<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="236"><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὔκουν ὅσοι γε τῶν μεγάλων πού τι πλάττουσιν ἔργων ἢ γράφουσιν. εἰ γὰρ ἀποδιδοῖεν τὴν τῶν καλῶν ἀληθινὴν συμμετρίαν, οἶσθʼ ὅτι σμικρότερα μὲν τοῦ δέοντος
<milestone n="236" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="236a"/> τὰ ἄνω, μείζω δὲ τὰ κάτω φαίνοιτʼ ἂν διὰ τὸ τὰ μὲν πόρρωθεν, τὰ δʼ ἐγγύθεν ὑφʼ ἡμῶν ὁρᾶσθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρʼ οὖν οὐ χαίρειν τὸ ἀληθὲς ἐάσαντες οἱ δημιουργοὶ νῦν οὐ τὰς οὔσας συμμετρίας ἀλλὰ τὰς δοξούσας εἶναι καλὰς τοῖς εἰδώλοις ἐναπεργάζονται;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασί γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὲν ἄρα ἕτερον οὐ δίκαιον, εἰκός γε ὄν, εἰκόνα καλεῖν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="236b"/><label>ΞΕ.</label> καὶ τῆς γε μιμητικῆς τὸ ἐπὶ τούτῳ μέρος κλητέον ὅπερ εἴπομεν ἐν τῷ πρόσθεν, εἰκαστικήν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κλητέον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τὸ φαινόμενον μὲν διὰ τὴν οὐκ ἐκ καλοῦ θέαν ἐοικέναι τῷ καλῷ, δύναμιν δὲ εἴ τις λάβοι τὰ τηλικαῦτα ἱκανῶς ὁρᾶν, μηδʼ εἰκὸς ᾧ φησιν ἐοικέναι, τί καλοῦμεν; ἆρʼ οὐκ, ἐπείπερ φαίνεται μέν, ἔοικε δὲ οὔ, φάντασμα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν πάμπολυ καὶ κατὰ τὴν ζωγραφίαν τοῦτο τὸ
<milestone unit="section" resp="Stephanus" n="236c"/> μέρος ἐστὶ καὶ κατὰ σύμπασαν μιμητικήν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν δὴ φάντασμα ἀλλʼ οὐκ εἰκόνα ἀπεργαζομένην τέχνην ἆρʼ οὐ φανταστικὴν ὀρθότατʼ ἂν προσαγορεύοιμεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πολύ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τούτω τοίνυν τὼ δύο ἔλεγον εἴδη τῆς εἰδωλοποιικῆς, εἰκαστικὴν καὶ φανταστικήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὃ δέ γε καὶ τότʼ ἠμφεγνόουν, <add>ἐν</add> ποτέρᾳ τὸν σοφιστὴν θετέον, οὐδὲ νῦν πω δύναμαι θεάσασθαι σαφῶς,
<milestone unit="section" resp="Stephanus" n="236d"/> ἀλλʼ ὄντως θαυμαστὸς ἁνὴρ καὶ κατιδεῖν παγχάλεπος, ἐπεὶ καὶ νῦν μάλα εὖ καὶ κομψῶς εἰς ἄπορον εἶδος διερευνήσασθαι καταπέφευγεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔοικεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρʼ οὖν αὐτὸ γιγνώσκων σύμφης, ἤ σε οἷον ῥύμη τις ὑπὸ τοῦ λόγου συνειθισμένον συνεπεσπάσατο πρὸς τὸ ταχὺ συμφῆσαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς καὶ πρὸς τί τοῦτο εἴρηκας;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὄντως, ὦ μακάριε, ἐσμὲν ἐν παντάπασι χαλεπῇ
<milestone unit="section" resp="Stephanus" n="236e"/> σκέψει. τὸ γὰρ φαίνεσθαι τοῦτο καὶ τὸ δοκεῖν, εἶναι δὲ μή, καὶ τὸ λέγειν μὲν ἄττα, ἀληθῆ δὲ μή, πάντα ταῦτά ἐστι μεστὰ ἀπορίας ἀεὶ ἐν τῷ πρόσθεν χρόνῳ καὶ νῦν. ὅπως γὰρ εἰπόντα χρὴ ψευδῆ λέγειν ἢ δοξάζειν ὄντως εἶναι, καὶ τοῦτο φθεγξάμενον ἐναντιολογίᾳ μὴ συνέχεσθαι, παντάπασιν, ὦ
