<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="251"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦτο μὲν τοίνυν ἐνταῦθα κείσθω διηπορημένον· ἐπειδὴ δὲ ἐξ ἴσου τό τε ὂν καὶ τὸ μὴ ὂν ἀπορίας μετειλήφατον, νῦν ἐλπὶς ἤδη καθάπερ ἂν αὐτῶν θάτερον εἴτε ἀμυδρότερον εἴτε σαφέστερον ἀναφαίνηται, καὶ θάτερον οὕτως
<milestone n="251" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="251a"/> ἀναφαίνεσθαι· καὶ ἐὰν αὖ μηδέτερον ἰδεῖν δυνώμεθα, τὸν γοῦν λόγον ὅπῃπερ ἂν οἷοί τε ὦμεν εὐπρεπέστατα διωσόμεθα οὕτως ἀμφοῖν ἅμα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καλῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λέγωμεν δὴ καθʼ ὅντινά ποτε τρόπον πολλοῖς ὀνόμασι ταὐτὸν τοῦτο ἑκάστοτε προσαγορεύομεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οἷον δὴ τί; παράδειγμα εἰπέ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λέγομεν ἄνθρωπον δήπου πόλλʼ ἄττα ἐπονομάζοντες, τά τε χρώματα ἐπιφέροντες αὐτῷ καὶ τὰ σχήματα καὶ μεγέθη καὶ κακίας καὶ ἀρετάς, ἐν οἷς πᾶσι καὶ ἑτέροις μυρίοις οὐ μόνον
<milestone unit="section" resp="Stephanus" n="251b"/> ἄνθρωπον αὐτὸν εἶναί φαμεν, ἀλλὰ καὶ ἀγαθὸν καὶ ἕτερα ἄπειρα, καὶ τἆλλα δὴ κατὰ τὸν αὐτὸν λόγον οὕτως ἓν ἕκαστον ὑποθέμενοι πάλιν αὐτὸ πολλὰ καὶ πολλοῖς ὀνόμασι λέγομεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὅθεν γε οἶμαι τοῖς τε νέοις καὶ τῶν γερόντων τοῖς ὀψιμαθέσι θοίνην παρεσκευάκαμεν· εὐθὺς γὰρ ἀντιλαβέσθαι παντὶ πρόχειρον ὡς ἀδύνατον τά τε πολλὰ ἓν καὶ τὸ ἓν πολλὰ εἶναι, καὶ δήπου χαίρουσιν οὐκ ἐῶντες ἀγαθὸν λέγειν
<milestone unit="section" resp="Stephanus" n="251c"/> ἄνθρωπον, ἀλλὰ τὸ μὲν ἀγαθὸν ἀγαθόν, τὸν δὲ ἄνθρωπον ἄνθρωπον. ἐντυγχάνεις γάρ, ὦ Θεαίτητε, ὡς ἐγᾦμαι, πολλάκις τὰ τοιαῦτα ἐσπουδακόσιν, ἐνίοτε πρεσβυτέροις ἀνθρώποις, καὶ ὑπὸ πενίας τῆς περὶ φρόνησιν κτήσεως τὰ τοιαῦτα τεθαυμακόσι, καὶ δή τι καὶ πάσσοφον οἰομένοις τοῦτο αὐτὸ ἀνηυρηκέναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἵνα τοίνυν πρὸς ἅπαντας ἡμῖν ὁ λόγος ᾖ τοὺς
<milestone unit="section" resp="Stephanus" n="251d"/> πώποτε περὶ οὐσίας καὶ ὁτιοῦν διαλεχθέντας, ἔστω καὶ πρὸς τούτους καὶ πρὸς τοὺς ἄλλους, ὅσοις ἔμπροσθεν διειλέγμεθα, τὰ νῦν ὡς ἐν ἐρωτήσει λεχθησόμενα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὰ ποῖα δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πότερον μήτε τὴν οὐσίαν κινήσει καὶ στάσει προσάπτωμεν μήτε ἄλλο ἄλλῳ μηδὲν μηδενί, ἀλλʼ ὡς ἄμεικτα ὄντα καὶ ἀδύνατον μεταλαμβάνειν ἀλλήλων οὕτως αὐτὰ ἐν τοῖς παρʼ ἡμῖν λόγοις τιθῶμεν; ἢ πάντα εἰς ταὐτὸν συναγάγωμεν ὡς δυνατὰ ἐπικοινωνεῖν ἀλλήλοις; ἢ τὰ μέν, τὰ δὲ μή; τούτων,
