<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="238"><p><said who="#Ξένος"><milestone n="238" unit="page"/><milestone unit="section" resp="Stephanus" n="238a"/><label>ΞΕ.</label><emph>μήπω μέγʼ εἴπῃς</emph>· ἔτι γάρ, ὦ μακάριε, ἔστι, καὶ ταῦτά γε τῶν ἀποριῶν ἡ μεγίστη καὶ πρώτη. περὶ γὰρ αὐτὴν αὐτοῦ τὴν ἀρχὴν οὖσα τυγχάνει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς φῄς; λέγε καὶ μηδὲν ἀποκνήσῃς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῷ μὲν ὄντι που προσγένοιτʼ ἄν τι τῶν ὄντων ἕτερον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ ὄντι δέ τι τῶν ὄντων ἆρά ποτε προσγίγνεσθαι φήσομεν δυνατὸν εἶναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀριθμὸν δὴ τὸν σύμπαντα τῶν ὄντων τίθεμεν.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="238b"/><label>ΘΕΑΙ.</label> εἴπερ γε καὶ ἄλλο τι θετέον ὡς ὄν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ τοίνυν μηδʼ ἐπιχειρῶμεν ἀριθμοῦ μήτε πλῆθος μήτε ἓν πρὸς τὸ μὴ ὂν προσφέρειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὔκουν ἂν ὀρθῶς γε, ὡς ἔοικεν, ἐπιχειροῖμεν, ὥς φησιν ὁ λόγος.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πῶς οὖν ἂν ἢ διὰ τοῦ στόματος φθέγξαιτο ἄν τις ἢ καὶ τῇ διανοίᾳ τὸ παράπαν λάβοι τὰ μὴ ὄντα ἢ τὸ μὴ ὂν χωρὶς ἀριθμοῦ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγε πῇ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ ὄντα μὲν ἐπειδὰν λέγωμεν, ἆρα οὐ πλῆθος
<milestone unit="section" resp="Stephanus" n="238c"/> ἐπιχειροῦμεν ἀριθμοῦ προστιθέναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ ὂν δέ, ἆρα οὐ τὸ ἓν αὖ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σαφέστατά γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν οὔτε δίκαιόν γε οὔτε ὀρθόν φαμεν ὂν ἐπιχειρεῖν μὴ ὄντι προσαρμόττειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγεις ἀληθέστατα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> συννοεῖς οὖν ὡς οὔτε φθέγξασθαι δυνατὸν ὀρθῶς οὔτʼ εἰπεῖν οὔτε διανοηθῆναι τὸ μὴ ὂν αὐτὸ καθʼ αὑτό, ἀλλʼ ἔστιν ἀδιανόητόν τε καὶ ἄρρητον καὶ ἄφθεγκτον καὶ ἄλογον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="238d"/><label>ΞΕ.</label> ἆρʼ οὖν ἐψευσάμην ἄρτι λέγων τὴν μεγίστην ἀπορίαν ἐρεῖν αὐτοῦ πέρι, τὸ δὲ ἔτι μείζω τινὰ λέγειν ἄλλην ἔχομεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τίνα δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὦ θαυμάσιε, οὐκ ἐννοεῖς αὐτοῖς τοῖς λεχθεῖσιν ὅτι καὶ τὸν ἐλέγχοντα εἰς ἀπορίαν καθίστησι τὸ μὴ ὂν οὕτως, ὥστε, ὁπόταν αὐτὸ ἐπιχειρῇ τις ἐλέγχειν, ἐναντία αὐτὸν αὑτῷ περὶ ἐκεῖνο ἀναγκάζεσθαι λέγειν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς φῄς; εἰπὲ ἔτι σαφέστερον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐδὲν δεῖ τὸ σαφέστερον ἐν ἐμοὶ σκοπεῖν. ἐγὼ μὲν