<milestone n="237" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="237a"/> Θεαίτητε, χαλεπόν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="237"><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τετόλμηκεν ὁ λόγος οὗτος ὑποθέσθαι τὸ μὴ ὂν εἶναι· ψεῦδος γὰρ οὐκ ἂν ἄλλως ἐγίγνετο ὄν. Παρμενίδης δὲ ὁ μέγας, ὦ παῖ, παισὶν ἡμῖν οὖσιν ἀρχόμενός τε καὶ διὰ τέλους τοῦτο ἀπεμαρτύρατο, πεζῇ τε ὧδε ἑκάστοτε λέγων καὶ μετὰ μέτρων—<quote type="verse"><l met="dactylic">οὐ γὰρ μήποτε τοῦτο δαμῇ, φησίν, εἶναι μὴ ἐόντα·</l><l>ἀλλὰ σὺ τῆσδʼ ἀφʼ ὁδοῦ διζήμενος εἶργε νόημα.</l></quote><bibl>Parmenides Fr. 7.1</bibl>
<milestone unit="section" resp="Stephanus" n="237b"/> παρʼ ἐκείνου τε οὖν μαρτυρεῖται, καὶ μάλιστά γε δὴ πάντων ὁ λόγος αὐτὸς ἂν δηλώσειε μέτρια βασανισθείς. τοῦτο οὖν αὐτὸ πρῶτον θεασώμεθα, εἰ μή τί σοι διαφέρει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ μὲν ἐμὸν ὅπῃ βούλει τίθεσο, τὸν δὲ λόγον ᾗ βέλτιστα διέξεισι σκοπῶν αὐτός τε ἴθι κἀμὲ κατὰ ταύτην τὴν ὁδὸν ἄγε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ χρὴ δρᾶν ταῦτα. καί μοι λέγε· τὸ μηδαμῶς ὂν τολμῶμέν που φθέγγεσθαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ τοίνυν ἔριδος ἕνεκα μηδὲ παιδιᾶς, ἀλλʼ εἰ σπουδῇ
<milestone unit="section" resp="Stephanus" n="237c"/> δέοι συννοήσαντά τινα ἀποκρίνασθαι τῶν ἀκροατῶν ποῖ χρὴ τοὔνομʼ ἐπιφέρειν τοῦτο, τὸ μὴ ὄν, τί δοκοῦμεν ἂν εἰς τί καὶ ἐπὶ ποῖον αὐτόν τε καταχρήσασθαι καὶ τῷ πυνθανομένῳ δεικνύναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> χαλεπὸν ἤρου καὶ σχεδὸν εἰπεῖν οἵῳ γε ἐμοὶ παντάπασιν ἄπορον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ οὖν τοῦτό γε δῆλον, ὅτι τῶν ὄντων ἐπί <add>τι</add> τὸ μὴ ὂν οὐκ οἰστέον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν ἐπείπερ οὐκ ἐπὶ τὸ ὄν, οὐδʼ ἐπὶ τὸ τὶ φέρων ὀρθῶς ἄν τις φέροι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δή;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="237d"/><label>ΞΕ.</label> καὶ τοῦτο ἡμῖν που φανερόν, ὡς καὶ τὸ <q>τὶ</q> τοῦτο <del>ῥῆμα</del> ἐπʼ ὄντι λέγομεν ἑκάστοτε· μόνον γὰρ αὐτὸ λέγειν, ὥσπερ γυμνὸν καὶ ἀπηρημωμένον ἀπὸ τῶν ὄντων ἁπάντων, ἀδύνατον· ἦ γάρ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀδύνατον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρα τῇδε σκοπῶν σύμφης, ὡς ἀνάγκη τόν τι λέγοντα ἕν γέ τι λέγειν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἑνὸς γὰρ δὴ τό γε <q>τὶ</q> φήσεις σημεῖον εἶναι, τὸ δὲ <q>τινὲ</q> δυοῖν, τὸ δὲ <q>τινὲς</q> πολλῶν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="237e"/><label>ΞΕ.</label> τὸν δὲ δὴ μὴ τὶ λέγοντα ἀναγκαιότατον, ὡς ἔοικε, παντάπασι μηδὲν λέγειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀναγκαιότατον μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρʼ οὖν οὐδὲ τοῦτο συγχωρητέον, τὸ τὸν τοιοῦτον λέγειν μέν <del>τι</del>, λέγειν μέντοι μηδέν, ἀλλʼ οὐδὲ λέγειν φατέον, ὅς γʼ ἂν ἐπιχειρῇ μὴ ὂν φθέγγεσθαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τέλος γοῦν ἂν ἀπορίας ὁ λόγος ἔχοι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="238"><p><said who="#Ξένος"><milestone n="238" unit="page"/><milestone unit="section" resp="Stephanus" n="238a"/><label>ΞΕ.