<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="257"><p><said who="#Ξένος"><milestone n="257" unit="page"/><milestone unit="section" resp="Stephanus" n="257a"/><label>ΞΕ.</label> οὐκοῦν καὶ τὸ ὂν αὐτὸ τῶν ἄλλων ἕτερον εἶναι λεκτέον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀνάγκη.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τὸ ὂν ἄρʼ ἡμῖν, ὅσαπέρ ἐστι τὰ ἄλλα, κατὰ τοσαῦτα οὐκ ἔστιν· ἐκεῖνα γὰρ οὐκ ὂν ἓν μὲν αὐτό ἐστιν, ἀπέραντα δὲ τὸν ἀριθμὸν τἆλλα οὐκ ἔστιν αὖ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σχεδὸν οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν δὴ καὶ ταῦτα οὐ δυσχεραντέον, ἐπείπερ ἔχει κοινωνίαν ἀλλήλοις ἡ τῶν γενῶν φύσις. εἰ δέ τις ταῦτα μὴ συγχωρεῖ, πείσας ἡμῶν τοὺς ἔμπροσθεν λόγους οὕτω πειθέτω τὰ μετὰ ταῦτα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δικαιότατα εἴρηκας.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="257b"/><label>ΞΕ.</label> ἴδωμεν δὴ καὶ τόδε.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὁπόταν τὸ μὴ ὂν λέγωμεν, ὡς ἔοικεν, οὐκ ἐναντίον τι λέγομεν τοῦ ὄντος ἀλλʼ ἕτερον μόνον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οἷον ὅταν εἴπωμέν τι μὴ μέγα, τότε μᾶλλόν τί σοι φαινόμεθα τὸ σμικρὸν ἢ τὸ ἴσον δηλοῦν τῷ ῥήματι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ ἄρʼ, ἐναντίον ὅταν ἀπόφασις λέγηται σημαίνειν, συγχωρησόμεθα, τοσοῦτον δὲ μόνον, ὅτι τῶν ἄλλων τὶ μηνύει
<milestone unit="section" resp="Stephanus" n="257c"/> τὸ μὴ καὶ τὸ οὒ προτιθέμενα τῶν ἐπιόντων ὀνομάτων, μᾶλλον δὲ τῶν πραγμάτων περὶ ἅττʼ ἂν κέηται τὰ ἐπιφθεγγόμενα ὕστερον τῆς ἀποφάσεως ὀνόματα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τόδε δὲ διανοηθῶμεν, εἰ καὶ σοὶ συνδοκεῖ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἡ θατέρου μοι φύσις φαίνεται κατακεκερματίσθαι καθάπερ ἐπιστήμη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μία μέν ἐστί που καὶ ἐκείνη, τὸ δʼ ἐπί τῳ γιγνόμενον μέρος αὐτῆς ἕκαστον ἀφορισθὲν ἐπωνυμίαν ἴσχει τινὰ
<milestone unit="section" resp="Stephanus" n="257d"/> ἑαυτῆς ἰδίαν· διὸ πολλαὶ τέχναι τʼ εἰσὶ λεγόμεναι καὶ ἐπιστῆμαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν καὶ τὰ τῆς θατέρου φύσεως μόρια μιᾶς οὔσης ταὐτὸν πέπονθε τοῦτο.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τάχʼ ἄν· ἀλλʼ ὅπῃ δὴ λέγωμεν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἔστι τῷ καλῷ τι θατέρου μόριον ἀντιτιθέμενον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔστιν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦτʼ οὖν ἀνώνυμον ἐροῦμεν ἤ τινʼ ἔχον ἐπωνυμίαν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔχον· ὃ γὰρ μὴ καλὸν ἑκάστοτε φθεγγόμεθα, τοῦτο οὐκ ἄλλου τινὸς ἕτερόν ἐστιν ἢ τῆς τοῦ καλοῦ φύσεως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἴθι νυν τόδε μοι λέγε.