ΞΕ. διὰ ταῦτʼ οὖν λόγον πρῶτον καὶ δόξαν καὶ φαντασίαν διερευνητέον ὅτι ποτʼ ἔστιν, ἵνα φανέντων καὶ τὴν κοινωνίαν αὐτῶν τῷ μὴ ὄντι κατίδωμεν, κατιδόντες δὲ τὸ ψεῦδος ὂν ἀποδείξωμεν, ἀποδείξαντες δὲ τὸν σοφιστὴν εἰς αὐτὸ ἐνδήσωμεν, εἴπερ ἔνοχός ἐστιν, ἢ καὶ ἀπολύσαντες ἐν ἄλλῳ γένει ζητῶμεν. ΘΕΑΙ. κομιδῇ δέ γε, ὦ ξένε, ἔοικεν ἀληθὲς εἶναι τὸ περὶ τὸν σοφιστὴν κατʼ ἀρχὰς λεχθέν, ὅτι δυσθήρευτον εἴη τὸ γένος. φαίνεται γὰρ οὖν προβλημάτων γέμειν, ὧν ἐπειδάν τι προβάλῃ, τοῦτο πρότερον ἀναγκαῖον διαμάχεσθαι πρὶν ἐπʼ αὐτὸν ἐκεῖνον ἀφικέσθαι. νῦν γὰρ μόγις μὲν τὸ μὴ ὂν ὡς οὐκ ἔστι προβληθὲν διεπεράσαμεν, ἕτερον δὲ προβέβληται, καὶ δεῖ δὴ ψεῦδος ὡς ἔστι καὶ περὶ λόγον καὶ περὶ δόξαν ἀποδεῖξαι, καὶ μετὰ τοῦτο ἴσως ἕτερον, καὶ ἔτʼ ἄλλο μετʼ ἐκεῖνο· καὶ πέρας, ὡς ἔοικεν, οὐδὲν φανήσεταί ποτε. ΞΕ. θαρρεῖν, ὦ Θεαίτητε, χρὴ τὸν καὶ σμικρόν τι δυνάμενον εἰς τὸ πρόσθεν ἀεὶ προϊέναι. τί γὰρ ὅ γʼ ἀθυμῶν ἐν τούτοις δράσειεν ἂν ἐν ἄλλοις, ἢ μηδὲν ἐν ἐκείνοις ἀνύτων ἢ καὶ πάλιν εἰς τοὔπισθεν ἀπωσθείς; σχολῇ που, τὸ κατὰ τὴν παροιμίαν λεγόμενον, ὅ γε τοιοῦτος ἄν ποτε ἕλοι πόλιν. νῦν δʼ ἐπεί, ὠγαθέ, τοῦτο ὃ λέγεις διαπεπέρανται, τό τοι μέγιστον ἡμῖν τεῖχος ᾑρημένον ἂν εἴη, τὰ δʼ ἄλλα ἤδη ῥᾴω καὶ σμικρότερα. ΘΕΑΙ. καλῶς εἶπες. ΞΕ. λόγον δὴ πρῶτον καὶ δόξαν, καθάπερ ἐρρήθη νυνδή, λάβωμεν, ἵνα ἐναργέστερον ἀπολογισώμεθα πότερον αὐτῶν ἅπτεται τὸ μὴ ὂν ἢ παντάπασιν ἀληθῆ μέν ἐστιν ἀμφότερα ταῦτα, ψεῦδος δὲ οὐδέποτε οὐδέτερον. ΘΕΑΙ. ὀρθῶς. ΞΕ. φέρε δή, καθάπερ περὶ τῶν εἰδῶν καὶ τῶν γραμμάτων ἐλέγομεν, περὶ τῶν ὀνομάτων πάλιν ὡσαύτως ἐπισκεψώμεθα. φαίνεται γάρ πῃ ταύτῃ τὸ νῦν ζητούμενον. ΘΕΑΙ. τὸ ποῖον οὖν δὴ περὶ τῶν ὀνομάτων ὑπακουστέον; ΞΕ. εἴτε πάντα