</label><emph>μήπω μέγʼ εἴπῃς</emph>· ἔτι γάρ, ὦ μακάριε, ἔστι, καὶ ταῦτά γε τῶν ἀποριῶν ἡ μεγίστη καὶ πρώτη. περὶ γὰρ αὐτὴν αὐτοῦ τὴν ἀρχὴν οὖσα τυγχάνει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς φῄς; λέγε καὶ μηδὲν ἀποκνήσῃς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῷ μὲν ὄντι που προσγένοιτʼ ἄν τι τῶν ὄντων ἕτερον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ ὄντι δέ τι τῶν ὄντων ἆρά ποτε προσγίγνεσθαι φήσομεν δυνατὸν εἶναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀριθμὸν δὴ τὸν σύμπαντα τῶν ὄντων τίθεμεν.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="238b"/><label>ΘΕΑΙ.</label> εἴπερ γε καὶ ἄλλο τι θετέον ὡς ὄν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ τοίνυν μηδʼ ἐπιχειρῶμεν ἀριθμοῦ μήτε πλῆθος μήτε ἓν πρὸς τὸ μὴ ὂν προσφέρειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὔκουν ἂν ὀρθῶς γε, ὡς ἔοικεν, ἐπιχειροῖμεν, ὥς φησιν ὁ λόγος.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πῶς οὖν ἂν ἢ διὰ τοῦ στόματος φθέγξαιτο ἄν τις ἢ καὶ τῇ διανοίᾳ τὸ παράπαν λάβοι τὰ μὴ ὄντα ἢ τὸ μὴ ὂν χωρὶς ἀριθμοῦ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγε πῇ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ ὄντα μὲν ἐπειδὰν λέγωμεν, ἆρα οὐ πλῆθος
<milestone unit="section" resp="Stephanus" n="238c"/> ἐπιχειροῦμεν ἀριθμοῦ προστιθέναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ ὂν δέ, ἆρα οὐ τὸ ἓν αὖ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σαφέστατά γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν οὔτε δίκαιόν γε οὔτε ὀρθόν φαμεν ὂν ἐπιχειρεῖν μὴ ὄντι προσαρμόττειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγεις ἀληθέστατα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> συννοεῖς οὖν ὡς οὔτε φθέγξασθαι δυνατὸν ὀρθῶς οὔτʼ εἰπεῖν οὔτε διανοηθῆναι τὸ μὴ ὂν αὐτὸ καθʼ αὑτό, ἀλλʼ ἔστιν ἀδιανόητόν τε καὶ ἄρρητον καὶ ἄφθεγκτον καὶ ἄλογον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="238d"/><label>ΞΕ.</label> ἆρʼ οὖν ἐψευσάμην ἄρτι λέγων τὴν μεγίστην ἀπορίαν ἐρεῖν αὐτοῦ πέρι, τὸ δὲ ἔτι μείζω τινὰ λέγειν ἄλλην ἔχομεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τίνα δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὦ θαυμάσιε, οὐκ ἐννοεῖς αὐτοῖς τοῖς λεχθεῖσιν ὅτι καὶ τὸν ἐλέγχοντα εἰς ἀπορίαν καθίστησι τὸ μὴ ὂν οὕτως, ὥστε, ὁπόταν αὐτὸ ἐπιχειρῇ τις ἐλέγχειν, ἐναντία αὐτὸν αὑτῷ περὶ ἐκεῖνο ἀναγκάζεσθαι λέγειν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς φῄς; εἰπὲ ἔτι σαφέστερον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐδὲν δεῖ τὸ σαφέστερον ἐν ἐμοὶ σκοπεῖν. ἐγὼ μὲν
<milestone unit="section" resp="Stephanus" n="238e"/> γὰρ ὑποθέμενος οὔτε ἑνὸς οὔτε τῶν πολλῶν τὸ μὴ ὂν δεῖν μετέχειν, ἄρτι τε καὶ νῦν οὕτως ἓν αὐτὸ εἴρηκα· τὸ μὴ ὂν γὰρ φημί. συνίης τοι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν αὖ καὶ σμικρὸν ἔμπροσθεν ἄφθεγκτόν τε αὐτὸ καὶ ἄρρητον καὶ ἄλογον ἔφην εἶναι. συνέπῃ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> συνέπομαι. πῶς γὰρ οὔ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="239"><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν τό γε εἶναι προσάπτειν πειρώμενος ἐναντία
