<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="240"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν ἀπόκρισιν ὅταν οὕτως αὐτῷ διδῷς ἐὰν ἐν κατόπτροις ἢ πλάσμασι λέγῃς τι, καταγελάσεταί σου τῶν λόγων, ὅταν ὡς βλέποντι λέγῃς αὐτῷ, προσποιούμενος οὔτε κάτοπτρα
<milestone n="240" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="240a"/> οὔτε ὕδατα γιγνώσκειν οὔτε τὸ παράπαν ὄψιν, τὸ δʼ ἐκ τῶν λόγων ἐρωτήσει σε μόνον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ διὰ πάντων τούτων ἃ πολλὰ εἰπὼν ἠξίωσας ἑνὶ προσειπεῖν ὀνόματι φθεγξάμενος εἴδωλον ἐπὶ πᾶσιν ὡς ἓν ὄν. λέγε οὖν καὶ ἀμύνου μηδὲν ὑποχωρῶν τὸν ἄνδρα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δῆτα, ὦ ξένε, εἴδωλον ἂν φαῖμεν εἶναι πλήν γε τὸ πρὸς τἀληθινὸν ἀφωμοιωμένον ἕτερον τοιοῦτον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἕτερον δὲ λέγεις τοιοῦτον ἀληθινόν, ἢ ἐπὶ τίνι τὸ
<milestone unit="section" resp="Stephanus" n="240b"/> τοιοῦτον εἶπες;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδαμῶς ἀληθινόν γε, ἀλλʼ ἐοικὸς μέν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρα τὸ ἀληθινὸν ὄντως ὂν λέγων;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τὸ μὴ ἀληθινὸν ἆρʼ ἐναντίον ἀληθοῦς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ ὄντως <del>οὐκ</del> ὂν ἄρα λέγεις τὸ ἐοικός, εἴπερ αὐτό γε μὴ ἀληθινὸν ἐρεῖς.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλʼ ἔστι γε μήν πως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὔκουν ἀληθῶς γε, φῄς.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐ γὰρ οὖν· πλήν γʼ εἰκὼν ὄντως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ ὂν ἄρα <del>οὐκ</del> ὄντως ἐστὶν ὄντως ἣν λέγομεν εἰκόνα;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="240c"/><label>ΘΕΑΙ.</label> κινδυνεύει τοιαύτην τινὰ πεπλέχθαι συμπλοκὴν τὸ μὴ ὂν τῷ ὄντι, καὶ μάλα ἄτοπον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πῶς γὰρ οὐκ ἄτοπον; ὁρᾷς γοῦν ὅτι καὶ νῦν διὰ τῆς ἐπαλλάξεως ταύτης ὁ πολυκέφαλος σοφιστὴς ἠνάγκακεν ἡμᾶς τὸ μὴ ὂν οὐχ ἑκόντας ὁμολογεῖν εἶναί πως.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὁρῶ καὶ μάλα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ δή; τὴν τέχνην αὐτοῦ τίνα ἀφορίσαντες ἡμῖν αὐτοῖς συμφωνεῖν οἷοί τε ἐσόμεθα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῇ καὶ τὸ ποῖόν τι φοβούμενος οὕτω λέγεις;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="240d"/><label>ΞΕ.</label> ὅταν περὶ τὸ φάντασμα αὐτὸν ἀπατᾶν φῶμεν καὶ τὴν τέχνην εἶναί τινα ἀπατητικὴν αὐτοῦ, τότε πότερον ψευδῆ δοξάζειν τὴν ψυχὴν ἡμῶν φήσομεν ὑπὸ τῆς ἐκείνου τέχνης, ἢ τί ποτʼ ἐροῦμεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τοῦτο· τί γὰρ ἂν ἄλλο εἴπαιμεν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ψευδὴς δʼ αὖ δόξα ἔσται τἀναντία τοῖς οὖσι δοξάζουσα, ἢ πῶς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως· τἀναντία.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λέγεις ἄρα τὰ μὴ ὄντα δοξάζειν τὴν ψευδῆ δόξαν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀνάγκη.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="240e"/><label>ΞΕ.</label> πότερον μὴ εἶναι τὰ μὴ ὄντα δοξάζουσαν, ἤ πως εἶναι τὰ μηδαμῶς ὄντα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> εἶναί πως τὰ μὴ ὄντα δεῖ γε, εἴπερ ψεύσεταί ποτέ τίς τι καὶ κατὰ βραχύ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ; οὐ καὶ μηδαμῶς εἶναι τὰ πάντως ὄντα δοξάζεται;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τοῦτο δὴ ψεῦδος;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ τοῦτο.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="241"><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ λόγος οἶμαι ψευδὴς οὕτω κατὰ ταὐτὰ νομισθήσεται