ἀλλήλοις συναρμόττει εἴτε μηδέν, εἴτε τὰ μὲν ἐθέλει, τὰ δὲ μή. ΘΕΑΙ. δῆλον τοῦτό γε, ὅτι τὰ μὲν ἐθέλει, τὰ δʼ οὔ. ΞΕ. τὸ τοιόνδε λέγεις ἴσως, ὅτι τὰ μὲν ἐφεξῆς λεγόμενα καὶ δηλοῦντά τι συναρμόττει, τὰ δὲ τῇ συνεχείᾳ μηδὲν σημαίνοντα ἀναρμοστεῖ. ΘΕΑΙ. πῶς τί τοῦτʼ εἶπας; ΞΕ. ὅπερ ᾠήθην ὑπολαβόντα σε προσομολογεῖν. ἔστι γὰρ ἡμῖν που τῶν τῇ φωνῇ περὶ τὴν οὐσίαν δηλωμάτων διττὸν γένος. ΘΕΑΙ. πῶς; ΞΕ. τὸ μὲν ὀνόματα, τὸ δὲ ῥήματα κληθέν. ΘΕΑΙ. εἰπὲ ἑκάτερον. ΞΕ. τὸ μὲν ἐπὶ ταῖς πράξεσιν ὂν δήλωμα ῥῆμά που λέγομεν. ΘΕΑΙ. ναί. ΞΕ. τὸ δέ γʼ ἐπʼ αὐτοῖς τοῖς ἐκείνας πράττουσι σημεῖον τῆς φωνῆς ἐπιτεθὲν ὄνομα. ΘΕΑΙ. κομιδῇ μὲν οὖν. ΞΕ. οὐκοῦν ἐξ ὀνομάτων μὲν μόνων συνεχῶς λεγομένων οὐκ ἔστι ποτὲ λόγος, οὐδʼ αὖ ῥημάτων χωρὶς ὀνομάτων λεχθέντων. ΘΕΑΙ. ταῦτʼ οὐκ ἔμαθον. ΞΕ. δῆλον γὰρ ὡς πρὸς ἕτερόν τι βλέπων ἄρτι συνωμολόγεις· ἐπεὶ τοῦτʼ αὐτὸ ἐβουλόμην εἰπεῖν, ὅτι συνεχῶς ὧδε λεγόμενα ταῦτα οὐκ ἔστι λόγος. ΘΕΑΙ. πῶς; ΞΕ. οἷον βαδίζει τρέχει καθεύδει, καὶ τἆλλα ὅσα πράξεις σημαίνει ῥήματα, κἂν πάντα τις ἐφεξῆς αὔτʼ εἴπῃ, λόγον οὐδέν τι μᾶλλον ἀπεργάζεται. ΘΕΑΙ. πῶς γάρ; ΞΕ. οὐκοῦν καὶ πάλιν ὅταν λέγηται λέων ἔλαφος ἵππος , ὅσα τε ὀνόματα τῶν τὰς πράξεις αὖ πραττόντων ὠνομάσθη, καὶ κατὰ ταύτην δὴ τὴν συνέχειαν οὐδείς πω συνέστη λόγος· οὐδεμίαν γὰρ οὔτε οὕτως οὔτʼ ἐκείνως πρᾶξιν οὐδʼ ἀπραξίαν οὐδὲ οὐσίαν ὄντος οὐδὲ μὴ ὄντος δηλοῖ τὰ φωνηθέντα, πρὶν ἄν τις τοῖς ὀνόμασι τὰ ῥήματα κεράσῃ. τότε δʼ ἥρμοσέν τε καὶ λόγος ἐγένετο εὐθὺς ἡ πρώτη συμπλοκή, σχεδὸν τῶν λόγων ὁ πρῶτός τε καὶ σμικρότατος. ΘΕΑΙ. πῶς ἄρʼ ὧδε λέγεις; ΞΕ. ὅταν εἴπῃ τις· ἄνθρωπος μανθάνει , λόγον εἶναι φῂς τοῦτον ἐλάχιστόν τε καὶ πρῶτον; ΘΕΑΙ. ἔγωγε. ΞΕ. δηλοῖ γὰρ ἤδη που τότε