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="257e"/><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἄλλο τι τῶν ὄντων τινὸς ἑνὸς γένους ἀφορισθὲν καὶ πρός τι τῶν ὄντων αὖ πάλιν ἀντιτεθὲν οὕτω συμβέβηκεν εἶναι τὸ μὴ καλόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὄντος δὴ πρὸς ὂν ἀντίθεσις, ὡς ἔοικʼ, εἶναί τις συμβαίνει τὸ μὴ καλόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθότατα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί οὖν; κατὰ τοῦτον τὸν λόγον ἆρα μᾶλλον μὲν τὸ καλὸν ἡμῖν ἐστι τῶν ὄντων, ἧττον δὲ τὸ μὴ καλόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="258"><p><said who="#Ξένος"><milestone n="258" unit="page"/><milestone unit="section" resp="Stephanus" n="258a"/><label>ΞΕ.</label> ὁμοίως ἄρα τὸ μὴ μέγα καὶ τὸ μέγα αὐτὸ εἶναι λεκτέον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὁμοίως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν καὶ τὸ μὴ δίκαιον τῷ δικαίῳ κατὰ ταὐτὰ θετέον πρὸς τὸ μηδέν τι μᾶλλον εἶναι θάτερον θατέρου;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τἆλλα δὴ ταύτῃ λέξομεν, ἐπείπερ ἡ θατέρου φύσις ἐφάνη τῶν ὄντων οὖσα, ἐκείνης δὲ οὔσης ἀνάγκη δὴ καὶ τὰ μόρια αὐτῆς μηδενὸς ἧττον ὄντα τιθέναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν, ὡς ἔοικεν, ἡ τῆς θατέρου μορίου φύσεως
<milestone unit="section" resp="Stephanus" n="258b"/> καὶ τῆς τοῦ ὄντος πρὸς ἄλληλα ἀντικειμένων ἀντίθεσις οὐδὲν ἧττον, εἰ θέμις εἰπεῖν, αὐτοῦ τοῦ ὄντος οὐσία ἐστίν, οὐκ ἐναντίον ἐκείνῳ σημαίνουσα ἀλλὰ τοσοῦτον μόνον, ἕτερον ἐκείνου.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σαφέστατά γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τίνʼ οὖν αὐτὴν προσείπωμεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δῆλον ὅτι τὸ μὴ ὄν, ὃ διὰ τὸν σοφιστὴν ἐζητοῦμεν, αὐτό ἐστι τοῦτο.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πότερον οὖν, ὥσπερ εἶπες, ἔστιν οὐδενὸς τῶν ἄλλων οὐσίας ἐλλειπόμενον, καὶ δεῖ θαρροῦντα ἤδη λέγειν ὅτι τὸ μὴ ὂν βεβαίως ἐστὶ τὴν αὑτοῦ φύσιν ἔχον, ὥσπερ τὸ μέγα
<milestone unit="section" resp="Stephanus" n="258c"/> ἦν μέγα καὶ τὸ καλὸν ἦν καλὸν καὶ τὸ μὴ μέγα <add>μὴ μέγα</add> καὶ τὸ μὴ καλὸν <add>μὴ καλόν</add>, οὕτω δὲ καὶ τὸ μὴ ὂν κατὰ ταὐτὸν ἦν τε καὶ ἔστι μὴ ὄν, ἐνάριθμον τῶν πολλῶν ὄντων εἶδος ἕν; ἤ τινα ἔτι πρὸς αὐτό, ὦ Θεαίτητε, ἀπιστίαν ἔχομεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδεμίαν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οἶσθʼ οὖν ὅτι Παρμενίδῃ μακροτέρως τῆς ἀπορρήσεως ἠπιστήκαμεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πλεῖον ἢ ʼκεῖνος ἀπεῖπε σκοπεῖν, ἡμεῖς εἰς τὸ πρόσθεν ἔτι ζητήσαντες ἀπεδείξαμεν αὐτῷ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="258d"/><label>ΞΕ.</label> ὅτι ὁ μέν πού φησιν—<quote type="verse"><l met="dactylic">οὐ γὰρ μήποτε τοῦτο δαμῇ, εἶναι μὴ ἐόντα,</l><l>ἀλλὰ σὺ τῆσδʼ ἀφʼ ὁδοῦ διζήσιος εἶργε νόημα.</l></quote><bibl>Parmenides 7.1</bibl></said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγει γὰρ οὖν οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἡμεῖς δέ γε οὐ μόνον τὰ μὴ ὄντα ὡς ἔστιν ἀπεδείξαμεν, ἀλλὰ καὶ τὸ εἶδος ὃ τυγχάνει ὂν τοῦ μὴ ὄντος ἀπεφηνάμεθα· τὴν γὰρ θατέρου φύσιν ἀποδείξαντες οὖσάν