<milestone unit="section" resp="Stephanus" n="238e"/> γὰρ ὑποθέμενος οὔτε ἑνὸς οὔτε τῶν πολλῶν τὸ μὴ ὂν δεῖν μετέχειν, ἄρτι τε καὶ νῦν οὕτως ἓν αὐτὸ εἴρηκα· τὸ μὴ ὂν γὰρ φημί. συνίης τοι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν αὖ καὶ σμικρὸν ἔμπροσθεν ἄφθεγκτόν τε αὐτὸ καὶ ἄρρητον καὶ ἄλογον ἔφην εἶναι. συνέπῃ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> συνέπομαι. πῶς γὰρ οὔ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="239"><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν τό γε εἶναι προσάπτειν πειρώμενος ἐναντία
<milestone n="239" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="239a"/> τοῖς πρόσθεν ἔλεγον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φαίνῃ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τοῦτο προσάπτων οὐχ ὡς ἑνὶ διελεγόμην;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ἄλογόν γε λέγων καὶ ἄρρητον καὶ ἄφθεγκτον ὥς γε πρὸς ἓν τὸν λόγον ἐποιούμην.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> φαμὲν δέ γε δεῖν, εἴπερ ὀρθῶς τις λέξει, μήτε ὡς ἓν μήτε ὡς πολλὰ διορίζειν αὐτό, μηδὲ τὸ παράπαν <term>αὐτὸ</term>
καλεῖν· ἑνὸς γὰρ εἴδει καὶ κατὰ ταύτην ἂν τὴν πρόσρησιν προσαγορεύοιτο.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασί γε.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="239b"/><label>ΞΕ.</label> τὸν μὲν τοίνυν ἐμέ γε τί τις ἂν λέγοι; καὶ γὰρ πάλαι καὶ τὰ νῦν ἡττημένον ἂν εὕροι περὶ τὸν τοῦ μὴ ὄντος ἔλεγχον. ὥστε ἐν ἔμοιγε λέγοντι, καθάπερ εἶπον, μὴ σκοπῶμεν τὴν ὀρθολογίαν περὶ τὸ μὴ ὄν, ἀλλʼ εἶα δὴ νῦν ἐν σοὶ σκεψώμεθα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς φῄς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἴθι ἡμῖν εὖ καὶ γενναίως, ἅτε νέος ὤν, ὅτι μάλιστα δύνασαι συντείνας πειράθητι, μήτε οὐσίαν μήτε τὸ ἓν μήτε πλῆθος ἀριθμοῦ προστιθεὶς τῷ μὴ ὄντι, κατὰ τὸ ὀρθὸν φθέγξασθαί τι περὶ αὐτοῦ.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="239c"/><label>ΘΕΑΙ.</label> πολλὴ μεντἄν με καὶ ἄτοπος ἔχοι προθυμία τῆς ἐπιχειρήσεως, εἰ σὲ τοιαῦθʼ ὁρῶν πάσχοντα αὐτὸς ἐπιχειροίην.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ εἰ δοκεῖ, σὲ μὲν καὶ ἐμὲ χαίρειν ἐῶμεν· ἕως δʼ ἄν τινι δυναμένῳ δρᾶν τοῦτο ἐντυγχάνωμεν, μέχρι τούτου λέγωμεν ὡς παντὸς μᾶλλον πανούργως εἰς ἄπορον ὁ σοφιστὴς τόπον καταδέδυκεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ μάλα δὴ φαίνεται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοιγαροῦν εἴ τινα φήσομεν αὐτὸν ἔχειν φανταστικὴν
<milestone unit="section" resp="Stephanus" n="239d"/> τέχνην, ῥᾳδίως ἐκ ταύτης τῆς χρείας τῶν λόγων ἀντιλαμβανόμενος ἡμῶν εἰς τοὐναντίον ἀποστρέψει τοὺς λόγους, ὅταν εἰδωλοποιὸν αὐτὸν καλῶμεν, ἀνερωτῶν τί ποτε τὸ παράπαν εἴδωλον λέγομεν. σκοπεῖν οὖν, ὦ Θεαίτητε, χρὴ τί τις τῷ νεανίᾳ πρὸς τὸ ἐρωτώμενον ἀποκρινεῖται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δῆλον ὅτι φήσομεν τά τε ἐν τοῖς ὕδασι καὶ κατόπτροις εἴδωλα, ἔτι καὶ τὰ γεγραμμένα καὶ τὰ τετυπωμένα καὶ τἆλλα ὅσα που τοιαῦτʼ ἔσθʼ ἕτερα.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="239e"/><label>ΞΕ.</label> φανερός, ὦ Θεαίτητε, εἶ σοφιστὴν οὐχ ἑωρακώς.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δόξει σοι μύειν ἢ παντάπασιν οὐκ ἔχειν ὄμματα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p></div></div></body></text></TEI>