περὶ τῶν ὄντων ἢ γιγνομένων ἢ γεγονότων ἢ μελλόντων, καὶ οὐκ ὀνομάζει μόνον ἀλλά τι περαίνει, συμπλέκων τὰ ῥήματα τοῖς ὀνόμασι. διὸ λέγειν τε αὐτὸν ἀλλʼ οὐ μόνον ὀνομάζειν εἴπομεν, καὶ δὴ καὶ τῷ πλέγματι τούτῳ τὸ ὄνομα ἐφθεγξάμεθα λόγον. ΘΕΑΙ. ὀρθῶς. ΞΕ. οὕτω δὴ καθάπερ τὰ πράγματα τὰ μὲν ἀλλήλοις ἥρμοττεν, τὰ δʼ οὔ, καὶ περὶ τὰ τῆς φωνῆς αὖ σημεῖα τὰ μὲν οὐχ ἁρμόττει, τὰ δὲ ἁρμόττοντα αὐτῶν λόγον ἀπηργάσατο. ΘΕΑΙ. παντάπασι μὲν οὖν. ΞΕ. ἔτι δὴ σμικρὸν τόδε. ΘΕΑΙ. τὸ ποῖον; ΞΕ. λόγον ἀναγκαῖον, ὅτανπερ ᾖ, τινὸς εἶναι λόγον, μὴ δὲ τινὸς ἀδύνατον. ΘΕΑΙ. οὕτως. ΞΕ. οὐκοῦν καὶ ποιόν τινα αὐτὸν εἶναι δεῖ; ΘΕΑΙ. πῶς δʼ οὔ; ΞΕ. προσέχωμεν δὴ τὸν νοῦν ἡμῖν αὐτοῖς. ΘΕΑΙ. δεῖ γοῦν. ΞΕ. λέξω τοίνυν σοι λόγον συνθεὶς πρᾶγμα πράξει διʼ ὀνόματος καὶ ῥήματος· ὅτου δʼ ἂν ὁ λόγος ᾖ, σύ μοι φράζειν. ΘΕΑΙ. ταῦτʼ ἔσται κατὰ δύναμιν. ΞΕ. Θεαίτητος κάθηται . μῶν μὴ μακρὸς ὁ λόγος; ΘΕΑΙ. οὔκ, ἀλλὰ μέτριος. ΞΕ. σὸν ἔργον δὴ φράζειν περὶ οὗ τʼ ἐστὶ καὶ ὅτου. ΘΕΑΙ. δῆλον ὅτι περὶ ἐμοῦ τε καὶ ἐμός. ΞΕ. τί δὲ ὅδʼ αὖ; ΘΕΑΙ. ποῖος; ΞΕ. Θεαίτητος , ᾧ νῦν ἐγὼ διαλέγομαι, πέτεται . ΘΕΑΙ. καὶ τοῦτον οὐδʼ ἂν εἷς ἄλλως εἴποι πλὴν ἐμόν τε καὶ περὶ ἐμοῦ. ΞΕ. ποιὸν δέ γέ τινά φαμεν ἀναγκαῖον ἕκαστον εἶναι τῶν λόγων. ΘΕΑΙ. ναί. ΞΕ. τούτων δὴ ποῖόν τινα ἑκάτερον φατέον εἶναι; ΘΕΑΙ. τὸν μὲν ψευδῆ που, τὸν δὲ ἀληθῆ. ΞΕ. λέγει δὲ αὐτῶν ὁ μὲν ἀληθὴς τὰ ὄντα ὡς ἔστιν περὶ σοῦ. ΘΕΑΙ. τί μήν; ΞΕ. ὁ δὲ δὴ ψευδὴς ἕτερα τῶν ὄντων. ΘΕΑΙ. ναί. ΞΕ. τὰ μὴ ὄντʼ ἄρα ὡς ὄντα λέγει. ΘΕΑΙ. σχεδόν. ΞΕ. ὄντων δέ γε ὄντα ἕτερα περὶ σοῦ. πολλὰ μὲν γὰρ ἔφαμεν ὄντα περὶ ἕκαστον εἶναί που, πολλὰ δὲ οὐκ ὄντα. ΘΕΑΙ. κομιδῇ μὲν οὖν. ΞΕ. ὃν ὕστερον δὴ λόγον εἴρηκα περὶ σοῦ, πρῶτον μέν, ἐξ ὧν