<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="239"><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν τό γε εἶναι προσάπτειν πειρώμενος ἐναντία
<milestone n="239" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="239a"/> τοῖς πρόσθεν ἔλεγον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φαίνῃ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τοῦτο προσάπτων οὐχ ὡς ἑνὶ διελεγόμην;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ἄλογόν γε λέγων καὶ ἄρρητον καὶ ἄφθεγκτον ὥς γε πρὸς ἓν τὸν λόγον ἐποιούμην.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> φαμὲν δέ γε δεῖν, εἴπερ ὀρθῶς τις λέξει, μήτε ὡς ἓν μήτε ὡς πολλὰ διορίζειν αὐτό, μηδὲ τὸ παράπαν <term>αὐτὸ</term>
καλεῖν· ἑνὸς γὰρ εἴδει καὶ κατὰ ταύτην ἂν τὴν πρόσρησιν προσαγορεύοιτο.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασί γε.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="239b"/><label>ΞΕ.</label> τὸν μὲν τοίνυν ἐμέ γε τί τις ἂν λέγοι; καὶ γὰρ πάλαι καὶ τὰ νῦν ἡττημένον ἂν εὕροι περὶ τὸν τοῦ μὴ ὄντος ἔλεγχον. ὥστε ἐν ἔμοιγε λέγοντι, καθάπερ εἶπον, μὴ σκοπῶμεν τὴν ὀρθολογίαν περὶ τὸ μὴ ὄν, ἀλλʼ εἶα δὴ νῦν ἐν σοὶ σκεψώμεθα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς φῄς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἴθι ἡμῖν εὖ καὶ γενναίως, ἅτε νέος ὤν, ὅτι μάλιστα δύνασαι συντείνας πειράθητι, μήτε οὐσίαν μήτε τὸ ἓν μήτε πλῆθος ἀριθμοῦ προστιθεὶς τῷ μὴ ὄντι, κατὰ τὸ ὀρθὸν φθέγξασθαί τι περὶ αὐτοῦ.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="239c"/><label>ΘΕΑΙ.</label> πολλὴ μεντἄν με καὶ ἄτοπος ἔχοι προθυμία τῆς ἐπιχειρήσεως, εἰ σὲ τοιαῦθʼ ὁρῶν πάσχοντα αὐτὸς ἐπιχειροίην.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ εἰ δοκεῖ, σὲ μὲν καὶ ἐμὲ χαίρειν ἐῶμεν· ἕως δʼ ἄν τινι δυναμένῳ δρᾶν τοῦτο ἐντυγχάνωμεν, μέχρι τούτου λέγωμεν ὡς παντὸς μᾶλλον πανούργως εἰς ἄπορον ὁ σοφιστὴς τόπον καταδέδυκεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ μάλα δὴ φαίνεται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοιγαροῦν εἴ τινα φήσομεν αὐτὸν ἔχειν φανταστικὴν
<milestone unit="section" resp="Stephanus" n="239d"/> τέχνην, ῥᾳδίως ἐκ ταύτης τῆς χρείας τῶν λόγων ἀντιλαμβανόμενος ἡμῶν εἰς τοὐναντίον ἀποστρέψει τοὺς λόγους, ὅταν εἰδωλοποιὸν αὐτὸν καλῶμεν, ἀνερωτῶν τί ποτε τὸ παράπαν εἴδωλον λέγομεν. σκοπεῖν οὖν, ὦ Θεαίτητε, χρὴ τί τις τῷ νεανίᾳ πρὸς τὸ ἐρωτώμενον ἀποκρινεῖται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δῆλον ὅτι φήσομεν τά τε ἐν τοῖς ὕδασι καὶ κατόπτροις εἴδωλα, ἔτι καὶ τὰ γεγραμμένα καὶ τὰ τετυπωμένα καὶ τἆλλα ὅσα που τοιαῦτʼ ἔσθʼ ἕτερα.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="239e"/><label>ΞΕ.</label> φανερός, ὦ Θεαίτητε, εἶ σοφιστὴν οὐχ ἑωρακώς.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δόξει σοι μύειν ἢ παντάπασιν οὐκ ἔχειν ὄμματα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="240"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν ἀπόκρισιν ὅταν οὕτως αὐτῷ διδῷς ἐὰν ἐν κατόπτροις ἢ πλάσμασι λέγῃς τι, καταγελάσεταί σου τῶν λόγων, ὅταν ὡς βλέποντι λέγῃς αὐτῷ, προσποιούμενος οὔτε κάτοπτρα