<milestone unit="section" resp="Stephanus" n="251e"/> ὦ Θεαίτητε, τί ποτʼ ἂν αὐτοὺς προαιρεῖσθαι φήσομεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἐγὼ μὲν ὑπὲρ αὐτῶν οὐδὲν ἔχω πρὸς ταῦτα ἀποκρίνασθαι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί οὖν οὐ καθʼ ἓν ἀποκρινόμενος ἐφʼ ἑκάστου τὰ συμβαίνοντα ἐσκέψω;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καλῶς λέγεις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τιθῶμέν γε αὐτοὺς λέγειν, εἰ βούλει, πρῶτον μηδενὶ μηδὲν μηδεμίαν δύναμιν ἔχειν κοινωνίας εἰς μηδέν. οὐκοῦν κίνησίς τε καὶ στάσις οὐδαμῇ μεθέξετον οὐσίας;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="252"><p><said who="#Θεαίτητος"><milestone n="252" unit="page"/><milestone unit="section" resp="Stephanus" n="252a"/><label>ΘΕΑΙ.</label> οὐ γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; ἔσται πότερον αὐτῶν οὐσίας μὴ προσκοινωνοῦν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκ ἔσται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταχὺ δὴ ταύτῃ γε τῇ συνομολογίᾳ πάντα ἀνάστατα γέγονεν, ὡς ἔοικεν, ἅμα τε τῶν τὸ πᾶν κινούντων καὶ τῶν ὡς ἓν ἱστάντων καὶ ὅσοι κατʼ εἴδη τὰ ὄντα κατὰ ταὐτὰ ὡσαύτως ἔχοντα εἶναί φασιν ἀεί· πάντες γὰρ οὗτοι τό γε εἶναι προσάπτουσιν, οἱ μὲν ὄντως κινεῖσθαι λέγοντες, οἱ δὲ ὄντως ἑστηκότʼ εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="252b"/><label>ΞΕ.</label> καὶ μὴν καὶ ὅσοι τοτὲ μὲν συντιθέασι τὰ πάντα, τοτὲ δὲ διαιροῦσιν, εἴτε εἰς ἓν καὶ ἐξ ἑνὸς ἄπειρα εἴτε εἰς πέρας ἔχοντα στοιχεῖα διαιρούμενοι καὶ ἐκ τούτων συντιθέντες, ὁμοίως μὲν ἐὰν ἐν μέρει τοῦτο τιθῶσι γιγνόμενον, ὁμοίως δὲ καὶ ἐὰν ἀεί, κατὰ πάντα ταῦτα λέγοιεν ἂν οὐδέν, εἴπερ μηδεμία ἔστι σύμμειξις.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἔτι τοίνυν ἂν αὐτοὶ πάντων καταγελαστότατα μετίοιεν τὸν λόγον οἱ μηδὲν ἐῶντες κοινωνίᾳ παθήματος ἑτέρου θάτερον προσαγορεύειν.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="252c"/><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῷ τε <q><term>εἶναί</term></q> που περὶ πάντα ἀναγκάζονται χρῆσθαι καὶ τῷ <q><term>χωρὶς</term></q> καὶ τῷ <q><term>τῶν ἄλλων</term></q> καὶ τῷ <q><term>καθʼ αὑτὸ</term></q> καὶ μυρίοις ἑτέροις, ὧν ἀκρατεῖς ὄντες εἴργεσθαι καὶ μὴ συνάπτειν ἐν τοῖς λόγοις οὐκ ἄλλων δέονται τῶν ἐξελεγξόντων, ἀλλὰ τὸ λεγόμενον οἴκοθεν τὸν πολέμιον καὶ ἐναντιωσόμενον ἔχοντες, ἐντὸς ὑποφθεγγόμενον ὥσπερ τὸν ἄτοπον Εὐρυκλέα περιφέροντες ἀεὶ πορεύονται.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="252d"/><label>ΘΕΑΙ.</label> κομιδῇ λέγεις ὅμοιόν τε καὶ ἀληθές.