<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="250"><p><said who="#Ξένος"><label>ΞΕ.</label> σκόπει δὴ σαφέστερον εἰ τὰ νῦν συνομολογοῦντες
<milestone n="250" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="250a"/> δικαίως ἂν ἐπερωτηθεῖμεν ἅπερ αὐτοὶ τότε ἠρωτῶμεν τοὺς λέγοντας εἶναι τὸ πᾶν θερμὸν καὶ ψυχρόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖα; ὑπόμνησόν με.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πάνυ μὲν οὖν· καὶ πειράσομαί γε δρᾶν τοῦτο ἐρωτῶν σὲ καθάπερ ἐκείνους τότε, ἵνα ἅμα τι καὶ προΐωμεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἶεν δή, κίνησιν καὶ στάσιν ἆρʼ οὐκ ἐναντιώτατα λέγεις ἀλλήλοις;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν εἶναί γε ὁμοίως φῂς ἀμφότερα αὐτὰ καὶ ἑκάτερον;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="250b"/><label>ΘΕΑΙ.</label> φημὶ γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρα κινεῖσθαι λέγων ἀμφότερα καὶ ἑκάτερον, ὅταν εἶναι συγχωρῇς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδαμῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ ἑστάναι σημαίνεις λέγων αὐτὰ ἀμφότερα εἶναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τρίτον ἄρα τι παρὰ ταῦτα τὸ ὂν ἐν τῇ ψυχῇ τιθείς, ὡς ὑπʼ ἐκείνου τήν τε στάσιν καὶ τὴν κίνησιν περιεχομένην, συλλαβὼν καὶ ἀπιδὼν αὐτῶν πρὸς τὴν τῆς οὐσίας κοινωνίαν, οὕτως εἶναι προσεῖπας ἀμφότερα;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="250c"/><label>ΘΕΑΙ.</label> κινδυνεύομεν ὡς ἀληθῶς τρίτον ἀπομαντεύεσθαί τι τὸ ὄν, ὅταν κίνησιν καὶ στάσιν εἶναι λέγωμεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ ἄρα κίνησις καὶ στάσις ἐστὶ συναμφότερον τὸ ὂν ἀλλʼ ἕτερον δή τι τούτων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔοικεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κατὰ τὴν αὑτοῦ φύσιν ἄρα τὸ ὂν οὔτε ἕστηκεν οὔτε κινεῖται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σχεδόν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ποῖ δὴ χρὴ τὴν διάνοιαν ἔτι τρέπειν τὸν βουλόμενον ἐναργές τι περὶ αὐτοῦ παρʼ ἑαυτῷ βεβαιώσασθαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖ γάρ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οἶμαι μὲν οὐδαμόσε ἔτι ῥᾴδιον. εἰ γάρ τι μὴ
<milestone unit="section" resp="Stephanus" n="250d"/> κινεῖται, πῶς οὐχ ἕστηκεν; ἢ τὸ μηδαμῶς ἑστὸς πῶς οὐκ αὖ κινεῖται; τὸ δὲ ὂν ἡμῖν νῦν ἐκτὸς τούτων ἀμφοτέρων ἀναπέφανται. ἦ δυνατὸν οὖν τοῦτο;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάντων μὲν οὖν ἀδυνατώτατον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τόδε τοίνυν μνησθῆναι δίκαιον ἐπὶ τούτοις.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὅτι τοῦ μὴ ὄντος ἐρωτηθέντες τοὔνομα ἐφʼ ὅτι ποτὲ δεῖ φέρειν, πάσῃ συνεσχόμεθα ἀπορίᾳ. μέμνησαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="250e"/><label>ΞΕ.</label> μῶν οὖν ἐν ἐλάττονί τινι νῦν ἐσμεν ἀπορίᾳ περὶ τὸ ὄν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἐμοὶ μέν, ὦ ξένε, εἰ δυνατὸν εἰπεῖν, ἐν πλείονι φαινόμεθα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="251"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦτο μὲν τοίνυν ἐνταῦθα κείσθω διηπορημένον· ἐπειδὴ δὲ ἐξ ἴσου τό τε ὂν καὶ τὸ μὴ ὂν ἀπορίας μετειλήφατον, νῦν ἐλπὶς ἤδη καθάπερ ἂν αὐτῶν θάτερον εἴτε ἀμυδρότερον εἴτε σαφέστερον ἀναφαίνηται, καὶ θάτερον οὕτως
<milestone n="251" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="251a"/> ἀναφαίνεσθαι· καὶ ἐὰν αὖ μηδέτερον ἰδεῖν δυνώμεθα, τὸν γοῦν λόγον ὅπῃπερ ἂν οἷοί τε ὦμεν εὐπρεπέστατα διωσόμεθα οὕτως ἀμφοῖν ἅμα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καλῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λέγωμεν δὴ καθʼ ὅντινά ποτε τρόπον πολλοῖς ὀνόμασι ταὐτὸν τοῦτο ἑκάστοτε προσαγορεύομεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οἷον δὴ τί; παράδειγμα εἰπέ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λέγομεν ἄνθρωπον δήπου πόλλʼ ἄττα ἐπονομάζοντες, τά τε χρώματα ἐπιφέροντες αὐτῷ καὶ τὰ σχήματα καὶ μεγέθη καὶ κακίας καὶ ἀρετάς, ἐν οἷς πᾶσι καὶ ἑτέροις μυρίοις οὐ μόνον
<milestone unit="section" resp="Stephanus" n="251b"/> ἄνθρωπον αὐτὸν εἶναί φαμεν, ἀλλὰ καὶ ἀγαθὸν καὶ ἕτερα ἄπειρα, καὶ τἆλλα δὴ κατὰ τὸν αὐτὸν λόγον οὕτως ἓν ἕκαστον ὑποθέμενοι πάλιν αὐτὸ πολλὰ καὶ πολλοῖς ὀνόμασι λέγομεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὅθεν γε οἶμαι τοῖς τε νέοις καὶ τῶν γερόντων τοῖς ὀψιμαθέσι θοίνην παρεσκευάκαμεν· εὐθὺς γὰρ ἀντιλαβέσθαι παντὶ πρόχειρον ὡς ἀδύνατον τά τε πολλὰ ἓν καὶ τὸ ἓν πολλὰ εἶναι, καὶ δήπου χαίρουσιν οὐκ ἐῶντες ἀγαθὸν λέγειν
<milestone unit="section" resp="Stephanus" n="251c"/> ἄνθρωπον, ἀλλὰ τὸ μὲν ἀγαθὸν ἀγαθόν, τὸν δὲ ἄνθρωπον ἄνθρωπον. ἐντυγχάνεις γάρ, ὦ Θεαίτητε, ὡς ἐγᾦμαι, πολλάκις τὰ τοιαῦτα ἐσπουδακόσιν, ἐνίοτε πρεσβυτέροις ἀνθρώποις, καὶ ὑπὸ πενίας τῆς περὶ φρόνησιν κτήσεως τὰ τοιαῦτα τεθαυμακόσι, καὶ δή τι καὶ πάσσοφον οἰομένοις τοῦτο αὐτὸ ἀνηυρηκέναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἵνα τοίνυν πρὸς ἅπαντας ἡμῖν ὁ λόγος ᾖ τοὺς
<milestone unit="section" resp="Stephanus" n="251d"/> πώποτε περὶ οὐσίας καὶ ὁτιοῦν διαλεχθέντας, ἔστω καὶ πρὸς τούτους καὶ πρὸς τοὺς ἄλλους, ὅσοις ἔμπροσθεν διειλέγμεθα, τὰ νῦν ὡς ἐν ἐρωτήσει λεχθησόμενα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὰ ποῖα δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πότερον μήτε τὴν οὐσίαν κινήσει καὶ στάσει προσάπτωμεν μήτε ἄλλο ἄλλῳ μηδὲν μηδενί, ἀλλʼ ὡς ἄμεικτα ὄντα καὶ ἀδύνατον μεταλαμβάνειν ἀλλήλων οὕτως αὐτὰ ἐν τοῖς παρʼ ἡμῖν λόγοις τιθῶμεν; ἢ πάντα εἰς ταὐτὸν συναγάγωμεν ὡς δυνατὰ ἐπικοινωνεῖν ἀλλήλοις; ἢ τὰ μέν, τὰ δὲ μή; τούτων,
<milestone unit="section" resp="Stephanus" n="251e"/> ὦ Θεαίτητε, τί ποτʼ ἂν αὐτοὺς προαιρεῖσθαι φήσομεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἐγὼ μὲν ὑπὲρ αὐτῶν οὐδὲν ἔχω πρὸς ταῦτα ἀποκρίνασθαι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί οὖν οὐ καθʼ ἓν ἀποκρινόμενος ἐφʼ ἑκάστου τὰ συμβαίνοντα ἐσκέψω;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καλῶς λέγεις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τιθῶμέν γε αὐτοὺς λέγειν, εἰ βούλει, πρῶτον μηδενὶ μηδὲν μηδεμίαν δύναμιν ἔχειν κοινωνίας εἰς μηδέν. οὐκοῦν κίνησίς τε καὶ στάσις οὐδαμῇ μεθέξετον οὐσίας;</said></p></div></div></body></text></TEI>