<milestone n="240" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="240a"/> οὔτε ὕδατα γιγνώσκειν οὔτε τὸ παράπαν ὄψιν, τὸ δʼ ἐκ τῶν λόγων ἐρωτήσει σε μόνον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ διὰ πάντων τούτων ἃ πολλὰ εἰπὼν ἠξίωσας ἑνὶ προσειπεῖν ὀνόματι φθεγξάμενος εἴδωλον ἐπὶ πᾶσιν ὡς ἓν ὄν. λέγε οὖν καὶ ἀμύνου μηδὲν ὑποχωρῶν τὸν ἄνδρα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δῆτα, ὦ ξένε, εἴδωλον ἂν φαῖμεν εἶναι πλήν γε τὸ πρὸς τἀληθινὸν ἀφωμοιωμένον ἕτερον τοιοῦτον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἕτερον δὲ λέγεις τοιοῦτον ἀληθινόν, ἢ ἐπὶ τίνι τὸ
<milestone unit="section" resp="Stephanus" n="240b"/> τοιοῦτον εἶπες;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδαμῶς ἀληθινόν γε, ἀλλʼ ἐοικὸς μέν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρα τὸ ἀληθινὸν ὄντως ὂν λέγων;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τὸ μὴ ἀληθινὸν ἆρʼ ἐναντίον ἀληθοῦς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ ὄντως <del>οὐκ</del> ὂν ἄρα λέγεις τὸ ἐοικός, εἴπερ αὐτό γε μὴ ἀληθινὸν ἐρεῖς.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλʼ ἔστι γε μήν πως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὔκουν ἀληθῶς γε, φῄς.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐ γὰρ οὖν· πλήν γʼ εἰκὼν ὄντως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ ὂν ἄρα <del>οὐκ</del> ὄντως ἐστὶν ὄντως ἣν λέγομεν εἰκόνα;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="240c"/><label>ΘΕΑΙ.</label> κινδυνεύει τοιαύτην τινὰ πεπλέχθαι συμπλοκὴν τὸ μὴ ὂν τῷ ὄντι, καὶ μάλα ἄτοπον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πῶς γὰρ οὐκ ἄτοπον; ὁρᾷς γοῦν ὅτι καὶ νῦν διὰ τῆς ἐπαλλάξεως ταύτης ὁ πολυκέφαλος σοφιστὴς ἠνάγκακεν ἡμᾶς τὸ μὴ ὂν οὐχ ἑκόντας ὁμολογεῖν εἶναί πως.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὁρῶ καὶ μάλα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ δή; τὴν τέχνην αὐτοῦ τίνα ἀφορίσαντες ἡμῖν αὐτοῖς συμφωνεῖν οἷοί τε ἐσόμεθα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῇ καὶ τὸ ποῖόν τι φοβούμενος οὕτω λέγεις;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="240d"/><label>ΞΕ.</label> ὅταν περὶ τὸ φάντασμα αὐτὸν ἀπατᾶν φῶμεν καὶ τὴν τέχνην εἶναί τινα ἀπατητικὴν αὐτοῦ, τότε πότερον ψευδῆ δοξάζειν τὴν ψυχὴν ἡμῶν φήσομεν ὑπὸ τῆς ἐκείνου τέχνης, ἢ τί ποτʼ ἐροῦμεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τοῦτο· τί γὰρ ἂν ἄλλο εἴπαιμεν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ψευδὴς δʼ αὖ δόξα ἔσται τἀναντία τοῖς οὖσι δοξάζουσα, ἢ πῶς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως· τἀναντία.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λέγεις ἄρα τὰ μὴ ὄντα δοξάζειν τὴν ψευδῆ δόξαν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀνάγκη.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="240e"/><label>ΞΕ.</label> πότερον μὴ εἶναι τὰ μὴ ὄντα δοξάζουσαν, ἤ πως εἶναι τὰ μηδαμῶς ὄντα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> εἶναί πως τὰ μὴ ὄντα δεῖ γε, εἴπερ ψεύσεταί ποτέ τίς τι καὶ κατὰ βραχύ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ; οὐ καὶ μηδαμῶς εἶναι τὰ πάντως ὄντα δοξάζεται;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τοῦτο δὴ ψεῦδος;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ τοῦτο.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="241"><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ λόγος οἶμαι ψευδὴς οὕτω κατὰ ταὐτὰ νομισθήσεται