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ, ἂν πάντα ἀλλήλοις ἐῶμεν δύναμιν ἔχειν ἐπικοινωνίας;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τοῦτο μὲν οἷός τε κἀγὼ διαλύειν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πῶς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὅτι κίνησίς τε αὐτὴ παντάπασιν ἵσταιτʼ ἂν καὶ στάσις αὖ πάλιν αὐτὴ κινοῖτο, εἴπερ ἐπιγιγνοίσθην ἐπʼ ἀλλήλοιν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ μὴν τοῦτό γέ που ταῖς μεγίσταις ἀνάγκαις ἀδύνατον, κίνησίν τε ἵστασθαι καὶ στάσιν κινεῖσθαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ τρίτον δὴ μόνον λοιπόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="252e"/><label>ΞΕ.</label> καὶ μὴν ἕν γέ τι τούτων ἀναγκαῖον, ἢ πάντα ἢ μηδὲν ἢ τὰ μὲν ἐθέλειν, τὰ δὲ μὴ συμμείγνυσθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν τά γε δύο ἀδύνατον ηὑρέθη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πᾶς ἄρα ὁ βουλόμενος ὀρθῶς ἀποκρίνεσθαι τὸ λοιπὸν τῶν τριῶν θήσει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κομιδῇ μὲν οὖν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="253"><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὅτε δὴ τὰ μὲν ἐθέλει τοῦτο δρᾶν, τὰ δʼ οὔ, σχεδὸν
<milestone n="253" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="253a"/> οἷον τὰ γράμματα πεπονθότʼ ἂν εἴη. καὶ γὰρ ἐκείνων τὰ μὲν ἀναρμοστεῖ που πρὸς ἄλληλα, τὰ δὲ συναρμόττει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὰ δέ γε φωνήεντα διαφερόντως τῶν ἄλλων οἷον δεσμὸς διὰ πάντων κεχώρηκεν, ὥστε ἄνευ τινὸς αὐτῶν ἀδύνατον ἁρμόττειν καὶ τῶν ἄλλων ἕτερον ἑτέρῳ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ μάλα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πᾶς οὖν οἶδεν ὁποῖα ὁποίοις δυνατὰ κοινωνεῖν, ἢ τέχνης δεῖ τῷ μέλλοντι δρᾶν ἱκανῶς αὐτό;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τέχνης.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ποίας;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τῆς γραμματικῆς.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="253b"/><label>ΞΕ.</label> τί δέ; περὶ τοὺς τῶν ὀξέων καὶ βαρέων φθόγγους ἆρʼ οὐχ οὕτως; ὁ μὲν τοὺς συγκεραννυμένους τε καὶ μὴ τέχνην ἔχων γιγνώσκειν μουσικός, ὁ δὲ μὴ συνιεὶς ἄμουσος;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ κατὰ τῶν ἄλλων δὴ τεχνῶν καὶ ἀτεχνιῶν τοιαῦτα εὑρήσομεν ἕτερα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ; ἐπειδὴ καὶ τὰ γένη πρὸς ἄλληλα κατὰ ταὐτὰ μείξεως ἔχειν ὡμολογήκαμεν, ἆρʼ οὐ μετʼ ἐπιστήμης τινὸς ἀναγκαῖον διὰ τῶν λόγων πορεύεσθαι τὸν ὀρθῶς μέλλοντα δείξειν ποῖα ποίοις συμφωνεῖ τῶν γενῶν καὶ ποῖα ἄλληλα