<milestone n="241" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="241a"/> τά τε ὄντα λέγων μὴ εἶναι καὶ τὰ μὴ ὄντα εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ ἂν ἄλλως τοιοῦτος γένοιτο;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σχεδὸν οὐδαμῶς· ἀλλὰ ταῦτα ὁ σοφιστὴς οὐ φήσει. ἢ τίς μηχανὴ συγχωρεῖν τινα τῶν εὖ φρονούντων, ὅταν <del>ἄφθεγκτα καὶ ἄρρητα καὶ ἄλογα καὶ ἀδιανόητα</del> προσδιωμολογημένα ᾖ τὰ πρὸ τούτων ὁμολογηθέντα; μανθάνομεν, ὦ Θεαίτητε, ἃ λέγει;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὐ μανθάνομεν ὅτι τἀναντία φήσει λέγειν ἡμᾶς τοῖς νυνδή, ψευδῆ τολμήσαντας εἰπεῖν ὡς ἔστιν
<milestone unit="section" resp="Stephanus" n="241b"/> ἐν δόξαις τε καὶ κατὰ λόγους; τῷ γὰρ μὴ ὄντι τὸ ὂν προσάπτειν ἡμᾶς πολλάκις ἀναγκάζεσθαι, διομολογησαμένους νυνδὴ τοῦτο εἶναι πάντων ἀδυνατώτατον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὀρθῶς ἀπεμνημόνευσας. ἀλλʼ ὅρα δὴ <del>βουλεύεσθαι</del> τί χρὴ δρᾶν τοῦ σοφιστοῦ πέρι· τὰς γὰρ ἀντιλήψεις καὶ ἀπορίας, ἐὰν αὐτὸν διερευνῶμεν ἐν τῇ τῶν ψευδουργῶν καὶ γοήτων τέχνῃ τιθέντες, ὁρᾷς ὡς εὔποροι καὶ πολλαί.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ μάλα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μικρὸν μέρος τοίνυν αὐτῶν διεληλύθαμεν, οὐσῶν
<milestone unit="section" resp="Stephanus" n="241c"/> ὡς ἔπος εἰπεῖν ἀπεράντων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀδύνατόν γʼ ἄν, ὡς ἔοικεν, εἴη τὸν σοφιστὴν ἑλεῖν, εἰ ταῦτα οὕτως ἔχει.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί οὖν; οὕτως ἀποστησόμεθα νῦν μαλθακισθέντες;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὔκουν ἔγωγέ φημι δεῖν, εἰ καὶ κατὰ σμικρὸν οἷοί τʼ ἐπιλαβέσθαι πῃ τἀνδρός ἐσμεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἕξεις οὖν συγγνώμην καὶ καθάπερ νῦν εἶπες ἀγαπήσεις ἐάν πῃ καὶ κατὰ βραχὺ παρασπασώμεθα οὕτως ἰσχυροῦ λόγου;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὐχ ἕξω;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="241d"/><label>ΞΕ.</label> τόδε τοίνυν ἔτι μᾶλλον παραιτοῦμαί σε.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μή με οἷον πατραλοίαν ὑπολάβῃς γίγνεσθαί τινα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸν τοῦ πατρὸς Παρμενίδου λόγον ἀναγκαῖον ἡμῖν ἀμυνομένοις ἔσται βασανίζειν, καὶ βιάζεσθαι τό τε μὴ ὂν ὡς ἔστι κατά τι καὶ τὸ ὂν αὖ πάλιν ὡς οὐκ ἔστι πῃ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φαίνεται τὸ τοιοῦτον διαμαχετέον ἐν τοῖς λόγοις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πῶς γὰρ οὐ φαίνεται καὶ τὸ λεγόμενον δὴ τοῦτο τυφλῷ;
<milestone unit="section" resp="Stephanus" n="241e"/> τούτων γὰρ μήτʼ ἐλεγχθέντων μήτε ὁμολογηθέντων σχολῇ ποτέ τις οἷός τε ἔσται περὶ λόγων ψευδῶν λέγων ἢ δόξης, εἴτε εἰδώλων εἴτε εἰκόνων εἴτε μιμημάτων εἴτε φαντασμάτων αὐτῶν, ἢ καὶ περὶ τεχνῶν τῶν ὅσαι περὶ ταῦτά εἰσι, μὴ καταγέλαστος εἶναι τά <add>γʼ</add> ἐναντία ἀναγκαζόμενος αὑτῷ λέγειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθέστατα.</said></p></div></div></body></text></TEI>