ὡρισάμεθα τί ποτʼ ἔστι λόγος, ἀναγκαιότατον αὐτὸν ἕνα τῶν βραχυτάτων εἶναι. ΘΕΑΙ. νυνδὴ γοῦν ταύτῃ συνωμολογήσαμεν. ΞΕ. ἔπειτα δέ γε τινός. ΘΕΑΙ. οὕτως. ΞΕ. εἰ δὲ μὴ ἔστιν σός, οὐκ ἄλλου γε οὐδενός. ΘΕΑΙ. πῶς γάρ; ΞΕ. μηδενὸς δέ γε ὢν οὐδʼ ἂν λόγος εἴη τὸ παράπαν· ἀπεφήναμεν γὰρ ὅτι τῶν ἀδυνάτων ἦν λόγον ὄντα μηδενὸς εἶναι λόγον. ΘΕΑΙ. ὀρθότατα. ΞΕ. περὶ δὴ σοῦ λεγόμενα, λεγόμενα μέντοι θάτερα ὡς τὰ αὐτὰ καὶ μὴ ὄντα ὡς ὄντα, παντάπασιν ὡς ἔοικεν ἡ τοιαύτη σύνθεσις ἔκ τε ῥημάτων γιγνομένη καὶ ὀνομάτων ὄντως τε καὶ ἀληθῶς γίγνεσθαι λόγος ψευδής. ΘΕΑΙ. ἀληθέστατα μὲν οὖν. ΞΕ. τί δὲ δή; διάνοιά τε καὶ δόξα καὶ φαντασία, μῶν οὐκ ἤδη δῆλον ὅτι ταῦτά γε ψευδῆ τε καὶ ἀληθῆ πάνθʼ ἡμῶν ἐν ταῖς ψυχαῖς ἐγγίγνεται; ΘΕΑΙ. πῶς; ΞΕ. ὧδʼ εἴσῃ ῥᾷον, ἂν πρῶτον λάβῃς αὐτὰ τί ποτʼ ἔστιν καὶ τί διαφέρουσιν ἕκαστα ἀλλήλων. ΘΕΑΙ. δίδου μόνον. ΞΕ. οὐκοῦν διάνοια μὲν καὶ λόγος ταὐτόν· πλὴν ὁ μὲν ἐντὸς τῆς ψυχῆς πρὸς αὑτὴν διάλογος ἄνευ φωνῆς γιγνόμενος τοῦτʼ αὐτὸ ἡμῖν ἐπωνομάσθη, διάνοια; ΘΕΑΙ. πάνυ μὲν οὖν. ΞΕ. τὸ δέ γʼ ἀπʼ ἐκείνης ῥεῦμα διὰ τοῦ στόματος ἰὸν μετὰ φθόγγου κέκληται λόγος; ΘΕΑΙ. ἀληθῆ. ΞΕ. καὶ μὴν ἐν λόγοις γε αὖ ἴσμεν ἐνὸν— ΘΕΑΙ. τὸ ποῖον; ΞΕ. φάσιν τε καὶ ἀπόφασιν. ΘΕΑΙ. ἴσμεν. ΞΕ. ὅταν οὖν τοῦτο ἐν ψυχῇ κατὰ διάνοιαν ἐγγίγνηται μετὰ σιγῆς, πλὴν δόξης ἔχεις ὅτι προσείπῃς αὐτό; ΘΕΑΙ. καὶ πῶς; ΞΕ. τί δʼ ὅταν μὴ καθʼ αὑτὸ ἀλλὰ διʼ αἰσθήσεως παρῇ τινι, τὸ τοιοῦτον αὖ πάθος ἆρʼ οἷόν τε ὀρθῶς εἰπεῖν ἕτερόν τι πλὴν φαντασίαν; ΘΕΑΙ. οὐδέν. ΞΕ. οὐκοῦν ἐπείπερ λόγος ἀληθὴς ἦν καὶ ψευδής, τούτων δʼ ἐφάνη διάνοια μὲν αὐτῆς πρὸς ἑαυτὴν ψυχῆς διάλογος, δόξα δὲ διανοίας ἀποτελεύτησις, φαίνεται δὲ ὃ λέγομεν σύμμειξις αἰσθήσεως καὶ δόξης, ἀνάγκη δὴ καὶ τούτων τῷ λόγῳ συγγενῶν ὄντων ψευδῆ τε αὐτῶν ἔνια καὶ ἐνίοτε εἶναι. ΘΕΑΙ. πῶς δʼ οὔ; ΞΕ. κατανοεῖς οὖν ὅτι πρότερον ηὑρέθη ψευδὴς δόξα καὶ λόγος ἢ κατὰ τὴν προσδοκίαν ἣν ἐφοβήθημεν ἄρτι, μὴ παντάπασιν ἀνήνυτον ἔργον ἐπιβαλλοίμεθα ζητοῦντες αὐτό; ΘΕΑΙ. κατανοῶ. ΞΕ. μὴ τοίνυν μηδʼ εἰς τὰ λοιπὰ ἀθυμῶμεν. ἐπειδὴ γὰρ πέφανται ταῦτα, τῶν ἔμπροσθεν ἀναμνησθῶμεν κατʼ εἴδη διαιρέσεων. ΘΕΑΙ. ποίων δή; ΞΕ. διειλόμεθα τῆς εἰδωλοποιικῆς εἴδη δύο, τὴν μὲν εἰκαστικήν, τὴν δὲ φανταστικήν. ΘΕΑΙ. ναί. ΞΕ. καὶ τὸν σοφιστὴν εἴπομεν ὡς ἀποροῖμεν εἰς ὁποτέραν θήσομεν. ΘΕΑΙ. ἦν ταῦτα. ΞΕ. καὶ τοῦθʼ ἡμῶν ἀπορουμένων ἔτι μείζων κατεχύθη σκοτοδινία, φανέντος τοῦ λόγου τοῦ πᾶσιν ἀμφισβητοῦντος ὡς οὔτε εἰκὼν οὔτε εἴδωλον οὔτε φάντασμʼ εἴη τὸ παράπαν οὐδὲν διὰ τὸ μηδαμῶς μηδέποτε μηδαμοῦ ψεῦδος εἶναι. ΘΕΑΙ. λέγεις ἀληθῆ. ΞΕ. νῦν δέ γʼ ἐπειδὴ πέφανται μὲν λόγος, πέφανται δʼ οὖσα δόξα ψευδής, ἐγχωρεῖ δὴ μιμήματα τῶν ὄντων εἶναι καὶ τέχνην ἐκ ταύτης γίγνεσθαι τῆς διαθέσεως ἀπατητικήν. ΘΕΑΙ. ἐγχωρεῖ. ΞΕ. καὶ μὴν ὅτι γʼ ἦν ὁ σοφιστὴς τούτων πότερον, διωμολογημένον ἡμῖν ἐν τοῖς πρόσθεν ἦν. ΘΕΑΙ. ναί. ΞΕ. πάλιν τοίνυν ἐπιχειρῶμεν, σχίζοντες διχῇ τὸ προτεθὲν γένος, πορεύεσθαι κατὰ τοὐπὶ δεξιὰ ἀεὶ μέρος τοῦ τμηθέντος, ἐχόμενοι τῆς τοῦ σοφιστοῦ κοινωνίας, ἕως ἂν αὐτοῦ τὰ κοινὰ πάντα περιελόντες, τὴν οἰκείαν λιπόντες φύσιν ἐπιδείξωμεν μάλιστα μὲν ἡμῖν αὐτοῖς, ἔπειτα καὶ τοῖς ἐγγυτάτω γένει τῆς τοιαύτης μεθόδου πεφυκόσιν. ΘΕΑΙ. ὀρθῶς. ΞΕ. οὐκοῦν τότε μὲν ἠρχόμεθα ποιητικὴν καὶ κτητικὴν τέχνην διαιρούμενοι; ΘΕΑΙ. ναί. ΞΕ. καὶ τῆς κτητικῆς ἐν θηρευτικῇ καὶ ἀγωνίᾳ καὶ ἐμπορικῇ καί τισιν ἐν τοιούτοις εἴδεσιν ἐφαντάζεθʼ ἡμῖν; ΘΕΑΙ. πάνυ μὲν οὖν. ΞΕ. νῦν δέ γʼ ἐπειδὴ μιμητικὴ περιείληφεν αὐτὸν τέχνη, δῆλον ὡς αὐτὴν τὴν ποιητικὴν δίχα διαιρετέον πρώτην. ἡ γάρ που μίμησις ποίησίς τίς ἐστιν, εἰδώλων μέντοι, φαμέν, ἀλλʼ οὐκ αὐτῶν ἑκάστων· ἦ γάρ; ΘΕΑΙ. παντάπασι μὲν οὖν. ΞΕ. ποιητικῆς δὴ πρῶτον δύʼ ἔστω μέρη. ΘΕΑΙ. ποίω; ΞΕ. τὸ μὲν θεῖον, τὸ δʼ ἀνθρώπινον. ΘΕΑΙ. οὔπω μεμάθηκα. ΞΕ. ποιητικήν, εἴπερ μεμνήμεθα τὰ κατʼ ἀρχὰς λεχθέντα, πᾶσαν ἔφαμεν εἶναι δύναμιν ἥτις ἂν αἰτία γίγνηται τοῖς μὴ πρότερον οὖσιν ὕστερον γίγνεσθαι. ΘΕΑΙ. μεμνήμεθα. ΞΕ. ζῷα δὴ πάντα θνητά, καὶ δὴ καὶ φυτὰ ὅσα τʼ ἐπὶ γῆς ἐκ σπερμάτων καὶ ῥιζῶν φύεται, καὶ ὅσα ἄψυχα ἐν γῇ συνίσταται σώματα τηκτὰ καὶ ἄτηκτα, μῶν ἄλλου τινὸς ἢ θεοῦ δημιουργοῦντος φήσομεν ὕστερον γίγνεσθαι πρότερον οὐκ ὄντα; ἢ τῷ τῶν πολλῶν δόγματι καὶ ῥήματι χρώμενοι— ΘΕΑΙ. ποίῳ τῳ; ΞΕ. τὴν φύσιν αὐτὰ γεννᾶν ἀπό τινος αἰτίας αὐτομάτης καὶ ἄνευ διανοίας φυούσης, ἢ μετὰ λόγου τε καὶ ἐπιστήμης θείας ἀπὸ θεοῦ γιγνομένης; ΘΕΑΙ. ἐγὼ μὲν ἴσως διὰ τὴν ἡλικίαν πολλάκις ἀμφότερα μεταδοξάζω· νῦν μὴν βλέπων εἰς σὲ καὶ ὑπολαμβάνων οἴεσθαί σε κατά γε θεὸν αὐτὰ γίγνεσθαι, ταύτῃ καὶ αὐτὸς νενόμικα. ΞΕ. καλῶς γε, ὦ Θεαίτητε. καὶ εἰ μέν γέ σε ἡγούμεθα τῶν εἰς τὸν ἔπειτʼ ἂν χρόνον ἄλλως πως δοξαζόντων εἶναι, νῦν ἂν τῷ λόγῳ μετὰ πειθοῦς ἀναγκαίας ἐπεχειροῦμεν ποιεῖν ὁμολογεῖν· ἐπειδὴ δέ σου καταμανθάνω τὴν φύσιν, ὅτι καὶ ἄνευ τῶν παρʼ ἡμῶν λόγων αὐτὴ πρόσεισιν ἐφʼ ἅπερ νῦν ἕλκεσθαι φῄς, ἐάσω· χρόνος γὰρ ἐκ περιττοῦ γίγνοιτʼ ἄν. ἀλλὰ θήσω τὰ μὲν φύσει λεγόμενα ποιεῖσθαι θείᾳ τέχνῃ, τὰ δʼ ἐκ τούτων ὑπʼ ἀνθρώπων συνιστάμενα ἀνθρωπίνῃ, καὶ κατὰ τοῦτον δὴ τὸν λόγον δύο ποιητικῆς γένη, τὸ μὲν ἀνθρώπινον εἶναι, τὸ δὲ θεῖον. ΘΕΑΙ. ὀρθῶς. ΞΕ. τέμνε δὴ δυοῖν οὔσαιν δίχα ἑκατέραν αὖθις. ΘΕΑΙ. πῶς;