<milestone n="241" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="241a"/> τά τε ὄντα λέγων μὴ εἶναι καὶ τὰ μὴ ὄντα εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ ἂν ἄλλως τοιοῦτος γένοιτο;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σχεδὸν οὐδαμῶς· ἀλλὰ ταῦτα ὁ σοφιστὴς οὐ φήσει. ἢ τίς μηχανὴ συγχωρεῖν τινα τῶν εὖ φρονούντων, ὅταν <del>ἄφθεγκτα καὶ ἄρρητα καὶ ἄλογα καὶ ἀδιανόητα</del> προσδιωμολογημένα ᾖ τὰ πρὸ τούτων ὁμολογηθέντα; μανθάνομεν, ὦ Θεαίτητε, ἃ λέγει;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὐ μανθάνομεν ὅτι τἀναντία φήσει λέγειν ἡμᾶς τοῖς νυνδή, ψευδῆ τολμήσαντας εἰπεῖν ὡς ἔστιν
<milestone unit="section" resp="Stephanus" n="241b"/> ἐν δόξαις τε καὶ κατὰ λόγους; τῷ γὰρ μὴ ὄντι τὸ ὂν προσάπτειν ἡμᾶς πολλάκις ἀναγκάζεσθαι, διομολογησαμένους νυνδὴ τοῦτο εἶναι πάντων ἀδυνατώτατον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὀρθῶς ἀπεμνημόνευσας. ἀλλʼ ὅρα δὴ <del>βουλεύεσθαι</del> τί χρὴ δρᾶν τοῦ σοφιστοῦ πέρι· τὰς γὰρ ἀντιλήψεις καὶ ἀπορίας, ἐὰν αὐτὸν διερευνῶμεν ἐν τῇ τῶν ψευδουργῶν καὶ γοήτων τέχνῃ τιθέντες, ὁρᾷς ὡς εὔποροι καὶ πολλαί.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ μάλα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μικρὸν μέρος τοίνυν αὐτῶν διεληλύθαμεν, οὐσῶν
<milestone unit="section" resp="Stephanus" n="241c"/> ὡς ἔπος εἰπεῖν ἀπεράντων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀδύνατόν γʼ ἄν, ὡς ἔοικεν, εἴη τὸν σοφιστὴν ἑλεῖν, εἰ ταῦτα οὕτως ἔχει.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί οὖν; οὕτως ἀποστησόμεθα νῦν μαλθακισθέντες;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὔκουν ἔγωγέ φημι δεῖν, εἰ καὶ κατὰ σμικρὸν οἷοί τʼ ἐπιλαβέσθαι πῃ τἀνδρός ἐσμεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἕξεις οὖν συγγνώμην καὶ καθάπερ νῦν εἶπες ἀγαπήσεις ἐάν πῃ καὶ κατὰ βραχὺ παρασπασώμεθα οὕτως ἰσχυροῦ λόγου;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὐχ ἕξω;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="241d"/><label>ΞΕ.</label> τόδε τοίνυν ἔτι μᾶλλον παραιτοῦμαί σε.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μή με οἷον πατραλοίαν ὑπολάβῃς γίγνεσθαί τινα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸν τοῦ πατρὸς Παρμενίδου λόγον ἀναγκαῖον ἡμῖν ἀμυνομένοις ἔσται βασανίζειν, καὶ βιάζεσθαι τό τε μὴ ὂν ὡς ἔστι κατά τι καὶ τὸ ὂν αὖ πάλιν ὡς οὐκ ἔστι πῃ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φαίνεται τὸ τοιοῦτον διαμαχετέον ἐν τοῖς λόγοις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πῶς γὰρ οὐ φαίνεται καὶ τὸ λεγόμενον δὴ τοῦτο τυφλῷ;
<milestone unit="section" resp="Stephanus" n="241e"/> τούτων γὰρ μήτʼ ἐλεγχθέντων μήτε ὁμολογηθέντων σχολῇ ποτέ τις οἷός τε ἔσται περὶ λόγων ψευδῶν λέγων ἢ δόξης, εἴτε εἰδώλων εἴτε εἰκόνων εἴτε μιμημάτων εἴτε φαντασμάτων αὐτῶν, ἢ καὶ περὶ τεχνῶν τῶν ὅσαι περὶ ταῦτά εἰσι, μὴ καταγέλαστος εἶναι τά <add>γʼ</add> ἐναντία ἀναγκαζόμενος αὑτῷ λέγειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθέστατα.</said></p></div></div></body></text></TEI>