<milestone unit="section" resp="Stephanus" n="253c"/> οὐ δέχεται; καὶ δὴ καὶ διὰ πάντων εἰ συνέχοντʼ ἄττʼ αὔτʼ ἐστιν, ὥστε συμμείγνυσθαι δυνατὰ εἶναι, καὶ πάλιν ἐν ταῖς διαιρέσεσιν, εἰ διʼ ὅλων ἕτερα τῆς διαιρέσεως αἴτια;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὐκ ἐπιστήμης δεῖ, καὶ σχεδόν γε ἴσως τῆς μεγίστης;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τίνʼ οὖν αὖ <del>νῦν</del> προσεροῦμεν, ὦ Θεαίτητε, ταύτην; ἢ πρὸς Διὸς ἐλάθομεν εἰς τὴν τῶν ἐλευθέρων ἐμπεσόντες ἐπιστήμην, καὶ κινδυνεύομεν ζητοῦντες τὸν σοφιστὴν πρότερον ἀνηυρηκέναι τὸν φιλόσοφον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς λέγεις;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="253d"/><label>ΞΕ.</label> τὸ κατὰ γένη διαιρεῖσθαι καὶ μήτε ταὐτὸν εἶδος ἕτερον ἡγήσασθαι μήτε ἕτερον ὂν ταὐτὸν μῶν οὐ τῆς διαλεκτικῆς φήσομεν ἐπιστήμης εἶναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί, φήσομεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν ὅ γε τοῦτο δυνατὸς δρᾶν μίαν ἰδέαν διὰ πολλῶν, ἑνὸς ἑκάστου κειμένου χωρίς, πάντῃ διατεταμένην ἱκανῶς διαισθάνεται, καὶ πολλὰς ἑτέρας ἀλλήλων ὑπὸ μιᾶς ἔξωθεν περιεχομένας, καὶ μίαν αὖ διʼ ὅλων πολλῶν ἐν ἑνὶ συνημμένην, καὶ πολλὰς χωρὶς πάντῃ διωρισμένας· τοῦτο δʼ
<milestone unit="section" resp="Stephanus" n="253e"/> ἔστιν, ᾗ τε κοινωνεῖν ἕκαστα δύναται καὶ ὅπῃ μή, διακρίνειν κατὰ γένος ἐπίστασθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ μὴν τό γε διαλεκτικὸν οὐκ ἄλλῳ δώσεις, ὡς ἐγᾦμαι, πλὴν τῷ καθαρῶς τε καὶ δικαίως φιλοσοφοῦντι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ ἂν ἄλλῳ δοίη τις;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="254"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸν μὲν δὴ φιλόσοφον ἐν τοιούτῳ τινὶ τόπῳ καὶ νῦν καὶ ἔπειτα ἀνευρήσομεν ἐὰν ζητῶμεν, ἰδεῖν μὲν χαλεπὸν
<milestone n="254" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="254a"/> ἐναργῶς καὶ τοῦτον, ἕτερον μὴν τρόπον ἥ τε τοῦ σοφιστοῦ χαλεπότης ἥ τε τούτου.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὁ μὲν ἀποδιδράσκων εἰς τὴν τοῦ μὴ ὄντος σκοτεινότητα, τριβῇ προσαπτόμενος αὐτῆς, διὰ τὸ σκοτεινὸν τοῦ τόπου κατανοῆσαι χαλεπός· ἦ γάρ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔοικεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὁ δέ γε φιλόσοφος, τῇ τοῦ ὄντος ἀεὶ διὰ λογισμῶν προσκείμενος ἰδέᾳ, διὰ τὸ λαμπρὸν αὖ τῆς χώρας οὐδαμῶς εὐπετὴς ὀφθῆναι· τὰ γὰρ τῆς τῶν πολλῶν ψυχῆς ὄμματα
<milestone unit="section" resp="Stephanus" n="254b"/> καρτερεῖν πρὸς τὸ θεῖον ἀφορῶντα ἀδύνατα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ ταῦτα εἰκὸς οὐχ ἧττον ἐκείνων οὕτως ἔχειν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν περὶ μὲν τούτου καὶ τάχα ἐπισκεψόμεθα σαφέστερον, ἂν ἔτι βουλομένοις ἡμῖν ᾖ· περὶ δὲ τοῦ σοφιστοῦ που δῆλον ὡς οὐκ ἀνετέον πρὶν ἂν ἱκανῶς αὐτὸν θεασώμεθα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καλῶς εἶπες.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὅτʼ οὖν δὴ τὰ μὲν ἡμῖν τῶν γενῶν ὡμολόγηται κοινωνεῖν ἐθέλειν ἀλλήλοις, τὰ δὲ μή, καὶ τὰ μὲν ἐπʼ ὀλίγον, τὰ δʼ ἐπὶ πολλά, τὰ δὲ καὶ διὰ πάντων οὐδὲν κωλύειν τοῖς