<milestone unit="section" resp="Stephanus" n="258e"/> τε καὶ κατακεκερματισμένην ἐπὶ πάντα τὰ ὄντα πρὸς ἄλληλα, τὸ πρὸς τὸ ὂν ἕκαστον μόριον αὐτῆς ἀντιτιθέμενον ἐτολμήσαμεν εἰπεῖν ὡς αὐτὸ τοῦτό ἐστιν ὄντως τὸ μὴ ὄν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ παντάπασί γε, ὦ ξένε, ἀληθέστατά μοι δοκοῦμεν εἰρηκέναι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="259"><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ τοίνυν ἡμᾶς εἴπῃ τις ὅτι τοὐναντίον τοῦ ὄντος τὸ μὴ ὂν ἀποφαινόμενοι τολμῶμεν λέγειν ὡς ἔστιν. ἡμεῖς γὰρ περὶ μὲν ἐναντίου τινὸς αὐτῷ χαίρειν πάλαι λέγομεν,
<milestone n="259" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="259a"/> εἴτʼ ἔστιν εἴτε μή, λόγον ἔχον ἢ καὶ παντάπασιν ἄλογον· ὃ δὲ νῦν εἰρήκαμεν εἶναι τὸ μὴ ὄν, ἢ πεισάτω τις ὡς οὐ καλῶς λέγομεν ἐλέγξας, ἢ μέχριπερ ἂν ἀδυνατῇ, λεκτέον καὶ ἐκείνῳ καθάπερ ἡμεῖς λέγομεν, ὅτι συμμείγνυταί τε ἀλλήλοις τὰ γένη καὶ τό τε ὂν καὶ θάτερον διὰ πάντων καὶ διʼ ἀλλήλων διεληλυθότε τὸ μὲν ἕτερον μετασχὸν τοῦ ὄντος ἔστι μὲν διὰ ταύτην τὴν μέθεξιν, οὐ μὴν ἐκεῖνό γε οὗ μετέσχεν ἀλλʼ ἕτερον, ἕτερον δὲ τοῦ ὄντος ὂν ἔστι σαφέστατα
<milestone unit="section" resp="Stephanus" n="259b"/> ἐξ ἀνάγκης εἶναι μὴ ὄν· τὸ δὲ ὂν αὖ θατέρου μετειληφὸς ἕτερον τῶν ἄλλων ἂν εἴη γενῶν, ἕτερον δʼ ἐκείνων ἁπάντων ὂν οὐκ ἔστιν ἕκαστον αὐτῶν οὐδὲ σύμπαντα τὰ ἄλλα πλὴν αὐτό, ὥστε τὸ ὂν ἀναμφισβητήτως αὖ μυρία ἐπὶ μυρίοις οὐκ ἔστι, καὶ τἆλλα δὴ καθʼ ἕκαστον οὕτω καὶ σύμπαντα πολλαχῇ μὲν ἔστι, πολλαχῇ δʼ οὐκ ἔστιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθῆ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ ταύταις δὴ ταῖς ἐναντιώσεσιν εἴτε ἀπιστεῖ τις, σκεπτέον αὐτῷ καὶ λεκτέον βέλτιόν τι τῶν νῦν εἰρημένων·
<milestone unit="section" resp="Stephanus" n="259c"/> εἴτε ὥς τι χαλεπὸν κατανενοηκὼς χαίρει τοτὲ μὲν ἐπὶ θάτερα τοτὲ δʼ ἐπὶ θάτερα τοὺς λόγους ἕλκων, οὐκ ἄξια πολλῆς σπουδῆς ἐσπούδακεν, ὡς οἱ νῦν λόγοι φασί. τοῦτο μὲν γὰρ οὔτε τι κομψὸν οὔτε χαλεπὸν εὑρεῖν, ἐκεῖνο δʼ ἤδη καὶ χαλεπὸν ἅμα καὶ καλόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὃ καὶ πρόσθεν εἴρηται, τὸ ταῦτα ἐάσαντα ὡς <sic>δυνατὰ</sic> τοῖς λεγομένοις οἷόν τʼ εἶναι καθʼ ἕκαστον ἐλέγχοντα ἐπακολουθεῖν, ὅταν τέ τις ἕτερον ὄν πῃ ταὐτὸν
<milestone unit="section" resp="Stephanus" n="259d"/> εἶναι φῇ καὶ ὅταν ταὐτὸν ὂν ἕτερον, ἐκείνῃ καὶ κατʼ ἐκεῖνο ὅ φησι τούτων πεπονθέναι πότερον. τὸ δὲ ταὐτὸν ἕτερον ἀποφαίνειν ἁμῇ γέ πῃ καὶ τὸ θάτερον ταὐτὸν καὶ τὸ μέγα σμικρὸν καὶ τὸ ὅμοιον ἀνόμοιον, καὶ χαίρειν οὕτω τἀναντία ἀεὶ προφέροντα ἐν τοῖς λόγοις, οὔτε τις ἔλεγχος οὗτος ἀληθινὸς ἄρτι τε τῶν ὄντων τινὸς ἐφαπτομένου δῆλος νεογενὴς ὤν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ γάρ, ὠγαθέ, τό γε πᾶν ἀπὸ παντὸς ἐπιχειρεῖν
<milestone unit="section" resp="Stephanus" n="259e"/> ἀποχωρίζειν ἄλλως τε οὐκ ἐμμελὲς καὶ δὴ καὶ παντάπασιν ἀμούσου τινὸς καὶ ἀφιλοσόφου.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τελεωτάτη πάντων λόγων ἐστὶν ἀφάνισις τὸ διαλύειν ἕκαστον ἀπὸ πάντων· διὰ γὰρ τὴν ἀλλήλων τῶν εἰδῶν συμπλοκὴν ὁ λόγος γέγονεν ἡμῖν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθῆ.</said></p></div></div></body></text></TEI>