φανέντος τοῦ λόγου τοῦ πᾶσιν ἀμφισβητοῦντος ὡς οὔτε εἰκὼν οὔτε εἴδωλον οὔτε φάντασμʼ εἴη τὸ παράπαν
<milestone unit="section" resp="Stephanus" n="264d"/> οὐδὲν διὰ τὸ μηδαμῶς μηδέποτε μηδαμοῦ ψεῦδος εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγεις ἀληθῆ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> νῦν δέ γʼ ἐπειδὴ πέφανται μὲν λόγος, πέφανται δʼ οὖσα δόξα ψευδής, ἐγχωρεῖ δὴ μιμήματα τῶν ὄντων εἶναι καὶ τέχνην ἐκ ταύτης γίγνεσθαι τῆς διαθέσεως ἀπατητικήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἐγχωρεῖ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ὅτι γʼ ἦν ὁ σοφιστὴς τούτων πότερον, διωμολογημένον ἡμῖν ἐν τοῖς πρόσθεν ἦν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="265"><p><said who="#Ξένος"><label>ΞΕ.</label> πάλιν τοίνυν ἐπιχειρῶμεν, σχίζοντες διχῇ τὸ
<milestone unit="section" resp="Stephanus" n="264e"/> προτεθὲν γένος, πορεύεσθαι κατὰ τοὐπὶ δεξιὰ ἀεὶ μέρος τοῦ τμηθέντος, ἐχόμενοι τῆς τοῦ σοφιστοῦ κοινωνίας, ἕως ἂν αὐτοῦ τὰ κοινὰ πάντα περιελόντες, τὴν οἰκείαν λιπόντες
<milestone n="265" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="265a"/> φύσιν ἐπιδείξωμεν μάλιστα μὲν ἡμῖν αὐτοῖς, ἔπειτα καὶ τοῖς ἐγγυτάτω γένει τῆς τοιαύτης μεθόδου πεφυκόσιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν τότε μὲν ἠρχόμεθα ποιητικὴν καὶ κτητικὴν τέχνην διαιρούμενοι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τῆς κτητικῆς ἐν θηρευτικῇ καὶ ἀγωνίᾳ καὶ ἐμπορικῇ καί τισιν ἐν τοιούτοις εἴδεσιν ἐφαντάζεθʼ ἡμῖν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> νῦν δέ γʼ ἐπειδὴ μιμητικὴ περιείληφεν αὐτὸν τέχνη, δῆλον ὡς αὐτὴν τὴν ποιητικὴν δίχα διαιρετέον πρώτην.
<milestone unit="section" resp="Stephanus" n="265b"/> ἡ γάρ που μίμησις ποίησίς τίς ἐστιν, εἰδώλων μέντοι, φαμέν, ἀλλʼ οὐκ αὐτῶν ἑκάστων· ἦ γάρ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ποιητικῆς δὴ πρῶτον δύʼ ἔστω μέρη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποίω;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὲν θεῖον, τὸ δʼ ἀνθρώπινον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὔπω μεμάθηκα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ποιητικήν, εἴπερ μεμνήμεθα τὰ κατʼ ἀρχὰς λεχθέντα, πᾶσαν ἔφαμεν εἶναι δύναμιν ἥτις ἂν αἰτία γίγνηται τοῖς μὴ πρότερον οὖσιν ὕστερον γίγνεσθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μεμνήμεθα.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="265c"/><label>ΞΕ.</label> ζῷα δὴ πάντα θνητά, καὶ δὴ καὶ φυτὰ ὅσα τʼ ἐπὶ γῆς ἐκ σπερμάτων καὶ ῥιζῶν φύεται, καὶ ὅσα ἄψυχα ἐν γῇ συνίσταται σώματα τηκτὰ καὶ ἄτηκτα, μῶν ἄλλου τινὸς ἢ θεοῦ δημιουργοῦντος φήσομεν ὕστερον γίγνεσθαι πρότερον οὐκ ὄντα; ἢ τῷ τῶν πολλῶν δόγματι καὶ ῥήματι χρώμενοι—</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποίῳ τῳ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν φύσιν αὐτὰ γεννᾶν ἀπό τινος αἰτίας αὐτομάτης καὶ ἄνευ διανοίας φυούσης, ἢ μετὰ λόγου τε καὶ ἐπιστήμης θείας ἀπὸ θεοῦ γιγνομένης;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="265d"/><label>ΘΕΑΙ.</label> ἐγὼ μὲν ἴσως διὰ τὴν ἡλικίαν πολλάκις ἀμφότερα μεταδοξάζω· νῦν μὴν βλέπων εἰς σὲ καὶ ὑπολαμβάνων οἴεσθαί σε κατά γε θεὸν αὐτὰ γίγνεσθαι, ταύτῃ καὶ αὐτὸς νενόμικα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καλῶς γε, ὦ Θεαίτητε. καὶ εἰ μέν γέ σε ἡγούμεθα τῶν εἰς τὸν ἔπειτʼ <add>ἂν</add> χρόνον ἄλλως πως δοξαζόντων εἶναι, νῦν ἂν τῷ λόγῳ μετὰ πειθοῦς ἀναγκαίας ἐπεχειροῦμεν ποιεῖν ὁμολογεῖν· ἐπειδὴ δέ σου καταμανθάνω τὴν φύσιν, ὅτι καὶ
<milestone unit="section" resp="Stephanus" n="265e"/> ἄνευ τῶν παρʼ ἡμῶν λόγων αὐτὴ πρόσεισιν ἐφʼ ἅπερ νῦν ἕλκεσθαι φῄς, ἐάσω· χρόνος γὰρ ἐκ περιττοῦ γίγνοιτʼ ἄν. ἀλλὰ θήσω τὰ μὲν φύσει λεγόμενα ποιεῖσθαι θείᾳ τέχνῃ, τὰ δʼ ἐκ τούτων ὑπʼ ἀνθρώπων συνιστάμενα ἀνθρωπίνῃ, καὶ κατὰ τοῦτον δὴ τὸν λόγον δύο ποιητικῆς γένη, τὸ μὲν ἀνθρώπινον εἶναι, τὸ δὲ θεῖον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τέμνε δὴ δυοῖν οὔσαιν δίχα ἑκατέραν αὖθις.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p></div></div></body></text></TEI>