<milestone unit="section" resp="Stephanus" n="254c"/> πᾶσι κεκοινωνηκέναι, τὸ δὴ μετὰ τοῦτο συνεπισπώμεθα τῷ λόγῳ τῇδε σκοποῦντες, μὴ περὶ πάντων τῶν εἰδῶν, ἵνα μὴ ταραττώμεθα ἐν πολλοῖς, ἀλλὰ προελόμενοι τῶν μεγίστων λεγομένων ἄττα, πρῶτον μὲν ποῖα ἕκαστά ἐστιν, ἔπειτα κοινωνίας ἀλλήλων πῶς ἔχει δυνάμεως, ἵνα τό τε ὂν καὶ μὴ ὂν εἰ μὴ πάσῃ σαφηνείᾳ δυνάμεθα λαβεῖν, ἀλλʼ οὖν λόγου γε ἐνδεεῖς μηδὲν γιγνώμεθα περὶ αὐτῶν, καθʼ ὅσον ὁ τρόπος ἐνδέχεται τῆς νῦν σκέψεως, ἐὰν ἄρα ἡμῖν πῃ
<milestone unit="section" resp="Stephanus" n="254d"/> παρεικάθῃ τὸ μὴ ὂν λέγουσιν ὡς ἔστιν ὄντως μὴ ὂν ἀθῴοις ἀπαλλάττειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκοῦν χρή.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μέγιστα μὴν τῶν γενῶν ἃ νυνδὴ διῇμεν τό τε ὂν αὐτὸ καὶ στάσις καὶ κίνησις.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πολύ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν τώ γε δύο φαμὲν αὐτοῖν ἀμείκτω πρὸς ἀλλήλω.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σφόδρα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε ὂν μεικτὸν ἀμφοῖν· ἐστὸν γὰρ ἄμφω που.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τρία δὴ γίγνεται ταῦτα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν αὐτῶν ἕκαστον τοῖν μὲν δυοῖν ἕτερόν ἐστιν, αὐτὸ δʼ ἑαυτῷ ταὐτόν.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="254e"/><label>ΘΕΑΙ.</label> οὕτως.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="255"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί ποτʼ αὖ νῦν οὕτως εἰρήκαμεν τό τε ταὐτὸν καὶ θάτερον; πότερα δύο γένη τινὲ αὐτώ, τῶν μὲν τριῶν ἄλλω, συμμειγνυμένω μὴν ἐκείνοις ἐξ ἀνάγκης ἀεί, καὶ περὶ πέντε ἀλλʼ οὐ περὶ τριῶν ὡς ὄντων αὐτῶν σκεπτέον, ἢ τό τε ταὐτὸν
<milestone n="255" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="255a"/> τοῦτο καὶ θάτερον ὡς ἐκείνων τι προσαγορεύοντες λανθάνομεν ἡμᾶς αὐτούς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἴσως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ οὔ τι μὴν κίνησίς γε καὶ στάσις οὔθʼ ἕτερον οὔτε ταὐτόν ἐστι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὅτιπερ ἂν κοινῇ προσείπωμεν κίνησιν καὶ στάσιν, τοῦτο οὐδέτερον αὐτοῖν οἷόν τε εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κίνησίς τε στήσεται καὶ στάσις αὖ κινηθήσεται· περὶ γὰρ ἀμφότερα θάτερον ὁποτερονοῦν γιγνόμενον αὐτοῖν ἀναγκάσει μεταβάλλειν αὖ θάτερον ἐπὶ τοὐναντίον τῆς αὑτοῦ