<milestone n="239" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="239a"/> τοῖς πρόσθεν ἔλεγον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φαίνῃ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τοῦτο προσάπτων οὐχ ὡς ἑνὶ διελεγόμην;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ἄλογόν γε λέγων καὶ ἄρρητον καὶ ἄφθεγκτον ὥς γε πρὸς ἓν τὸν λόγον ἐποιούμην.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> φαμὲν δέ γε δεῖν, εἴπερ ὀρθῶς τις λέξει, μήτε ὡς ἓν μήτε ὡς πολλὰ διορίζειν αὐτό, μηδὲ τὸ παράπαν <term>αὐτὸ</term>
καλεῖν· ἑνὸς γὰρ εἴδει καὶ κατὰ ταύτην ἂν τὴν πρόσρησιν προσαγορεύοιτο.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασί γε.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="239b"/><label>ΞΕ.</label> τὸν μὲν τοίνυν ἐμέ γε τί τις ἂν λέγοι; καὶ γὰρ πάλαι καὶ τὰ νῦν ἡττημένον ἂν εὕροι περὶ τὸν τοῦ μὴ ὄντος ἔλεγχον. ὥστε ἐν ἔμοιγε λέγοντι, καθάπερ εἶπον, μὴ σκοπῶμεν τὴν ὀρθολογίαν περὶ τὸ μὴ ὄν, ἀλλʼ εἶα δὴ νῦν ἐν σοὶ σκεψώμεθα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς φῄς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἴθι ἡμῖν εὖ καὶ γενναίως, ἅτε νέος ὤν, ὅτι μάλιστα δύνασαι συντείνας πειράθητι, μήτε οὐσίαν μήτε τὸ ἓν μήτε πλῆθος ἀριθμοῦ προστιθεὶς τῷ μὴ ὄντι, κατὰ τὸ ὀρθὸν φθέγξασθαί τι περὶ αὐτοῦ.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="239c"/><label>ΘΕΑΙ.</label> πολλὴ μεντἄν με καὶ ἄτοπος ἔχοι προθυμία τῆς ἐπιχειρήσεως, εἰ σὲ τοιαῦθʼ ὁρῶν πάσχοντα αὐτὸς ἐπιχειροίην.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ εἰ δοκεῖ, σὲ μὲν καὶ ἐμὲ χαίρειν ἐῶμεν· ἕως δʼ ἄν τινι δυναμένῳ δρᾶν τοῦτο ἐντυγχάνωμεν, μέχρι τούτου λέγωμεν ὡς παντὸς μᾶλλον πανούργως εἰς ἄπορον ὁ σοφιστὴς τόπον καταδέδυκεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ μάλα δὴ φαίνεται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοιγαροῦν εἴ τινα φήσομεν αὐτὸν ἔχειν φανταστικὴν
<milestone unit="section" resp="Stephanus" n="239d"/> τέχνην, ῥᾳδίως ἐκ ταύτης τῆς χρείας τῶν λόγων ἀντιλαμβανόμενος ἡμῶν εἰς τοὐναντίον ἀποστρέψει τοὺς λόγους, ὅταν εἰδωλοποιὸν αὐτὸν καλῶμεν, ἀνερωτῶν τί ποτε τὸ παράπαν εἴδωλον λέγομεν. σκοπεῖν οὖν, ὦ Θεαίτητε, χρὴ τί τις τῷ νεανίᾳ πρὸς τὸ ἐρωτώμενον ἀποκρινεῖται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δῆλον ὅτι φήσομεν τά τε ἐν τοῖς ὕδασι καὶ κατόπτροις εἴδωλα, ἔτι καὶ τὰ γεγραμμένα καὶ τὰ τετυπωμένα καὶ τἆλλα ὅσα που τοιαῦτʼ ἔσθʼ ἕτερα.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="239e"/><label>ΞΕ.</label> φανερός, ὦ Θεαίτητε, εἶ σοφιστὴν οὐχ ἑωρακώς.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δόξει σοι μύειν ἢ παντάπασιν οὐκ ἔχειν ὄμματα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="240"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν ἀπόκρισιν ὅταν οὕτως αὐτῷ διδῷς ἐὰν ἐν κατόπτροις ἢ πλάσμασι λέγῃς τι, καταγελάσεταί σου τῶν λόγων, ὅταν ὡς βλέποντι λέγῃς αὐτῷ, προσποιούμενος οὔτε κάτοπτρα
<milestone n="240" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="240a"/> οὔτε ὕδατα γιγνώσκειν οὔτε τὸ παράπαν ὄψιν, τὸ δʼ ἐκ τῶν λόγων ἐρωτήσει σε μόνον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ διὰ πάντων τούτων ἃ πολλὰ εἰπὼν ἠξίωσας ἑνὶ προσειπεῖν ὀνόματι φθεγξάμενος εἴδωλον ἐπὶ πᾶσιν ὡς ἓν ὄν. λέγε οὖν καὶ ἀμύνου μηδὲν ὑποχωρῶν τὸν ἄνδρα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δῆτα, ὦ ξένε, εἴδωλον ἂν φαῖμεν εἶναι πλήν γε τὸ πρὸς τἀληθινὸν ἀφωμοιωμένον ἕτερον τοιοῦτον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἕτερον δὲ λέγεις τοιοῦτον ἀληθινόν, ἢ ἐπὶ τίνι τὸ
<milestone unit="section" resp="Stephanus" n="240b"/> τοιοῦτον εἶπες;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδαμῶς ἀληθινόν γε, ἀλλʼ ἐοικὸς μέν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρα τὸ ἀληθινὸν ὄντως ὂν λέγων;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τὸ μὴ ἀληθινὸν ἆρʼ ἐναντίον ἀληθοῦς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ ὄντως <del>οὐκ</del> ὂν ἄρα λέγεις τὸ ἐοικός, εἴπερ αὐτό γε μὴ ἀληθινὸν ἐρεῖς.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλʼ ἔστι γε μήν πως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὔκουν ἀληθῶς γε, φῄς.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐ γὰρ οὖν· πλήν γʼ εἰκὼν ὄντως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ ὂν ἄρα <del>οὐκ</del> ὄντως ἐστὶν ὄντως ἣν λέγομεν εἰκόνα;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="240c"/><label>ΘΕΑΙ.</label> κινδυνεύει τοιαύτην τινὰ πεπλέχθαι συμπλοκὴν τὸ μὴ ὂν τῷ ὄντι, καὶ μάλα ἄτοπον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πῶς γὰρ οὐκ ἄτοπον; ὁρᾷς γοῦν ὅτι καὶ νῦν διὰ τῆς ἐπαλλάξεως ταύτης ὁ πολυκέφαλος σοφιστὴς ἠνάγκακεν ἡμᾶς τὸ μὴ ὂν οὐχ ἑκόντας ὁμολογεῖν εἶναί πως.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὁρῶ καὶ μάλα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ δή; τὴν τέχνην αὐτοῦ τίνα ἀφορίσαντες ἡμῖν αὐτοῖς συμφωνεῖν οἷοί τε ἐσόμεθα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῇ καὶ τὸ ποῖόν τι φοβούμενος οὕτω λέγεις;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="240d"/><label>ΞΕ.</label> ὅταν περὶ τὸ φάντασμα αὐτὸν ἀπατᾶν φῶμεν καὶ τὴν τέχνην εἶναί τινα ἀπατητικὴν αὐτοῦ, τότε πότερον ψευδῆ δοξάζειν τὴν ψυχὴν ἡμῶν φήσομεν ὑπὸ τῆς ἐκείνου τέχνης, ἢ τί ποτʼ ἐροῦμεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τοῦτο· τί γὰρ ἂν ἄλλο εἴπαιμεν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ψευδὴς δʼ αὖ δόξα ἔσται τἀναντία τοῖς οὖσι δοξάζουσα, ἢ πῶς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως· τἀναντία.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λέγεις ἄρα τὰ μὴ ὄντα δοξάζειν τὴν ψευδῆ δόξαν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀνάγκη.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="240e"/><label>ΞΕ.</label> πότερον μὴ εἶναι τὰ μὴ ὄντα δοξάζουσαν, ἤ πως εἶναι τὰ μηδαμῶς ὄντα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> εἶναί πως τὰ μὴ ὄντα δεῖ γε, εἴπερ ψεύσεταί ποτέ τίς τι καὶ κατὰ βραχύ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ; οὐ καὶ μηδαμῶς εἶναι τὰ πάντως ὄντα δοξάζεται;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τοῦτο δὴ ψεῦδος;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ τοῦτο.</said></p></div></div></body></text></TEI>