<milestone unit="section" resp="Stephanus" n="255b"/> φύσεως, ἅτε μετασχὸν τοῦ ἐναντίου.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κομιδῇ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μετέχετον μὴν ἄμφω ταὐτοῦ καὶ θατέρου.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ τοίνυν λέγωμεν κίνησίν γʼ εἶναι ταὐτὸν ἢ θάτερον, μηδʼ αὖ στάσιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μὴ γάρ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ ἆρα τὸ ὂν καὶ τὸ ταὐτὸν ὡς ἕν τι διανοητέον ἡμῖν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἴσως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ εἰ τὸ ὂν καὶ τὸ ταὐτὸν μηδὲν διάφορον σημαίνετον, κίνησιν αὖ πάλιν καὶ στάσιν ἀμφότερα εἶναι λέγοντες
<milestone unit="section" resp="Stephanus" n="255c"/> ἀμφότερα οὕτως αὐτὰ ταὐτὸν ὡς ὄντα προσεροῦμεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀδύνατον ἄρα ταὐτὸν καὶ τὸ ὂν ἓν εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σχεδόν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τέταρτον δὴ πρὸς τοῖς τρισὶν εἴδεσιν τὸ ταὐτὸν τιθῶμεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τὸ θάτερον ἆρα ἡμῖν λεκτέον πέμπτον; ἢ τοῦτο καὶ τὸ ὂν ὡς δύʼ ἄττα ὀνόματα ἐφʼ ἑνὶ γένει διανοεῖσθαι δεῖ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τάχʼ ἄν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ οἶμαί σε συγχωρεῖν τῶν ὄντων τὰ μὲν αὐτὰ καθʼ αὑτά, τὰ δὲ πρὸς ἄλλα ἀεὶ λέγεσθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δʼ οὔ;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="255d"/><label>ΞΕ.</label> τὸ δέ γʼ ἕτερον ἀεὶ πρὸς ἕτερον· ἦ γάρ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ ἄν, εἴ γε τὸ ὂν καὶ τὸ θάτερον μὴ πάμπολυ διεφερέτην· ἀλλʼ εἴπερ θάτερον ἀμφοῖν μετεῖχε τοῖν εἰδοῖν ὥσπερ τὸ ὄν, ἦν ἄν ποτέ τι καὶ τῶν ἑτέρων ἕτερον οὐ πρὸς ἕτερον· νῦν δὲ ἀτεχνῶς ἡμῖν ὅτιπερ ἂν ἕτερον ᾖ, συμβέβηκεν ἐξ ἀνάγκης ἑτέρου τοῦτο ὅπερ ἐστὶν εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγεις καθάπερ ἔχει.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πέμπτον δὴ τὴν θατέρου φύσιν λεκτέον ἐν τοῖς
<milestone unit="section" resp="Stephanus" n="255e"/> εἴδεσιν οὖσαν, ἐν οἷς προαιρούμεθα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ διὰ πάντων γε αὐτὴν αὐτῶν φήσομεν εἶναι διεληλυθυῖαν· ἓν ἕκαστον γὰρ ἕτερον εἶναι τῶν ἄλλων οὐ διὰ τὴν αὑτοῦ φύσιν, ἀλλὰ διὰ τὸ μετέχειν τῆς ἰδέας τῆς θατέρου.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὧδε δὴ λέγωμεν ἐπὶ τῶν πέντε καθʼ ἓν ἀναλαμβάνοντες.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πρῶτον μὲν κίνησιν, ὡς ἔστι παντάπασιν ἕτερον στάσεως. ἢ πῶς λέγομεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐ στάσις ἄρʼ ἐστίν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδαμῶς.</said></p></div></div></body></text></TEI>